- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:80.1-80.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了保卢斯·埃米利乌斯再次出任执政官、整肃军纪、击败珀尔修斯、分文不取展示清廉,以及在凯旋式前后面对两子接连夭折时表现出的从容气度。
Παῦλος Αἰμίλιος δευτέραν ὑπατείαν μετελθὼν ἀπέτυχεν ἐπεὶ δὲ τοῦ πρὸς Περσέα καὶ Μακεδόνας πολέμου μῆκος λαμβάνοντος ἀπειρίᾳ καὶ μαλακίᾳ τῶν στρατηγῶν, ἐκεῖνον ὕπατον ἀπέδειξαν, οὐκ ἔφη χάριν ἔχειν αὐτοῖς· οὐ γὰρ αὐτὸς ἀρχῆς δεόμενος, ὡς ἐκείνων ἄρχοντος, ᾑρῆσθαι στρατηγός.1
保卢斯·埃米利乌斯在竞选第二次执政官时落选。然而,由于将领们的无能与软弱,对珀尔修斯及马其顿人的战争迁延日久,当人们任命他为执政官时,他说自己对他们并不心存感激;因为他被选为统帅,并非因为他自己需要官职,而是因为他们需要一位统御者。
ἐλθὼν δὲ εἰς οἶκον ἐξ ἀγορᾶς καὶ τὴν Τερτίαν τὸ θυγάτριον εὑρὼν δεδακρυμένον ἐπυνθάνετο τὴν αἰτίαν εἰπούσης δὲ ὅτι Περσεὺς τέθνηκεν ἡμῖν (κυνίδιον δʼ ἦν οὕτως ὀνομαζόμενον), ἀγαθῇ τύχῃ, εἶπεν, ὦ θύγατερ, καὶ δέχομαι τὸν οἰωνόν.
他从广场回到家中,见小女儿特尔提娅正在哭泣,便询问原因。女儿说:“我们的珀尔修斯死了”(原来有一只小狗是这样命名的)。他说:“吉兆啊,女儿,我接受这个预兆。”
εὑρὼν δὲ ἐπὶ στρατοπέδου πολλὴν θρασύτητα καὶ λαλιὰν παραστρατηγούντων καὶ πολυπραγμονούντων ἐκέλευσεν ἡσυχίαν ἔχειν καὶ ποιεῖν ὀξείας τὰς μαχαίρας μόνον, αὑτῷ δὲ τῶν ἄλλων μελήσειν.
他在军营中发现那些越权指挥、多管闲事之人极为狂妄且议论纷纷,便命令他们保持肃静,只管磨利佩剑,其余一切由他自己操心。
τὰς δὲ νυκτερινὰς φυλακὰς ἐκέλευσεν φυλάττειν ἄνευ λόγχης καὶ ξίφους, ὅπως ἀμύνασθαι τοὺς πολεμίους ἀπεγνωκότες μᾶλλον καὶ διαμαχοῦνται πρὸς τὸν ὕπνον.2
他又命令夜间哨兵不带长矛和利剑站岗,以便在放弃抵御敌人的念头后,更加全力与睡意搏斗。
ἐμβαλὼν δὲ διὰ τῶν ἄκρων εἰς Μακεδονίαν καὶ συντεταγμένους ἰδὼν τοὺς πολεμίους, τοῦ Νασικᾶ παρακαλοῦντος αὐτὸν εὐθὺς ἐπιχειρεῖν εἴγε τὴν σήν, εἶπεν, ἡλικίαν εἶχον, αἱ δὲ πολλαί με πεῖραι κωλύουσιν ἐκ πορείας πρὸς φάλαγγα συντεταγμένην μάχεσθαι.
他越过山隘攻入马其顿,见到敌人已列好阵势,当纳西卡催促他立刻发起进攻时,他说:“若我有你这样的年纪倒也罢了;但我的多次历练阻止我在行军之后立即去与严阵以待的方阵交战。”
νικήσας δὲ τὸν Περσέα καὶ τὰς ἐπινικίους ποιούμενος ἑστιάσεις ἔλεγε τῆς αὐτῆς ἐμπειρίας εἶναι στράτευμα φοβερώτατον πολεμίοις καὶ συμπόσιον ἥδιστον φίλοις παρασχεῖν.
在击败珀尔修斯并举行凯旋宴饮时,他常说,提供一支令敌人最为生畏的军队,与备下一场令友人最为惬意的宴席,属于同一种技艺。
τοῦ δὲ Περσέως αἰχμαλώτου γενομένου καὶ παρακρουομένου τὸν θρίαμβον, ἐπὶ σοί, εἶπε, τοῦτʼ ἐστίν, ἐξουσίαν διδοὺς αὐτῷ ἑαυτὸν ἀνελεῖν.
当珀尔修斯成为战俘并企图逃避在凯旋式中游街受辱时,他说:“这取决于你自身”,以此给予他自尽的许可。
χρημάτων δὲ ἀπείρων εὑρεθέντων, αὐτὸς μὲν οὐκ ἔλαβε, τῷ δὲ γαμβρῷ Τουβέρωνι φιάλην ἀργυρᾶν ὁλκῆς πέντε λιτρῶν ἀριστεῖον ἔδωκε. καὶ τοῦτό φασι πρῶτον εἰς τὸν Αἰλίων οἶκον εἰσελθεῖν κειμήλιον ἀργυροῦν.
虽然发现了巨额财富,但他自己分文不取,只将一只重五磅的银碗作为勇敢奖赐给了女婿图贝罗。据说这是进入埃利乌斯家族的第一件银器传家宝。
τεττάρων δὲ παίδων ἀρρένων αὐτῷ γεγονότων, δύο μὲν πρότερον ἐτύγχανεν ἐκδεδωκὼς ἑτέροις θέσθαι· δυοῖν δὲ ὄντων ἐπὶ τῆς οἰκίας ὁ μὲν ἡμέραις πέντε πρὸ τοῦ θριάμβου, τετταρεσκαίδεκα γεγονὼς ἔτη, ἀπέθανεν, ὁ δὲ ὕστερον πέντε τοῦ θριάμβου, δωδεκαέτης. προελθὼν δέ, τοῦ δήμου συναλγοῦντος αὐτῷ καὶ συμπενθοῦντος, νῦν ἔφη περὶ τῆς πατρίδος ἀδεὴς γεγονέναι καὶ ἀκίνδυνος, ὁπότε τῶν εὐτυχημάτων τὴν νέμεσιν εἰς τὸν οἶκον ἀπερεισαμένης τῆς τύχης ὑπὲρ πάντων αὐτὸς ἀναδέδεκται.3
他育有四个儿子,其中两个早先已送予他人收养;留在身边的两个儿子中,一个在凯旋式前五天去世,年仅十四岁,另一个在凯旋式后五天去世,年仅十二岁。当他来到民众面前,众人都与他同感悲痛并一同哀悼时,他说,如今他对自己祖国的安危已无所忧虑,毫无畏惧,因为命运之神既然将对巨大功业的惩戒倾泻到了他的家中,他便已替所有人承担了下来。
- 1οὐ γὰρ αὐτὸς ἀρχῆς δεόμενος, ὡς ἐκείνων ἄρχοντος, ᾑρῆσθαι στρατηγός
在间接引语的不定式结构中,由于主语与主句主语(保卢斯)一致,主语、补足语(αὐτός, στρατηγός)及分词(δεόμενος)均以同格方式作主格。句中的 ὡς ἐκείνων ἄρχοντος 是省略了 δεομένων 的独立属格结构,前置 ὡς 表示主观原因。
- 198aὅπως ἀμύνασθαι τοὺς πολεμίους ἀπεγνωκότες μᾶλλον καὶ διαμαχοῦνται πρὸς τὸν ὕπνον
连词 ὅπως 后接将来时直陈式 διαμαχοῦνται 引导目的从句。分词短语 ἀμύνασθαι τοὺς πολεμίους ἀπεγνωκότες(完成时主动分词,意为“放弃抵御敌人的指望”)与副词 μᾶλλον 结合,作为表伴随或前提的状语修饰从句的核心动词。
- 198dὁπότε τῶν εὐτυχημάτων τὴν νέμεσιν εἰς τὸν οἶκον ἀπερεισαμένης τῆς τύχης ὑπὲρ πάντων αὐτὸς ἀναδέδεκται
在由引导时间/原因从句的连词 ὁπότε 构成的从句中,嵌套了独立属格结构 τῶν εὐτυχημάτων τὴν νέμεσιν εἰς τὸν οἶκον ἀπερεισαμένης τῆς τύχης(“命运将对大捷的报应倾泄至他的家庭”),从句的核心结构则为主语 αὐτός 和限定动词 ἀναδέδεκται。
