- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:37.1-37.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了皮洛斯关于王位继承、将领评价、对罗马的惨胜名言、撤离西西里时的预言以及面对士兵与醉汉批评时的机敏应对。
Πύρρον οἱ υἱοὶ παῖδες ὄντες ἠρώτων, τίνι καταλείψει τὴν βασιλείαν καὶ ὁ Πύρρος εἶπεν, ὃς ἂν ὑμῶν ὀξυτέραν ἔχῃ τὴν μάχαιραν.
皮洛斯的儿子们尚在童年时,问他要把王国传给谁,皮洛斯说道: “你们当中谁的刀剑更锋利,就传给谁。”
ἐρωτηθεὶς δὲ πότερον Πύθων ἢ Καφισίας αὐλητὴς ἀμείνων, Πολυσπέρχων, ἔφη, στρατηγός.
当被问及皮同与卡菲西亚斯谁是更好的长笛手时,“波利斯佩孔,”他说道,“作为将领而言。”
ἐπεὶ δὲ συμβαλὼν Ῥωμαίοις δὶς ἐνίκησε πολλοὺς τῶν φίλων καὶ τῶν ἡγεμόνων ἀπολέσας, ἂν ἔτι, ἔφη, μίαν μάχην Ῥωμαίους νικήσωμεν, ἀπολώλαμεν.1
在同罗马人交战并两次取胜、却损失了许多挚友和将领之后,“如果我们再,”他说道,“战胜罗马人一次,我们就彻底完蛋了。”
ἐπεὶ δὲ Σικελίας ἀποτυχὼν ἐξέπλει, μεταστραφεὶς ὀπίσω πρὸς τοὺς φίλους, οἵαν, ἔφη, Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπολείπομεν παλαίστραν.
当他在西西里失利并乘船离去时,回过头朝着朋友们,“何等的,”他说道,“角斗场啊,我们留给罗马人和迦太基人了!”
τῶν δὲ στρατιωτῶν Ἀετὸν αὐτὸν προσαγορευόντων, τί γάρ, εἶπεν, οὐ μέλλω,2 τοῖς ὑμετέροις ὅπλοις ὥσπερ ὠκυπτέροις αἰρόμενος;
当士兵们称呼他为“雄鹰”时,“怎么,”他说道,“不会呢?有你们的武器如同健翼一般将我托举而起。”
ἀκούσας δὲ ὅτι νεανίσκοι πολλὰ βλάσφημα περὶ αὐτοῦ πίνοντες εἰρήκασιν, ἐκέλευσεν ἀχθῆναι μεθʼ ἡμέραν πρὸς αὐτὸν ἅπαντας· ἀχθέντων δέ, τὸν πρῶτον ἠρώτησεν εἰ ταῦτα εἰρήκασι περὶ αὐτοῦ καὶ ὁ νεανίσκος, ταῦτα, εἶπεν, ὦ βασιλεῦ· πλείονα δʼ ἂν τούτων εἰρήκειμεν, εἰ πλείονα οἶνον εἴχομεν.
当听闻一些年轻人在饮酒时说了许多诋毁他的话,他下令次日将所有人押送到他面前。押到之后,他问第一个人是否说过关于他的这些话,“正是这些,”那年轻人说道,“大王;若是我们当时还有更多的酒,我们说的还会比这更多呢。”
- 3ἂν ἔτι, ἔφη, μίαν μάχην Ῥωμαίους νικήσωμεν, ἀπολώλαμεν
条件从句 ἂν ... νικήσωμεν(虚拟式)在主句中搭配了直陈式现在完成时 ἀπολώλαμεν。这里没有使用未来条件句常见的将来时,而是借由完成时(戏剧性完成时)强调若再次获胜,毁灭是必然且不可逆转的。
- 184dτί γάρ, εἶπεν, οὐ μέλλω
短语 τί γὰρ οὐ μέλλω 是省略了不定词或补足语的口语习语,意为“怎么会不呢?”或“理应如此”。其所省略的补足成分(如 Ἀετὸς καλεῖσθαι)可从上文直接推知。
