← 普鲁塔克

帝王将相格言集

§75.1-75.7

费边·马克西穆斯的拖延战术与机警言行

记述了费边·马克西穆斯对汉尼拔采取的拖延战术及其机敏的言行,以及他尊重其子执政官权威的轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§75.1

Φάβιος Μάξιμος Ἀννίβᾳ μάχεσθαι μὴ βουλόμενος ἀλλὰ τρίβειν χρόνῳ τὴν δύναμιν αὐτοῦ, καὶ χρημάτων ἐνδεᾶ καὶ σιτίων οὖσαν, ἐπηκολούθει διὰ τῶν τραχέων καὶ ὀρεινῶν ἀντιπαρεξιών· καταγελώντων δὲ τῶν πολλῶν καὶ παιδαγωγὸν Ἀννίβα καλούντων, μικρὰ φροντίζων ἐχρῆτο τοῖς αὑτοῦ λογισμοῖς· καὶ πρὸς τοὺς φίλους ἔλεγεν ὅτι τὸν σκώμματα φοβούμενον καὶ λοιδορίας δειλότερον ἡγεῖται τοῦ φεύγοντος τοὺς πολεμίους.

费边·马克西穆斯不愿与汉尼拔交战,而是希望用时间消耗汉尼拔那既缺金钱又缺粮秣的军队,便在崎岖多山的地带沿平行路线尾随跟踪。大众对此加以嘲弄,称他为汉尼拔的“保姆”,他却不以为意,依然坚持自己的谋略;他还对朋友们说,他认为惧怕讥讽和谩骂的人比逃避敌人的人更为胆怯。

§75.2

ἐπεὶ δὲ τοῦ συνάρχοντος Μινουκίου καταβαλόντος τινὰς τῶν πολεμίων πολὺς ἦν λόγος ὡς ἀνδρὸς ἀξίου τῆς Ῥώμης, μᾶλλον ἔφη τὴν εὐτυχίαν ἢ τὴν ἀτυχίαν τοῦ Μινουκίου φοβεῖσθαι. καὶ μετὰ μικρὸν ἐνέδρᾳ περιπεσόντος καὶ κινδυνεύοντος ἀπολέσθαι μετὰ τῆς ἑαυτοῦ δυνάμεως, ἐπιβοηθήσας τῶν τε πολεμίων πολλοὺς διέφθειρε κἀκεῖνον ἔσωσεν. ὁ μὲν οὖν Ἀννίβας εἶπε πρὸς τοὺς φίλους, οὐ πολλάκις ὑμῖν προὔλεγον ἐγὼ τὴν ἀπὸ τῶν ὀρῶν νεφέλην ὅτι χειμάσει1 ποτὲ ἐφʼ ἡμᾶς;

当他的同僚米努基乌斯击溃了部分敌人,人们盛传他是一个配得上罗马的男子汉时,费边说他惧怕米努基乌斯的幸运甚于其不幸。不久之后,米努基乌斯中伏,面临与其军队同归于尽的危险,费边驰援杀死了许多敌人并拯救了他。于是汉尼拔对朋友们说: “难道我不是经常向你们预言,那朵来自山上的乌云有朝一日会在我们头上降下暴风雨吗?”

§75.3

μετὰ δὲ τὴν ἐν Κάνναις ἀτυχίαν τῆς πόλεως ἄρχων κατασταθεὶς μετὰ Κλαυδίου Μαρκέλλου, τόλμαν ἔχοντος ἀνδρὸς καὶ φιλομαχοῦντος ἀεὶ πρὸς τὸν Ἀννίβαν, αὐτὸς ἤλπιζεν, εἰ μηδεὶς μάχοιτο, ταχὺ τὴν δύναμιν τοῦ Ἀννίβα παρατεινομένην ἀπαγορεύσειν ἔλεγεν οὖν ὁ Ἀννίβας ὅτι μᾶλλον φοβεῖται Μαρκέλλου μαχομένου Φάβιον μὴ μαχόμενον.2

在城邦于坎尼遭遇灾祸之后,费边与克劳狄·马耳凯卢斯一同被任命为主帅;马耳凯卢斯为人勇敢且时刻热衷于与汉尼拔交战,而费边自己则期望,只要无人交战,汉尼拔的军队在旷日持久的拖延中很快就会筋疲力尽。因此汉尼拔常说,比起战斗的马耳凯卢斯,他更惧怕不战斗的费边。

§75.4

στρατιώτου δέ τινος Λευκανοῦ κατηγορηθέντος πρὸς αὐτόν, ὡς νύκτωρ ἀπὸ τοῦ στρατοπέδου πλανῷτο πολλάκις ἐρῶν γυναικός, τὰ δὲ ἄλλα θαυμαστὸν ἐν τοῖς ὅπλοις πυνθανόμενος εἶναι τὸν ἄνδρα, συλλαβεῖν ἐκέλευσε τὴν ἐρωμένην αὐτοῦ κρύφα καὶ πρὸς αὐτὸν ἀγαγεῖν· ὡς δὲ ἤχθη, μεταπεμψάμενος τὸν ἄνθρωπον, οὐ λέληθας, ἔφη, παρὰ τὸν νόμον ἀπονυκτερεύων ἀλλʼ οὐδὲ χρηστὸς ὢν πρότερον ἐλελήθεις· τὰ μὲν οὖν ἡμαρτημένα λελύσθω τοῖς ἠνδραγαθημένοις,3 τὸ δὲ λοιπὸν ἔσῃ μεθʼ ἡμῶν· ἔχω γὰρ ἐγγυητήν καὶ προαγαγὼν συνέστησεν αὐτῷ τὸ γύναιον.

一名卢卡尼亚士兵被向他告发,称其因恋慕一个女人而在夜间多次擅离军营;但他得知此人在战事中其他各方面都极为出色,便下令秘密抓捕那女郎并带到他面前。女郎被带来后,他召来那士兵说道: “你违背军令在外夜宿并未逃过我的眼睛;但你此前勇猛善战也同样未曾被我遗漏。过去的过失便由你的赫赫战功来抵消,从今往后你须留在我军之中;因为我已经拥有了保证人。” 说完,他把女郎带出来交给了士兵。

§75.5

Ταραντίνους δὲ κατέχοντα φρουρᾷ τὸν Ἀννίβαν πλὴν τῆς ἀκροπόλεως ἀπαγαγὼν πορρωτάτω διʼ ἀπάτης καὶ τὴν πόλιν ἑλὼν καὶ διαρπάσας, τοῦ γραμματέως ἐπερωτήσαντος τί περὶ τῶν ἱερῶν ἔγνωκεν ἀγαλμάτων, ἀπολίπωμεν, ἔφη, Ταραντίνοις τοὺς θεοὺς κεχολωμένους.

汉尼拔除了卫城外以驻军控制着塔兰托,费边以计谋将他诱离至极远之处,攻占并劫掠了该城。当书记官询问他对神明雕像有何决断时,他说道: “我们还是把愤怒的神明留给塔兰托人吧。”

§75.6

Μάρκου δὲ Λιβίου τοῦ τὴν ἀκρόπολιν φρουροῦντος διʼ ἑαυτὸν ἑαλωκέναι τὴν πόλιν λέγοντος, οἱ μὲν ἄλλοι κατεγέλων, ὁ δὲ Φάβιος εἶπεν ἀληθῆ λέγεις· εἰ γὰρ μὴ σὺ τὴν πόλιν ἀπέβαλες, οὐκ ἂν ἐγὼ ἀνέλαβον.

守卫卫城的马尔库斯·利维乌斯声称城池是因他才得以收复,旁人皆嗤笑,费边却说: “你说的完全属实;因为若非你把城丢了,我根本无法收复它。”

§75.7

ἤδη δὲ πρεσβύτερος ὤν, ὑπατεύοντος τοῦ υἱοῦ καὶ χρηματίζοντος ἐν δημοσίῳ πολλῶν παρόντων, ἀναβὰς ἐφʼ ἵππου προῄει· πέμψαντος δὲ τοῦ νεανίσκου ῥαβδοῦχον καὶ καταβῆναι κελεύσαντος, οἱ μὲν ἄλλοι διετράπησαν, αὐτὸς δὲ ὁ Φάβιος ἀποπηδήσας τοῦ ἵππου προσέδραμε παρʼ ἡλικίαν καὶ περιβαλὼν τὸν υἱόν, εὖγε, εἶπεν, ὦ παῖ, φρονεῖς, αἰσθόμενος τίνων ἄρχεις καὶ πηλίκης ἀρχῆς μέγεθος παρείληφας.

当他年事已高,其子担任执政官并在众目睽睽之下于公共场所办理公务时,费边骑着马走近。当那年轻执政官派来扈从官命他下马时,其他人都深感不安,但费边自己却跳下马来,以超越其年龄的敏捷跑上前去拥抱儿子,说道: “干得好,我的孩子,你明晓大局,懂得自己在统治着谁,也领会了自己所接管的职位其威严是多么宏大。”

语法注3 条
  1. 195dτὴν ἀπὸ τῶν ὀρῶν νεφέλην ὅτι χειμάσει

    前置先取句式(prolepsis):从属从句(ὅτι从句)的主语 τὴν ἀπὸ τῶν ὀρῶν νεφέλην 被提前充当了主句动词 προὔλεγον 的宾格直接宾语。

  2. 195eΜαρκέλλου μαχομένου Φάβιον μὴ μαχόμενον

    由比较副词 μᾶλλον 引导,直接宾语宾格短语 Φάβιον μὴ μαχόμενον(不战斗的费边)与比较属格短语 Μαρκέλλου μαχομένου(战斗的马耳凯卢斯)形成对比。

  3. 195eλελύσθω τοῖς ἠνδραγαθημένοις

    完成时被动态祈使语气第三人称单数 λελύσθω(愿其被勾销/抵消)与表示手段或代价的中性复数完成时分词与格 τοῖς ἠνδραγαθημένοις(借由英勇事迹)连用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:75.1-75.7