← 普鲁塔克

帝王将相格言集

§30.1-30.2

德米特里一世围攻罗得岛与宽待雅典

记述德米特里乌斯围攻罗得岛时保全名画并留下巨型攻城器械,以及攻克叛乱的雅典后赐予粮食、并对当场纠正其演说语病的市民额外奖赏粮食的逸事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

Ῥοδίους δὲ πολιορκῶν ὁ Δημήτριος ἔλαβεν ἔν τινι προαστείῳ πίνακα Πρωτογένους τοῦ ζωγράφου τὸν Ἰάλυσον γράφοντος ἐπικηρυκευσαμένων δὲ τῶν Ῥοδίων καὶ φείσασθαι τοῦ πίνακος παρακαλούντων, ἔφη μᾶλλον ἂν τὰς τοῦ πατρὸς εἰκόνας ἢ τὴν γραφὴν ἐκείνην διαφθεῖραι.1 σπεισάμενος δὲ τοῖς Ῥοδίοις τὴν ἑλέπολιν ἀπέλιπε παρʼ αὐτοῖς, ὑπόδειγμα τῆς αὑτοῦ μεγαλουργίας ἐκείνων δὲ ἀνδρείας ἐσομένην.2

德米特里乌斯围攻罗得岛人时,在某一郊区获得了画家普罗托格涅斯所作描绘雅鲁索斯的木板画;罗得岛人派来使节恳求他保全那幅画,他便说,自己宁可毁掉父亲的画像,也不愿损坏那幅画作。在与罗得岛人缔结和约后,他将“破城者”(攻城塔)留在了他们那里,作为自己宏大伟业以及对方勇毅气概的见证。

§30.2

ἀποστάντων δὲ τῶν Ἀθηναίων, ἑλὼν τὴν πόλιν ἤδη κακῶς ὑπὸ σιτοδείας ἔχουσαν, εὐθὺς ἐκκλησίας αὐτῷ συναχθείσης, ἐπέδωκε δωρεὰν σῖτον αὐτοῖς· δημηγορῶν δὲ περὶ τούτων ἐβαρβάρισε· τῶν δὲ καθημένων τινὸς ὡς ἔδει τὸ ῥῆμα λεχθῆναι παραφωνήσαντος, οὐκοῦν, ἔφη, καὶ τῆς ἐπανορθώσεως ταύτης3 ἄλλους ὑμῖν πεντακισχιλίους ἐπιδίδωμι μεδίμνους.

当雅典人背叛后,他攻陷了那座本已因粮荒而陷入困境的城邦;在为他立即召开公民大会时,他向他们无偿捐赠了粮食;但在就这些事务向民众演说时,他犯了语病;座中有一人高声喊出了该词原本应当如何表达,“既然如此,”他说道,“看在这次纠正的份上,我再额外发给你们五千麦狄姆诺斯。”

语法注3 条
  1. 183bμᾶλλον ἂν τὰς τοῦ πατρὸς εἰκόνας ἢ τὴν γραφὴν ἐκείνην διαφθεῖραι

    这是由 ἔφη 引导的间接引语不定词结构,语气小词 ἄν 与不定词 διαφθεῖραι 结合,对应直接引语中的潜在希求法(μᾶλλον ἂν ... διαφθείραιμι)。与比较级 μᾶλλον 相呼应的连词 ἢ(“比……”)使全句构成“宁可毁坏父亲的肖像,也不愿损坏那幅画”的比较句式。

  2. 183bὑπόδειγμα τῆς αὑτοῦ μεγαλουργίας ἐκείνων δὲ ἀνδρείας ἐσομένην

    将来时分词 ἐσομένην 为阴性单数宾格,修饰前面的直接宾语 τὴν ἑλέπολιν(阴性名词,攻城塔),表示目的或结果。ὑπόδειγμα 充当其表语性宾格(“作为……的证明”),并列连接了两个并置的属格短语 τῆς αὑτοῦ μεγαλουργίας(自己的宏大功业)与 ἐκείνων δὲ ἀνδρείας(对方的英勇)。

  3. 183cτῆς ἐπανορθώσεως ταύτης

    表示代价、报偿(或原因)的属格。它指明了下文直接宾语 ἄλλους ... πεντακισχιλίους ... μεδίμνους(“额外的五千麦狄姆诺斯粮食”)得以赐予的对价或由头,意为“作为这次纠正的报酬”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:30.1-30.2