← 普鲁塔克

帝王将相格言集

§61.1-61.12

阿格西劳斯论正义与用兵的言行

记述了斯巴达国王阿格西劳斯的诸多名言与逸事,包括对波斯国王的傲视、论正义与勇敢、在德尔斐问卜、留克特拉战后变通法律、在埃及以少胜多的围城策略以及临终前拒绝树立雕像。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§61.1

Ἀγησίλαος ἔλεγε τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακοὺς εἶναι, δούλους δὲ ἀγαθούς.

阿格西劳斯曾说,居住在亚洲的人做自由人是恶劣的,做奴隶倒是优良的。

§61.2

εἰθισμένων δὲ αὐτῶν τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, τί δαὶ ἐκεῖνος, εἶπεν, ἐμοῦ μείζων, εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος;

在人们习惯称波斯国王为“大王”时,他说: “他凭什么比我更伟大? 除非他比我更公正、更有节制。”

§61.3

περὶ ἀνδρείας καὶ δικαιοσύνης ἐρωτηθεὶς ποτέρα βελτίων, οὐδὲν ἀνδρείας, ἔφη, χρῄζομεν, ἐὰν πάντες ὦμεν δίκαιοι.

当被问及勇敢与正义何者更为优越时,他说: “如果我们大家都是正义的, 就丝毫不需要勇敢。”

§61.4

νυκτὸς δὲ μέλλων κατὰ τάχος ἀναζευγνύειν ἐκ τῆς πολεμίας καὶ τὸν ἐρώμενον ὁρῶν ἀπολειπόμενον διʼ ἀσθένειαν καὶ δακρύοντα, χαλεπόν, εἶπεν, ἅμα ἐλεεῖν καὶ φρονεῖν.

在夜间正准备仓促撤离敌境时,看见自己的娈童因病被遗留下来并且哭泣,他说: “既怀怜悯又保理智, 实属不易。”

§61.5

Μενεκράτους δὲ τοῦ ἰατροῦ Διὸς προσαγορευομένου, γράψαντος ἐπιστολὴν πρὸς αὐτόν, Μενεκράτης Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν, ἀντέγραψεν, βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.

当被称为宙斯的医生梅内克拉特斯致信给他,写道“宙斯梅内克拉特斯向阿格西劳斯王问好”时,他回信写道:“阿格西劳斯王祝梅内克拉特斯恢复理智。”

§61.6

Λακεδαιμονίων δὲ νικησάντων Ἀθηναίους καὶ τοὺς συμμάχους ἐν Κορίνθῳ, πυθόμενος τὸ πλῆθος τῶν πολεμίων νεκρῶν, φεῦ τᾶς Ἑλλάδος,1 εἶπεν, ἃ τοσούτους ὑφʼ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τοὺς βαρβάρους νικῆν ἅπαντας.

当拉刻代蒙人在科林斯击溃雅典人及其盟军后,得知敌人死者的数量时,他说: “悲哉希腊! 她竟亲手断送了如此众多的人,而这些人本足以战胜所有的蛮族。”

§61.7

χρησμὸν δὲ λαβὼν ἐν Ὀλυμπίᾳ παρὰ τοῦ Διὸς ὃν ἤθελεν, εἶτα τῶν ἐφόρων κελευόντων καὶ τὸν Πύθιον ἐρωτῆσαι περὶ τῶν αὐτῶν, εἰς Δελφοὺς παραγενόμενος ἠρώτησε τὸν θεὸν εἰ ἅπερ τῷ πατρὶ δοκεῖ καὶ αὐτῷ.

在奥林匹亚从宙斯那里得到了合意的神谕之后,由于监察官们命令他就同一事项也求问皮托之神,他来到德尔斐,询问神明是否与其父神所见一致。

§61.8

παραιτούμενος δέ τινα τῶν φίλων παρὰ τοῦ Καρὸς Ἱδριέως, ἔγραψε πρὸς αὐτόν, Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δὲ ἄφες.

他向卡里亚人伊德里埃乌斯为一位朋友说情时,致信道: “尼基阿斯若无过错,放了他;若有过错,看在我的份上放了他;总之放了他。”

§61.9

τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν ἀκοῦσαι παρακαλούμενος, αὐτᾶς, εἶπεν, ἄκουκα πολλάκις.

有人邀请他去听一个人模仿夜莺的叫声时,他说: “夜莺本尊的叫声, 我早已听过多次。”

§61.10

μετὰ δὲ τὴν ἐν Λεύκτροις μάχην, πάντας τοὺς τρέσαντας ἀτίμους εἶναι τοῦ νόμου κελεύοντος, ὁρῶντες οἱ ἔφοροι τὴν πόλιν ἀνδρῶν ἔρημον οὖσαν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι, καὶ νομοθέτην ἀπέδειξαν τὸν Ἀγησίλαον· ὁ δὲ προελθὼν εἰς τὸ μέσον ἐκέλευσε τοὺς νόμους ἀπὸ τῆς αὔριον κυρίους εἶναι.

在留克特拉战役之后,由于法律规定所有逃兵皆当被剥夺公民权,监察官们见城中缺乏男子,意图取消这项惩罚,遂任命阿格西劳斯为立法者;他走到众人中间,下令法律自明日起有效。

§61.11

ἐπεὶ δὲ πεμφθεὶς τῷ βασιλεῖ τῶν Αἰγυπτίων σύμμαχος ἐπολιορκεῖτο μετʼ αὐτοῦ, πολλαπλασιόνων ὄντων τῶν πολεμίων καὶ περιταφρευόντων τὸ στρατόπεδον, κελεύσαντος ἐπεξιέναι καὶ διαμάχεσθαι τοῦ βασιλέως, οὐκ ἔφη διακωλύσειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι,2 κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἀγωνισάμενος ἐνίκησεν.

当他作为盟友被派遣至埃及国王处而与其一同被围困时,敌军人数多出数倍并在营地周围挖掘壕沟,埃及国王命令他出击决一死战,他说自己绝不阻拦敌军企图使彼此力量均等的举动;待壕沟尚余少许未及闭合之际,他在这一缺口处排兵布阵,以均等兵力对抗均等敌人,大获全胜。

§61.12

ἀποθνῄσκων δὲ τοὺς φίλους ἐκέλευσε μηδεμίαν πλαστὰν μηδὲ μιμηλὰν ποιήσασθαι, τὰς εἰκόνας οὕτω προσαγορεύων· εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἐστιν· εἰ δὲ μηδέν, οὐδʼ οἱ πάντες ἀνδριάντες.3

临终之际,他吩咐朋友们不要为他制作任何塑像或摹像——他如此称呼雕像,并说道: “我若做过什么美好的功业,这便是我的纪念碑;若一无所成,则全天下的雕像加在一起也无济于事。”

语法注3 条
  1. 191bφεῦ τᾶς Ἑλλάδος

    感叹词 φεῦ 所附带的“感叹属格”。其后的关系代词 ἃ 为多利斯方言形式(相当于 ἥ),先行词为 Ἑλλάδος,引出痛惜希腊人自相残杀而损失惨重的从句。

  2. 191dμικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι

    属格绝对结构。动词 ἀπολείπω 在此表示“尚差……即可达到某种状态”,搭配充当宾格副词的形容词中性 μικρόν 以及不定词 συνάψαι,意为“当壕沟距离合拢还差一小截时”。

  3. 191dοὐδʼ οἱ πάντες ἀνδριάντες

    承接前文假设分句 εἰ δὲ μηδέν(“若未曾做过任何功业”)的归结分句,省略了述语(如 μνημεῖόν εἰσιν 或 ἔσονται),意为“纵使立起全天下的雕像,也构不成任何纪念碑”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:61.1-61.12