- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:59.1-59.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述斯巴达国王阿吉斯的机智言行,展现其不惧敌寡、论述真正正义与斯巴达勇武之风。
Ἆγις ὁ βασιλεὺς οὐκ ἔφη τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσίν, ἀλλὰ ποῦ εἰσὶν οἱ πολέμιοι.
国王阿吉斯说,拉刻代蒙人不问敌人有多少,只问敌人在哪里。
ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν, ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.1
在曼提尼亚,当因敌人人数众多而有人劝阻他决战时,他说: “想要统治许多人的人,就必须同许多人作战。”
ἐπαινουμένων δὲ τῶν Ἠλείων ἐπὶ τῷ τὰ Ὀλύμπια καλῶς ἄγειν, τί δέ, εἶπε, ποιοῦσι θαυμαστόν, εἰ διʼ ἐτῶν τεττάρων μιᾷ ἡμέρᾳ χρῶνται τῇ δικαιοσύνῃ; ἐπιμενόντων δὲ τοῖς ἐπαίνοις, ἔφη, τί θαυμαστὸν εἰ πράγματι καλῷ καλῶς χρῶνται, τῇ δικαιοσύνῃ;
当厄利斯人因圆满举办奥林匹克运动会而受到赞扬时, “他们做了什么,” 他说, “值得称奇的事呢,倘若他们不过是每隔四年才运用一天的正义?” 当人们继续赞扬不绝时,他说: “如果他们善用善物,也就是正义,又有什么值得称奇的呢?”
πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιατῶν, εἶπεν, ὁ τὶν ἀνομοιότατος.2
面对一个屡次询问斯巴达人中谁最优秀的恶人,他说: “与你最不像的那个人。”
ἑτέρου δὲ πυνθανομένου πόσοι εἰσὶν οἱ Λακεδαιμόνιοι, ὅσοι, εἶπεν, ἱκανοὶ τοὺς κακοὺς ἀπείργειν.
另一个人询问拉刻代蒙人有多少时, “足以,” 他说, “击退恶人的人数。”
Καὶ τὸ αὐτὸ ἑτέρου πυνθανομένου, πολλοί σοι, ἔφη, δόξουσιν εἶναι, ἐὰν αὐτοὺς ἴδῃς μαχομένους.
又有人问同样的问题时, “若你看见他们作战,” 他说, “便会觉得他们为数众多了。”
- 2ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον
无人称句式 ἀνάγκη[ἐστί]接不定词 μάχεσθαι,宾格分词短语 τὸν ... βουλόμενον 作该不定词的逻辑主语。与格 πολλοῖς 作 μάχεσθαι 的对象,属格 πολλῶν 作 ἄρχειν 的对象,形成鲜明对照。
- 190dὁ τὶν ἀνομοιότατος
τίν 为第二人称单数代词的多利斯方言与格形式(相当于雅典方言的 σοί),受最上级形容词 ἀνομοιότατος 支配,意为“最不像你的人”。
