- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:74.1-74.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述盖乌斯·法布里基乌斯拒绝皮洛士国王的利诱与象群威吓,并告发医官弑君密谋以展现高尚品格的言行。
Γάιος Φαβρίκιος τὴν ὑπὸ Πύρρου Ῥωμαίων ἧτταν πυθόμενος, Λαιβῖνον, εἶπε, Πύρρος, οὐκ Ἠπειρῶται Ῥωμαίους νενικήκασιν.
盖乌斯·法布里基乌斯在得知罗马人被皮洛士击败的消息时,说道: “是皮洛士战胜了莱维努斯,而不是伊庇鲁斯人战胜了罗马人。”
ἐλθὼν δὲ πρὸς Πύρρον περὶ λύσεως αἰχμαλώτων χρυσίον μὲν πολὺ διδόντος1 οὐκ ἔλαβε· τῇ δʼ ὑστεραίᾳ τὸν μέγιστον ἐλέφαντα τοῦ Πύρρου παρασκευάσαντος ἐξόπισθεν ἀγνοοῦντι τῷ Φαβρικίῳ ῥήξαντα φωνὴν ἐπιφανῆναι·2 καὶ τούτου γενομένου, ἐπιστραφεὶς ὁ Φαβρίκιος καὶ μειδιάσας, ἐμέ, εἶπεν, οὔτε τὸ χρυσίον ἐχθὲς οὔτε σήμερον τὸ θηρίον ἐξέπληξε.
当他为赎回战俘来到皮洛士那里时,皮洛士向他奉上许多黄金,他没有接受;次日,皮洛士安排最大的一头大象趁法布里基乌斯不知情时从背后发出嚎叫并突然现身。事情发生后,法布里基乌斯转过身来微笑着说: “我, 昨天的黄金没有使我动摇,今天的巨兽也没有使我惊恐。”
τοῦ δὲ Πύρρου παρακαλοῦντος αὐτὸν εἶναι σὺν αὐτῷ καὶ τὴν μετʼ αὐτὸν ἔχειν ἡγεμονίαν, οὐδὲ σοί, ἔφη, τοῦτο λυσιτελές ἐστιν· Ἠπειρῶται γάρ, ἐὰν ἀμφοτέρους γνῶσιν ἡμᾶς, ὑπʼ ἐμοῦ βασιλεύεσθαι μᾶλλον ἢ σοῦ ἐθελήσουσιν.
当皮洛士劝诱他留在他身边、执掌仅次于他的统治权时,他说道: “这对你来说也毫无益处;因为伊庇鲁斯人如果了解了我们两人,会宁愿受我统治而不是受你统治。”
ὑπατεύοντι δὲ τῷ Φαβρικίῳ προσέπεμψεν ἐπιστολὴν ὁ τοῦ Πύρρου ἰατρὸς, ἐπαγγελλόμενος, ἐὰν κελεύῃ, φαρμάκοις τὸν Πύρρον ἀποκτενεῖν ὁ δὲ Φαβρίκιος τὴν ἐπιστολὴν πρὸς Πύρρον ἔπεμψεν, αἰσθέσθαι κελεύσας διʼ ὅ τι καὶ φίλων κάκιστός ἐστι κριτὴς καὶ πολεμίων.
法布里基乌斯担任执政官期间,皮洛士的医官给他送来一封信,承诺若他下令,就用毒药杀死皮洛士;但法布里基乌斯把信送给皮洛士,让他明白自己无论对于朋友还是敌人都是最糟糕的判断者。
ἐπεὶ δὲ φωράσας τὴν ἐπιβουλὴν ὁ Πύρρος τὸν μὲν ἰατρὸν ἐκρέμασε, τῷ δὲ Φαβρικίῳ τοὺς αἰχμαλώτους ἄνευ λύτρων ἀπέδωκεν, οὐκ ἐδέξατο δωρεὰν ἀλλʼ ἴσους ἀντέδωκε, μὴ δόξῃ λαμβάνειν μισθὸν οὐδὲ γὰρ χάριτι Πύρρου μεμηνυκέναι3 τὴν ἐπιβουλήν, ἀλλʼ ὅπως μὴ δοκῶσι Ῥωμαῖοι δόλῳ κτείνειν, ὡς φανερῶς νικᾶν οὐ δυνάμενοι.
皮洛士揭发了这一阴谋并将医官处以绞刑,把战俘免赎金归还给法布里基乌斯,但法布里基乌斯没有将其作为赠礼接受,而是送还了同等数量的战俘,免得显得像是在收受酬报;因为他告发阴谋并非出于对皮洛士的好意,而是为了不让罗马人显得像是由于无法公开获胜而靠诡计杀人。
- 195aδιδόντος
省略了明确逻辑主语(Πύρρου)的属格独立分词。根据上文语境,其逻辑主语显然是皮洛士,故予以承前省略。
- 195aτοῦ Πύρρου παρασκευάσαντος ... ἐπιφανῆναι
属格独立结构 τοῦ Πύρρου παρασκευάσαντος 支配不定式 ἐπιφανῆναι。不定式的逻辑主语为宾格 τὸν μέγιστον ἐλέφαντα,分词 ῥήξαντα 亦与其在性数格上保持一致。
- 195bμεμηνυκέναι
由 οὐδὲ γάρ 引导的间接引语不定式。此处虽未明确写出主导动词(如 ἔφη 等),但在语境中承接法布里基乌斯做出该决定的说明或原委。
