- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:77.1-77.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提图斯·昆克提乌斯·弗拉米尼努斯早年显赫任执政官,并在击败腓力五世后于地峡运动会宣告希腊自由,本段记述了他针对腓力、安条克三世及菲洛波门的诸多机智言行。
Τίτος Κοΐντιος οὕτως ἦν εὐθὺς ἐξ ἀρχῆς ἐπιφανής, ὥστε πρὸ δημαρχίας καὶ στρατηγίας καὶ ἀγορανομίας ὕπατος αἱρεθῆναι. πεμφθεὶς δὲ στρατηγὸς ἐπὶ Φίλιππον εἰς λόγους ἐπείσθη συνελθεῖν αὐτῷ· τοῦ δὲ Φιλίππου λαβεῖν ὁμήρους ἀξιοῦντος, ἐκεῖνον μὲν γὰρ εἶναι μετὰ πολλῶν Ῥωμαίων, ἑαυτὸν δὲ μόνον Μακεδόσι·1 σὺ γὰρ μόνον, ὁ Κοΐντιος ἔφη, ἑαυτὸν ἐποίησας ἀποκτείνας τοὺς φίλους καὶ συγγενεῖς.
提图斯·昆克提乌斯从一开始便极其显赫,以至于在担任护民官、裁判官和市政官之前便当选为执政官。他作为统帅被派去迎击腓力时,被说服与他会谈。然而腓力要求索取人质,理由是对面有众多罗马人相随,而自己则孤身处在马其顿人之中;昆克提乌斯便说道:“因为是你通过杀害自己的朋友与亲属,才使自己变得孤立无援。”
νικήσας δὲ μάχῃ τὸν Φίλιππον ἐκήρυξεν ἐν Ἰσθμίοις ὅτι τοὺς Ἕλληνας ἐλευθέρους καὶ αὐτονόμους ἀφίησιν. ὅσοι δὲ Ῥωμαίων αἰχμάλωτοι γενόμενοι ἐν τοῖς κατʼ Ἀννίβαν χρόνοις ἐδούλευον παρὰ τοῖς Ἕλλησι, τούτων ἕκαστον οἱ Ἕλληνες ἐξωνησάμενοι δραχμῶν πεντακοσίων δωρεὰν ἔδωκαν αὐτῷ, κἀκεῖνοι θριαμβεύοντι συνηκολούθησαν ἐν Ῥώμῃ πιλία περὶ ταῖς κεφαλαῖς ἔχοντες, ὥσπερ ἔθος ἐστὶ τοῖς ἐλευθερωθεῖσι.
在战斗中击败腓力之后,他在地峡运动会上宣告让希腊人享有自由与自治。凡是在汉尼拔时期沦为俘虏并在希腊人那里做奴隶的罗马人,希腊人都以每人五百德拉克马赎回并赠予了他;在罗马举行凯旋式时,这些人头戴毡帽跟随在身后,正如被释奴隶的习俗一样。
τοὺς δʼ Ἀχαιοὺς ἐπὶ τὴν Ζακυνθίων νῆσον διανοουμένους στρατεύειν ἐκέλευε φυλάττεσθαι, μὴ καθάπερ αἱ χελῶναι τὴν κεφαλὴν προτείναντες2 ἔξω τῆς Πελοποννήσου κινδυνεύσωσιν.
当阿哈伊亚人打算出征扎金索斯岛时,他警告他们要当心,切莫像乌龟那样将头探出伯罗奔尼撒之外而自陷险境。
Ἀντιόχου δὲ τοῦ βασιλέως μετὰ πολλῆς δυνάμεως ἥκοντος εἰς τὴν Ἑλλάδα καὶ πάντων ἐκπεπληγμένων τὰ πλήθη καὶ τοὺς ὁπλισμούς, λόγον εἶπε τοιοῦτον πρὸς τοὺς Ἀχαιούς· ἔφη γὰρ ἐν Χαλκίδι παρά τῳ ξένῳ δειπνῶν θαυμάζειν τό τῶν κρεῶν πλῆθος· εἰπεῖν δὲ τόν ξένον3 ὅτι ταῦτα πάντα χοίρειά ἐστιν ἡδύσμασι καὶ σκευασίαις διαφέροντα. μὴ τοίνυν μηδὲ ὑμεῖς, ἔφη, θαυμάζετε τήν βασιλικήν δύναμιν, λογχοφόρους καὶ καταφράκτους καὶ πεζεταίρους καὶ ἀμφιπποτοξότας ἀκούοντες· πάντες γάρ εἰσιν οὗτοι Σύροι ὁπλαρίοις ἀλλήλων διαφέροντες.
当安条克国王率大军来到希腊,众人都为其人数与武装所震慑时,他对阿哈伊亚人讲了这样一个比喻:他说自己在哈尔基斯的一位主人家赴宴时,惊叹于肉食的丰盛;主人却说这些全都是猪肉,只是调味料和烹饪方式有所不同而已。“因此,”他说,“你们听闻有持矛骑兵、具装铁骑、步兵近卫和换乘骑射手时,也不要为国王的军容感到惊奇;因为这些人全都是叙利亚人,只不过武器略有差别罢了。”
Φιλοποίμενι δὲ τῷ στρατηγῷ τῶν Ἀχαιῶν ἱππεῖς μὲν πολλοὺς καὶ ὁπλίτας ἔχοντι, χρημάτων δὲ οὐκ εὐποροῦντι, προσπαίζων ἔλεγεν ὅτι χεῖρας ἔχει Φιλοποίμην καὶ σκέλη, γαστέρα δὲ οὐκ ἔχει. καὶ γὰρ τῇ φύσει τοῦ σώματος ἦν καὶ ὁ Φιλοποίμην τοιοῦτος.
对于阿哈伊亚人的统帅菲洛波门,他虽然拥有众多的骑兵和重装步兵,却缺少钱财,〔昆克提乌斯〕便戏谑道:“菲洛波门有手有腿,却没有肚子。”实际上,菲洛波门在体态特征上也确实是这副模样。
- 1ἐκεῖνον μὲν γὰρ εἶναι μετὰ πολλῶν Ῥωμαίων, ἑαυτὸν δὲ μόνον Μακεδόσι
在从属于分词 ἀξιοῦντος 的间接引语中,用在解释理由的 γάρ 从句里的不定词结构(ἐκεῖνον... εἶναι)转述了腓力的理由。与格 Μακεδόσι 作为关系与格(“在马其顿人之中/就马其顿人而言”),表明其处境孤立。
- 197cπροτείναντες
阳性复数主格分词 προτείναντες 并没有与紧邻的比喻成分 καθάπερ αἱ χελῶναι(阴性复数)一致,而是与 μή 从句动词 κινδυνεύσωσιν 省略的主语阿哈伊亚人(参前文 τοὺς Ἀχαιοὺς)保持性、数、格一致。
- 197cεἰπεῖν δὲ τόν ξένον
前文的主动词 ἔφη 的支配力在此延续;通过并列连词 δέ,对格不定词结构(τόν ξένον 搭配不定词 εἰπεῖν)顺接,继续转述间接引语的内容。
