- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:60.1-60.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述斯巴达将领吕珊德展示其机敏与务实冷酷的言行集,包括拒收华服、辩护谋略、拔剑论界、讽刺敌军怠惰及驳斥弱邦来客的狂言。
Λύσανδρος, Διονυσίου τοῦ τυράννου πέμψαντος ἱμάτια ταῖς θυγατράσιν αὐτοῦ τῶν πολυτελῶν,1 οὐκ ἔλαβεν, εἰπὼν δεδιέναι μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν.
当僭主狄奥尼修斯送给吕珊德的女儿们奢华的衣物时,他没有接受,并说唯恐由于这些衣物她们反倒显得丑陋。
πρὸς δὲ τοὺς ψέγοντας αὐτὸν ἐπὶ τῷ διʼ ἀπάτης τὰ πολλὰ πράττειν ὡς ἀνάξιον τοῦ Ἡρακλέους, ἔλεγεν ὅπου μὴ ἐφικνεῖται ἡ λεοντῆ, προσραπτέον εἶναι τὴν ἀλωπεκῆν.2
对于那些指责他多用欺诈行事是有辱赫拉克勒斯之人,他常说,在狮皮够不到的地方,就必须缝上狐皮。
πρὸς δὲ Ἀργείους δικαιότερα τῶν Λακεδαιμονίων λέγειν περὶ τῆς ἀμφισβητουμένης χώρας δοκοῦντας, σπασάμενος τὴν μάχαιραν, ὁ ταύτης, ἔφη, κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται.
面对那些自以为关于争议领土讲得比拉刻代蒙人更占理的阿尔戈斯人,他拔出短剑,说道: “掌握此剑的人, 对土地的边界才议论得最为得当。”
τοὺς δὲ Λακεδαιμονίους ὁρῶν ὀκνοῦντας προσμάχεσθαι τοῖς τείχεσι τῶν Κορινθίων, ὡς εἶδε λαγὼν ἐξαλλόμενον ἐκ τῆς τάφρου, τοιούτους, ἔφη, φοβεῖσθε πολεμίους, ὧν οἱ λαγοὶ διʼ ἀργίαν ἐν τοῖς τείχεσιν ἐγκαθεύδουσιν;
当他看到拉刻代蒙人畏缩不前、不敢攻打科林斯人的城墙时,瞥见一只野兔从护城壕里跳出,便说: “你们畏惧的竟是这般的敌人吗? 由于荒疏怠惰,连野兔都酣睡在他们的城墙之中!”
Μεγαρέως δὲ ἀνδρὸς ἐν κοινῷ συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, οἱ λόγοι σου, εἶπε, πόλεως δέονται.3
当一个麦加拉人在联席会议上面对他直言不讳时,他说: “你的话, 缺少一个城邦。”
- 60.1τῶν πολυτελῶν
修饰名词宾格 ἱμάτια 的部分属格,ἱμάτια τῶν πολυτελῶν 意为“奢华昂贵一类的衣物”。
- 60.2προσραπτέον εἶναι τὴν ἀλωπεκῆν
由中性单数动词性形容词 προσραπτέον 与系动词不定词 εἶναι 构成的间接引语非人称句,表必要性,后接宾格 τὴν ἀλωπεκῆν(狐狸皮)作为直接宾语。
- 60.5πόλεως δέονται
动词 δέομαι(缺少、需要)支配表示匮乏的属格补足语(πόλεως),言下之意是指说话者的话语缺乏一个强大的城邦实力作为后盾。
