← 普鲁塔克

帝王将相格言集

§76.1-76.10

大西庇阿的节制与机智言行

本节记述了大西庇阿的诸多逸事,包括其研读文史的闲暇生活、对待女俘的自律克制、士兵的绝对服从、对迦太基的媾和条件与解救特伦提乌斯、对安条克国王的回应、强开国库,以及在公民大会上面对指控时的泰然应对。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§76.1

Σκιπίων δὲ ὁ πρεσβύτερος τὴν ἀπὸ τῶν στρατειῶν καὶ τῆς πολιτείας σχολὴν ἐν γράμμασι διατριβὴν ποιούμενος, ἔλεγεν ὁπότε σχολάζοι, πλείονα πράττειν.

大西庇阿将脱离军旅和政务的闲暇用于研读文史,常说自己在闲暇之时做得更多。

§76.2

ἐπεὶ δὲ Καρχηδόνα κατὰ κράτος εἷλε καὶ τῶν στρατιωτῶν τινες αἰχμάλωτον λαβόντες εὐπρεπῆ παρθένον ἧκον κομίζοντες, αὐτῷ δὲ ἐδίδοσαν, ἡδέως ἄν, ἔφη, ἔλαβον, εἴπερ ἦν ἰδιώτης καὶ μὴ ἄρχων.

当他以武力攻克迦太基,一些士兵俘虏了一位貌美的少女并将她送来献给他时,他说道:“若我是一个平民而非统帅,我定会欣然接纳。”

§76.3

πολιορκῶν δὲ πόλιν Βαθεῖαν, ἧς ὑπερεφαίνετο ναὸς Ἀφροδίτης, ἐκέλευσεν ἐκεῖ τὰς ἐγγύας ὁμολογεῖν, ὡς εἰς τρίτην ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης ἀκουσόμενος τῶν διαδικούντων1 καὶ τοῦτʼ ἐποίησεν, ὡς προεῖπε, τῆς πόλεως ἁλούσης.

在围攻上方耸立着阿佛洛狄忒神庙的巴迪亚城时,他命令在那里立下保释担保,宣称自己将于第三天在阿佛洛狄忒神庙审理诉讼双方的主张;而正如他所预言的那样,在城池陷落后他果然如此履行了。

§76.4

πυνθανομένου δέ τινος ἐν Σικελίᾳ τίνι πεποιθὼς ἐπὶ Καρχηδόνα μέλλει τὸν στόλον περαιοῦν, δείξας αὐτῷ ἐνόπλους ἄνδρας τριακοσίους γυμναζομένους καὶ πύργον ὑψηλὸν ὑπὲρ θαλάττης, οὐδείς, ἔφη, τούτων ἐστὶν ὅστις ἐπὶ τὸν πύργον ἀναβὰς τοῦτον οὐκ ἂν ἑαυτὸν ῥίψειεν ἐπὶ κεφαλὴν ἐμοῦ κελεύσαντος.

在西西里,有人询问他倚仗什么打算率舰队渡海进攻迦太基时,他向那人指了指正在操练的三百名全副武装的勇士以及俯临大海的高塔,说道:“这些人中,没有哪一个在接到我的命令后,不会登上这座高塔并头朝下纵身跳下。”

§76.5

ἐπεὶ δὲ διαβὰς τῆς τε γῆς ἐκράτει καὶ τὰ στρατόπεδα τῶν πολεμίων κατέκαυσεν, οἱ Καρχηδόνιοι πέμψαντες ἐποιοῦντο συνθήκας, τά τε θηρία καὶ τὰς ναῦς καὶ τὰ χρήματα δώσειν ὁμολογήσαντες· Ἀννίβου δὲ καταπλεύσαντος ἐξ Ἰταλίας, μετεμέλοντο ταῖς ὁμολογίαις διὰ τὸ θαρρεῖν πυθόμενος δὲ ὁ Σκιπίων ἔφη μηδὲ βουλομένοις αὐτοῖς ἔτι τὰς σπονδὰς φυλάξειν,2 ἂν μὴ τάλαντα πεντακισχίλια προσεκτείσωσιν, ὅτι μετεπέμψαντο τὸν Ἀννίβαν.

当他渡海之后控制了那片土地并焚毁了敌人的营地时,迦太基人派遣使节缔结协定,同意交出战象、战舰和金钱。然而汉尼拔从意大利泛舟归来后,他们重振信心,便对所达成的协定感到反悔。西庇阿得知后表示,除非他们因召回汉尼拔而追加赔付五千塔兰同,否则即使他们愿意,他也绝不会再遵守休战协定。

§76.6

ἐπεὶ δὲ νικηθέντες οἱ Καρχηδόνιοι κατὰ κράτος περὶ σπονδῶν καὶ εἰρήνης πρέσβεις ἀπέστειλαν πρὸς αὐτόν, ἐκέλευσεν εὐθὺς ἀπιέναι τοὺς ἥκοντας, ὡς οὐκ ἀκουσόμενος πρότερον αὐτῶν ἢ Λεύκιον Τερέντιον ἀγάγωσιν· ἦν δὲ Ῥωμαῖος ὁ Τερέντιος, ἐπιεικὴς ἀνήρ, γεγονὼς αἰχμάλωτος ὑπὸ Καρχηδονίων· ἐπεὶ δὲ ἧκον ἄγοντες τὸν ἄνδρα, καθίσας ἐν τῷ συμβουλίῳ παρʼ αὑτὸν ἐπὶ τοῦ βήματος, οὕτως ἐχρημάτισε τοῖς Καρχηδονίοις καὶ κατέλυσε τὸν πόλεμον.

当迦太基人被彻底击溃并就条约与媾和向他派出使节时,他命令来者立刻离开,表示在他们带来卢基乌斯·特伦提乌斯之前绝不听取他们的陈词。这位特伦提乌斯是一名罗马人,为人正直,此前被迦太基人俘获。当他们把人带来时,西庇阿让他在讲坛上的会议中坐在自己身旁,这才与迦太基人办理公务并结束了战争。

§76.7

ὁ δὲ Τερέντιος ἐπηκολούθησεν αὐτῷ θριαμβεύοντι πιλίον ἔχων ὥσπερ ἀπελεύθερος· ἀποθανόντος δὲ3 τοῖς ἐπὶ τὴν ἐκφορὰν παραγινομένοις ἐνέχει πίνειν οἰνόμελι καὶ τὰ ἄλλα περὶ τὴν ταφὴν ἐφιλοτιμήθη. ταῦτα μὲν οὖν ὕστερον.

特伦提乌斯头戴犹如获释奴隶的皮帽,跟随在举行凯旋式的西庇阿身后;而在西庇阿去世时,他向赶来参加葬礼的人倾倒蜜酒供其饮用,并在安葬的其他事宜上慷慨尽力。不过这些都是后来的事了。

§76.8

Ἀντιόχου δὲ τοῦ βασιλέως μετὰ τὸ διαβῆναι Ῥωμαίους ἐπʼ αὐτὸν εἰς Ἀσίαν πέμψαντος πρὸς τὸν Σκιπίωνα περὶ διαλύσεως, ἔδει πρότερον, εἶπεν, ἀλλὰ μὴ νῦν, ὁπότε καὶ τὸν χαλινὸν καὶ τὸν ἀναβάτην προσδέδεξαι.

在罗马人渡海进入亚洲进攻安条克国王之后,国王就和解向西庇阿派来使节,西庇阿说:“这本应当在先前提出,而不是在如今你已同时接受了缰绳与骑手的时刻。”

§76.9

χρήματα δὲ τῆς συγκλήτου λαβεῖν αὐτὸν ἐκ τοῦ ταμιείου ψηφισαμένης, τῶν δὲ ταμιῶν οὐ βουλομένων ἀνοῖξαι τῆς ἡμέρας ἐκείνης, αὐτὸς ἀνοίξειν ἔφη· καὶ γὰρ κλείεσθαι διʼ αὐτὸν πλήσαντα χρημάτων τοσούτων τὸ ταμιεῖον.

当元老院投票决定让他从国库中支取款项,而财务官们当天不愿开库时,他声称自己将亲自打开;因为国库之所以紧闭,正是因为他让国库装满了如此众多的金钱。

§76.10

Πετιλλίου δὲ καὶ Κοΐντου πολλὰ πρὸς τὸν δῆμον αὐτοῦ κατηγορησάντων, εἰπὼν ὅτι τῇ σήμερον ἡμέρᾳ Καρχηδονίους καὶ Ἀννίβαν ἐνίκησεν αὐτὸς μὲν ἔφη στεφανωσάμενος ἀναβαίνειν εἰς τὸ Καπετώλιον θύσων, τὸν δὲ βουλόμενον τὴν ψῆφον ἐκέλευσε φέρειν περὶ αὐτοῦ καὶ ταῦτα εἰπὼν ἀνέβαινεν, ὁ δὲ δῆμος ἐπηκολούθησε τοὺς κατηγόρους ἀπολιπὼν λέγοντας.

当佩蒂利乌斯和昆图斯在民众面前对他提出诸多指控时,他说自己在今天击败了迦太基人和汉尼拔,宣告自己将戴上花冠登上卡比托利欧山去献祭,并命任何愿意的人去就他进行投票。说完这番话,他便举步登山,而民众抛下了正在演说的原告,纷纷跟随着他离去。

语法注3 条
  1. 3ὡς εἰς τρίτην ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης ἀκουσόμενος τῶν διαδικούντων

    连词 ὡς 与将来分词 ἀκουσόμενος 连用,表示宣称的主观意图或名义(“意在……听取诉讼双方的陈词”)。εἰς τρίτην 是习语,意为“在第三天”(即后天);动词 ἀκούω 支配属格宾语(τῶν διαδικούντων),在此具有司法审讯的含义(“作为裁判官审理”)。

  2. 196dμηδὲ βουλομένοις αὐτοῖς ἔτι τὰς σπονδὰς φυλάξειν

    这是由 ἔφη 引出的不定式间接引语结构。不定式 φυλάξειν 的逻辑主语在上下文中为西庇阿(或罗马方面),而 βουλομένοις αὐτοῖς 为具有让步意味的关系与格(利害与格),意为“即便他们(迦太基人)愿意,他也决不再为他们遵守休战条约”。

  3. 196eἀποθανόντος δὲ

    此处为主语省略的独立属格结构。在语境中,隐去的主语是指前文的西庇阿(Σκιπίων),即“当西庇阿去世时”。随后主句的主语则是前句承接而来的特伦提乌斯(ὁ Τερέντιος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:76.1-76.10