← 普鲁塔克

帝王将相格言集

§38.1-38.2

安条克七世听取直言与围攻耶路撒冷

安条克在农舍隐瞒身份听闻民众对自己的实情批评并讽刺左右侍从,以及在围攻耶路撒冷期间尊重犹太人宗教节日、赠送祭品而使敌方归降的两则轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1

Ἀντίοχος ὁ στρατεύσας δεύτερον ἐπὶ Πάρθους, ἔν τινι κυνηγεσίῳ καὶ διωγμῷ τῶν φίλων καὶ θεραπόντων ἀποπλανηθείς, εἰς ἔπαυλιν πενήτων ἀνθρώπων ἀγνοούμενος εἰσῆλθε· καὶ παρὰ τὸ δεῖπνον ἐμβαλὼν λόγον περὶ τοῦ βασιλέως ἤκουσεν, ὅτι τἆλλα χρηστός ἐστιν, φίλοις δὲ μοχθηροῖς ἐπιτρέπων τὰ πλεῖστα παρορᾷ καὶ πολλάκις ἀμελεῖ τῶν ἀναγκαίων διὰ τὸ λίαν φιλόθηρος εἶναι.1 τότε μὲν οὖν ἐσιώπησεν ἅμα δὲ ἡμέρᾳ τῶν δορυφόρων παραγενομένων ἐπὶ τὴν ἔπαυλιν φανερὸς γενόμενος, προσφερομένης τῆς πορφύρας αὐτῷ καὶ τοῦ διαδήματος, ἀλλὰ ἀφʼ ἧς, εἶπεν ἡμέρας ὑμᾶς ἀνείληφα, πρῶτον ἐχθὲς ἀληθινῶν λόγων ἤκουσα περὶ ἐμαυτοῦ.

第二次征讨帕提亚人的安条克,在一次狩猎追逐中与朋友和仆从失散,在未暴露身份的情况下走入一户穷人的农舍。在晚餐时,他引出了关于国王的话题,听闻国王在其他方面都很贤明,但由于把绝大多数事务托付给恶劣的朋友而多有失察,且因过度沉溺于狩猎而屡屡疏于处理要务。当时他默不作声,但天亮时近卫军赶到农舍,他的身份显露出来,当紫袍和王冠被呈献给他时,他说道:“然而,自从我起用你们的那一天起,直到昨天我才第一次听到关于我自己的真话。”

§38.2

τῶν δὲ Ἰουδαίων, πολιορκοῦντος αὐτοῦ τὰ Ἱεροσόλυμα, πρὸς τὴν μεγίστην ἑορτὴν αἰτησαμένων2 ἑπτὰ ἡμερῶν ἀνοχάς, οὐ μόνον ἔδωκε ταύτας, ἀλλὰ καὶ ταύρους χρυσόκερως παρασκευασάμενος καὶ θυμιαμάτων καὶ ἀρωμάτων πλῆθος ἄχρι τῶν πυλῶν ἐπόμπευσε· καὶ παραδοὺς τοῖς ἐκείνων ἱερεῦσι τὴν θυσίαν αὐτὸς ἐπανῆλθεν εἰς τὸ στρατόπεδον. οἱ δὲ Ἰουδαῖοι θαυμάσαντες εὐθὺς ἑαυτοὺς μετὰ τὴν ἑορτὴν ἐνεχείρισαν.

又当他围困耶路撒冷时,犹太人为了他们最盛大的节日请求停战七天,他不仅准许了休战,甚至还备办了镀金双角的公牛,携带着大量的熏香和香料,一路列队护送到城门前;在将祭品移交给对方的祭司后,他自己便返回了军营。犹太人对此大为钦佩,在节日结束后立即向他归顺。

语法注2 条
  1. 184eδιὰ τὸ λίαν φιλόθηρος εἶναι

    介词 διὰ 支配带冠词不定式 τὸ ... εἶναι,表示原因。由于不定式的逻辑主语与该分句的主语(国王)一致,因此作为表语的形容词并未采用宾格,而是通过同格一致采用主格形式(φιλόθηρος)。

  2. 184eτῶν δὲ Ἰουδαίων, πολιορκοῦντος αὐτοῦ τὰ Ἱεροσόλυμα, πρὸς τὴν μεγίστην ἑορτὴν αἰτησαμένων

    嵌套的属格独立结构:从属的属格独立短语 πολιορκοῦντος αὐτοῦ τὰ Ἱεροσόλυμα(当他围攻耶路撒冷时)被嵌入到主要的属格独立结构 τῶν Ἰουδαίων ... αἰτησαμένων(当犹太人请求时)之中,用以交代时间与情境背景。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:38.1-38.2