← 普鲁塔克

帝王将相格言集

§39.1-39.17

地米斯托克利的机智与萨拉米斯谋略

记述了地米斯托克利在马拉松战役后弃绝少年放荡、在萨拉米斯海战中施展谋略、在日常交往中机智应答,以及流亡波斯后晋见波斯王的一系列言行轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.1

Θεμιστοκλῆς ἔτι μειράκιον ὢν ἐν πότοις ἐκυλινδεῖτο καὶ γυναιξὶν ἐπεὶ δὲ Μιλτιάδης στρατηγῶν ἐνίκησεν ἐν Μαραθῶνι τοὺς βαρβάρους, οὐκέτι ἦν ἐντυχεῖν ἀτακτοῦντι Θεμιστοκλεῖ·1 πρὸς δὲ τοὺς θαυμάζοντας τὴν μεταβολὴν ἔλεγεν ὡς οὐκ ἐᾷ με καθεύδειν οὐδὲ ῥᾳθυμεῖν τὸ Μιλτιάδου τρόπαιον.

地米斯托克利在少年时,沉溺于酒宴与女色之中;但当米太亚德身为统帅在马拉松战胜蛮族之后,人们便再也见不到地米斯托克利放纵不羁了。对于那些对其转变感到惊异的人,他说道: “米太亚德的战利品使我夜不能寐,也不得安逸。”

§39.2

ἐρωτηθεὶς δὲ πότερον Ἀχιλλεὺς ἐβούλετʼ ἂν ἢ Ὅμηρος εἶναι, σὺ δʼ αὐτός, ἔφη, πότερον ἤθελες ὁ νικῶν Ὀλυμπίασιν ἢ ὁ κηρύττων τοὺς νικῶντας εἶναι;

当被问及更愿意成为阿喀琉斯还是荷马时,他说: “那么你自己呢, 你更愿意成为在奥林匹亚获胜的选手,还是宣布获胜者的司仪呢?”

§39.3

Ξέρξου δὲ καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα τῷ μεγάλῳ στόλῳ, φοβηθεὶς Ἐπικύδην τὸν δημαγωγὸν αἰσχροκερδῆ καὶ δειλὸν ὄντα μὴ στρατηγὸς γενόμενος ἀπολέσῃ τὴν πόλιν,2 ἔπεισεν ἀργυρίῳ τῆς στρατηγίας ἀποστῆναι.

当薛西斯率领庞大舰队进犯希腊时,他担心贪图不义之财且怯懦的煽动家埃庇库得斯若成为统帅会毁灭城邦,便用金钱说服他放弃了统帅权。

§39.4

Ἀδειμάντου δὲ ναυμαχεῖν μὴ τολμῶντος, εἰπόντος πρὸς τὸν Θεμιστοκλέα τοὺς Ἕλληνας παρακαλοῦντα καὶ προτρέποντα, ὦ Θεμιστόκλεις, τοὺς ἐν τοῖς ἀγῶσι προεξανισταμένους μαστιγοῦσιν ἀεί, ναί, εἶπεν, ὦ Ἀδείμαντε, τοὺς δὲ λειπομένους οὐ στεφανοῦσιν.

阿得曼托斯不敢进行海战,并对激励和敦促希腊人的地米斯托克利说:“地米斯托克利啊,在竞技中抢先起跑的人总是要挨鞭子的”,他回答说:“是的,阿得曼托斯,但落在后面的人是得不到冠冕的。”

§39.5

Ἐπαραμένου δὲ τοῦ Εὐρυβιάδου τὴν βακτηρίαν ὡς πατάξοντος, πάταξον μὲν οὖν, εἶπεν, ἄκουσον δέ.

当欧律比阿德斯举起手杖作势要打他时,他说:“打吧,但请听我说。”

§39.6

μὴ πείθων δὲ τὸν Εὐρυβιάδην ἐν τοῖς στενοῖς ναυμαχῆσαι, κρύφα πρὸς τὸν βάρβαρον ἔπεμψε παραινῶν μὴ δεδιέναι τοὺς Ἕλληνας ἀποδιδράσκοντας· ἐπεὶ δὲ πεισθεὶς ἐκεῖνος ἡττήθη ναυμαχήσας ὅπου συνέφερε τοῖς Ἕλλησι, πάλιν ἔπεμψε πρὸς αὐτὸν κελεύων φεύγειν ἐπὶ τὸν Ἑλλήσποντον τὴν ταχίστην ὡς τῶν Ἑλλήνων διανοουμένων λύειν τὴν γέφυραν, ἵνα σῴζων τοὺς Ἕλληνας ἐκεῖνον δοκῇ σῴζειν.

在未能说服欧律比阿德斯在狭窄海峡中交战时,他暗中派人前往蛮族王那里,劝告他不要害怕希腊人会逃脱。当对方中计并在希腊人有利的地方交战战败后,他又派人去见他,催促他以最快速度逃往赫勒斯滂,声称希腊人正打算拆除桥梁;这样他既拯救了希腊人,又显得像是在拯救对方。

§39.7

τοῦ δὲ Σεριφίου πρὸς αὐτὸν εἰπόντος, ὡς οὐ διʼ αὑτὸν ἀλλὰ διὰ τὴν πόλιν ἔνδοξός ἐστιν, ἀληθῆ λέγεις, εἶπεν, ἀλλʼ οὔτʼ ἂν ἐγὼ Σερίφιος ὢν ἐγενόμην ἔνδοξος οὔτε σὺ Ἀθηναῖος.

塞里福斯人对他进言说,他之所以闻名并非因其自身而是因其城邦,他说:“你说得对;但若我是塞里福斯人,我不会成名;若你是雅典人,你也成不了名。”

§39.8

Ἀντιφάτου δὲ τοῦ καλοῦ πρότερον μὲν ἐρῶντα τὸν Θεμιστοκλέα φεύγοντος καὶ καταφρονοῦντος, ἐπεὶ δὲ δόξαν ἔσχε μεγάλην καὶ δύναμιν, προσερχομένου καὶ κολακεύοντος, ὦ μειράκιον, εἶπεν, ὀψὲ μὲν ἀμφότεροι ἀλλὰ νοῦν ἐσχήκαμεν.

美少年安提法忒斯先前在受到地米斯托克利爱慕时躲避且蔑视他,后来见他拥有了巨大的声望与权势,便主动前来奉承讨好;他说道:“年轻人啊,我们俩虽然迟了些,但总算都懂事了。”

§39.9

πρὸς δὲ Σιμωνίδην ἐξαιτούμενόν τινα κρίσιν οὐ δικαίαν ἔφη μήτʼ ἂν ἐκεῖνον γενέσθαι ποιητὴν ἀγαθὸν ᾄδοντα παρὰ μέλος μήτʼ αὐτὸν ἄρχοντα χρηστὸν δικάζοντα παρὰ τὸν νόμον.3

面对西摩尼得斯请求某项不正当判决的要求,他说,如果西摩尼得斯违背曲调唱歌就不会成为优秀的诗人,正如自己违背法律裁判就不会成为贤良的行政官一样。

§39.10

τὸν δὲ υἱὸν ἐντρυφῶντα τῇ μητρὶ πλεῖστον Ἑλλήνων ἔλεγε δύνασθαι· τῶν γάρ Ἑλλήνων ἄρχειν Ἀθηναίους, Ἀθηναίων δʼ ἑαυτόν, ἑαυτοῦ δὲ τὴν ἐκείνου μητέρα, τῆς δὲ μητρὸς ἐκεῖνον.

他曾说,对母亲骄纵任性的儿子是希腊人中最有权势的;因为雅典人统治希腊人,他自己统治雅典人,而儿子的母亲统治他,那儿子又统治着母亲。

§39.11

τῶν δὲ τὴν θυγατέρα μνωμένων αὐτοῦ τὸν ἐπιεικῆ τοῦ πλουσίου προτιμήσας ἄνδρα ἔφη ζητεῖν χρημάτων δεόμενον μᾶλλον ἢ χρήματα ἀνδρός.

在向其女儿求婚的人中,他看重品行端正者胜过富有者,并说自己寻求的是一个需要钱的男子,而非需要男子的钱财。

§39.12

χωρίον δὲ πωλῶν ἐκέλευσε κηρύττειν ὅτι καὶ γείτονα χρηστὸν ἔχει.

在变卖一块地产时,他吩咐宣告它还有一位好邻居。

§39.13

τῶν δὲ Ἀθηναίων αὐτὸν προπηλακιζόντων, τί κοπιᾶτε, εἶπεν, ὑπὸ τῶν αὐτῶν πολλάκις εὐχρηστούμενοι; καὶ ταῖς πλατάνοις ἀπείκαζεν αὑτόν, αἷς ὑποτρέχουσι χειμαζόμενοι, γενομένης δὲ εὐδίας τίλλουσι παρερχόμενοι καὶ κολούουσιν.

当雅典人侮辱他时,他说:“常常从同一批人那里得到益处,你们为何还心生厌倦呢?”他把自己比作悬铃木:人们在遭逢暴风雨时奔至树下避雨,可一旦放晴,走过时又采摘其枝叶并将它砍折。

§39.14

τοὺς δὲ Ἐρετριεῖς ἐπισκώπτων ἔλεγεν ὥσπερ τευθίδας μάχαιραν μὲν ἔχειν καρδίαν δὲ μὴ ἔχειν.

在嘲讽埃雷特里亚人时,他说他们就像乌贼一样,虽有剑(骨),却没有心(胆魄)。

§39.15

ἐπεὶ δὲ ἐξέπεσε τῶν Ἀθηνῶν τὸ πρῶτον, εἶτα καὶ τῆς Ἑλλάδος, ἀναβὰς πρὸς βασιλέα καὶ κελευόμενος λέγειν ἔφη τὸν λόγον ἐοικέναι τοῖς ποικίλοις στρώμασιν ὡς γὰρ ἐκεῖνα, καὶ τοῦτον ἐκτεινόμενον μὲν ἐπιδεικνύναι τὰ εἴδη, συστελλόμενον δὲ κρύπτειν καὶ διαφθείρειν.

当他起初被逐出雅典,随后又被逐出希腊时,他前去晋见波斯王;在被要求发言时,他说言辞好比绚丽的花毯:因为正如花毯一样,言辞在展开时能展现图案,收拢时却将图案遮掩并破坏。

§39.16

ᾐτήσατο δὲ καὶ χρόνον ὅπως τὴν Περσικὴν διάλεκτον καταμαθὼν διʼ ἑαυτοῦ καὶ μὴ διʼ ἑτέρου ποιήσαιτο τὴν πρὸς αὐτὸν ἔντευξιν.

他还请求给予时间,以便学会波斯语后,能够亲自而非通过他人与国王交谈。

§39.17

πολλῶν δὲ δωρεῶν ἀξιωθεὶς καὶ ταχὺ πλούσιος γενόμενος πρὸς τοὺς παῖδας εἶπεν, ὦ παῖδες, ἀπωλόμεθʼ ἄν, εἰ μὴ ἀπωλώλειμεν.4

在获赐丰厚赏赐并迅速富有之后,他对孩子们说:“孩子们,如果我们当初不曾覆亡,我们早就覆亡了。”

语法注4 条
  1. 185aοὐκέτι ἦν ἐντυχεῖν ἀτακτοῦντι Θεμιστοκλεῖ

    ἦν 与不定式 ἐντυχεῖν 构成表示可能性的无人称句(“再也不可能碰见/见到”)。与格 ἀτακτοῦντι Θεμιστοκλεῖ 受 ἐντυχεῖν 支配,分词 ἀτακτοῦντι 用作限定或状态描述,指“行为放肆的地米斯托克利”。

  2. 185aφοβηθεὶς Ἐπικύδην ... μὴ στρατηγὸς γενόμενος ἀπολέσῃ τὴν πόλιν

    先取结构(prolepsis)。逻辑上作为后续从属惧怕从句(μὴ...ἀπολέσῃ)的主语的 Ἐπικύδην,被提前作为分词 φοβηθείς 的直接宾格宾语出现,意为“因惧怕埃庇库得斯……会毁灭城邦”。

  3. 185dμήτʼ ἂν ἐκεῖνον γενέσθαι ποιητὴν ἀγαθὸν ᾄδοντα παρὰ μέλος μήτʼ αὐτὸν ἄρχοντα χρηστὸν δικάζοντα παρὰ τὸν νόμον

    在 ἔφη 引出的间接引语中,ἄν 搭配不定式 γενέσθαι 代表直接引语中带有 ἄν 的愿望语气/潜在愿望句(即 οὔτʼ ἂν γένοιο... οὔτʼ ἂν γενοίμην)。现在分词 ᾄδοντα 和 δικάζοντα 充当条件分词(相当于 εἰ ᾄδοι 和 εἰ δικάζοι)。

  4. 185eἀπωλόμεθʼ ἄν, εἰ μὴ ἀπωλώλειμεν

    与过去事实相反的非真实条件句(反事实条件句)。结论从句(ἀπωλόμεθʼ ἄν)使用不定过去时直陈式加 ἄν,条件从句(εἰ μὴ ἀπωλώλειμεν)使用过去完成时直陈式,表示已完成的流亡或失势状态。全句构成一种修辞上的逆反吊诡:“若非我们当初败亡(指遭贬谪流亡),我们如今早已灭亡了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:39.1-39.17