- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:29.1-29.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了安提柯一世在面对士兵、儿子、诗人及哲学家时展现其机智与讽刺的诸多轶事及名言。
Ἀντίγονος εἰσέπραττε χρήματα συντόνως· εἰπόντος δέ τινος, ἀλλʼ οὐκ Ἀλέξανδρος ἦν τοιοῦτος, εἰκότως, εἶπεν, ἐκεῖνος μὲν γὰρ ἐθέριζε τὴν Ἀσίαν, ἐγὼ δὲ καλαμῶμαι.
安提柯曾严厉征收钱财;有人说:“亚历山大可不是这样的,”他答道:“理当如此,因为他是在收割亚洲,而我是在拾穗。”
τῶν δὲ στρατιωτῶν ἰδών τινας ἐν τοῖς θώραξι καὶ τοῖς κράνεσι σφαιρίζοντας ἥσθη, καὶ τοὺς ἡγεμόνας αὐτῶν μετεπέμπετο ἐπαινέσαι βουλόμενος· ὡς δὲ ἤκουσεν ὅτι πίνουσιν, τὰς ἐκείνων ἡγεμονίας τοῖς στρατιώταις ἔδωκε.
当他看见一些士兵披着胸甲、戴着头盔在玩球,十分高兴,便派人召来他们的军官想要予以表彰;但听说军官们正在饮酒,便将他们的指挥权授予了那些士兵。
θαυμαζόντων δὲ πάντων ὅτι γέρων γενόμενος ἠπίως ἐχρῆτο καὶ πράως τοῖς πράγμασι, πρότερον μὲν γάρ, εἶπε, δυνάμεως ἐδεόμην, νῦν δὲ δόξης καὶ εὐνοίας.
众人都惊叹他年事已高却处事宽仁温和,他说道:“从前我需要的是权势,而现在需要的是名望与好意。”
πρὸς δὲ τὸν υἱὸν Φίλιππον πυθόμενον πλειόνων παρόντων, πότε μέλλομεν ἀναζευγνύναι; τί δέδοικας; εἶπε, μὴ μόνος τῆς σάλπιγγος οὐκ ἀκούσῃς;1
他的儿子腓力在多人面前问他:“我们何时拔营?”他答道:“你怕什么?怕你一个人听不到军号声吗?”
σπουδάσαντος δὲ τοῦ νεανίσκου λαβεῖν κατάλυσιν παρὰ γυναικὶ χήρᾳ τρεῖς ἐχούσῃ θυγατέρας εὐπρεπεῖς, καλέσας τὸν ἐπὶ τῶν ξενίων εἶπεν, οὐκ ἐξάξεις μου τὸν υἱὸν ἀπὸ τῆς στενοχωρίας;
那个年轻人急于在一个带着三个漂亮女儿的寡妇家中借宿,安提柯便唤来负责接待住宿的官员说:“你能不能把我儿子从那窄局中带出来?”
νοσήσας δὲ μακρὰν νόσον ὡς ἀνέρρωσεν, οὐδέν, ἔφη, χεῖρον· ὑπέμνησε γὰρ ἡμᾶς ἡ νόσος μὴ μέγα φρονεῖν ὡς ὄντας θνητούς.
他生了一场久病,痊愈后说道:“并无坏处;因为疾病提醒了我们,作为凡人,切不可自视过高。”
Ἑρμοδότου δὲ αὐτὸν ἐν τοῖς ποιήμασιν Ἡλίου παῖδα γράψαντος, οὐ ταῦτά μοι, ἔφη, σύνοιδεν ὁ λασανοφόρος.
赫尔摩多托斯在诗作中把他写作太阳之子,他说道:“给我倒夜壶的仆人可不知道我身上有这回事。”
εἰπόντος δέ τινος ὅτι πάντα καλὰ καὶ δίκαια τοῖς βασιλεῦσι, ναὶ μὰ Δία, εἶπε, τοῖς τῶν βαρβάρων· ἡμῖν δὲ μόνα καλὰ τὰ καλὰ καὶ μόνα δίκαια τὰ δίκαια.
有人说道:“对于君王而言,万事皆为美善与正当,”他说道:“指宙斯发誓,确实如此——是对蛮族的君王而言!而对我们而言,只有美善的才是美善,只有正当的才是正当。”
Μαρσύου τοῦ ἀδελφοῦ δίκην ἔχοντος, ἀξιοῦντος δὲ τὴν κρίσιν αὐτῷ γενέσθαι κατʼ οἰκίαν, ἔσται μὲν οὖν, εἶπεν, ἐν τῇ ἀγορᾷ καὶ πάντων ἀκουόντων εἰ μηδὲν ἀδικοῦμεν.
他的兄弟马耳绪阿斯有诉讼在身,请求在私宅中为他审理,他答道:“恰恰相反,若我们问心无愧,审判将在广场上且在所有人听闻之下进行。”
ἐπεὶ δέ ποτε χειμῶνος ἐν τόποις σπανίζουσι τῶν ἐπιτηδείων ἠνάγκασε καταζεῦξαι καὶ τῶν στρατιωτῶν τινες ἐλοιδόρουν αὐτὸν ἀγνοοῦντες ὅτι πλησίον ἐστίν, τῇ βακτηρίᾳ τὴν σκηνὴν διαστείλας οἰμώξετε, εἶπεν, εἰ μὴ μακρότερον ἀποστάντες λοιδορήσετε ἡμᾶς.
有一年冬天,他迫使军队在粮草匮乏之地扎营,几名士兵不知道他就在近旁而辱骂他;他用手杖拨开营帐说道:“你们若不走远点再骂我们,可就要倒霉了。”
Ἀριστοδήμου δὲ τῶν φίλων τινὸς ἐκ μαγείρου γεγονέναι δοκοῦντος, συμβουλεύοντος δὲ αὐτῷ τῶν ἀναλωμάτων καὶ τῶν δωρεῶν ἀφαιρεῖν, οἱ λόγοι σου, εἶπεν, ὦ Ἀριστόδημε, περιζώματος ὄζουσιν.
他的朋友阿里斯托得摩斯被认为是厨子出身,劝他削减开支与馈赠,他说道:“阿里斯托得摩斯啊,你的话闻起来有一股围裙味。”
Ἀθηναίων δὲ δοῦλον αὐτοῦ τιμώμενον εἰς τὴν πολιτείαν ὡς ἐλεύθερον ἐγγραψάντων, οὐκ ἄν, εἶπεν, ἐβουλόμην2 ἕνα Ἀθηναῖον ὑπʼ ἐμοῦ μαστιγοῦσθαι.
雅典人将他的一名得宠奴隶作为自由人登记入公民籍,他说道:“我本不愿看到任何一个雅典人被我施以笞刑。”
νεανίσκου δέ τινος τῶν Ἀναξιμένους τοῦ ῥήτορος μαθητῶν λόγον ἐσκεμμένον ἐκ παρασκευῆς εἰπόντος ἐπʼ αὐτοῦ, βουλόμενός τι μαθεῖν ἠρώτησεν· ἀποσιωπήσαντος δὲ τοῦ νεανίσκου, τί λέγεις; εἶπεν, ἢ "ταῦτʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα; "
修辞学家阿那克西墨涅斯的一名青年门生在他面前背诵了一篇精心预备的演说,安提柯想了解一些事情便发问;那青年沉默不语,他便说道:“你说什么呢?还是说‘此乃写在木板上的文字’?”
ἑτέρου δὲ ῥήτορος ἀκούων λέγοντος ὅτι χιονοβόλος ἡ ὥρα γενομένη λιποβοτανεῖν ἐποίησε τὴν χώραν, οὐ παύσῃ μοι, εἶπεν, ὡς ὄχλῳ χρώμενος;3
听到另一位修辞学家说道“降雪的时节使这片土地草料匮乏”,他说道:“你难道就不能不把我当成乌合之众吗?”
Θρασύλλου δὲ τοῦ κυνικοῦ δραχμὴν αἰτήσαντος αὐτόν, ἀλλʼ οὐ βασιλικόν, ἔφη, τὸ δόμα· τοῦ δὲ εἰπόντος, οὐκοῦν τάλαντον δός μοι, ἀλλʼ οὐ κυνικόν, ἔφη, τὸ λῆμμα.
犬儒派的斯拉苏卢斯向他索要一个德拉克马,他答道:“这可不是王者风范的礼物。”那人又说:“那么给我一个塔兰特吧,”他答道:“这可不是犬儒派合宜的所得。”
πέμπων δὲ Δημήτριον τὸν υἱὸν μετὰ νεῶν πολλῶν καὶ δυνάμεων ἐλευθερώσοντα τοὺς Ἕλληνας ἔλεγε τὴν δόξαν ὥσπερ ἀπὸ σκοπῆς τῆς Ἑλλάδος4 εἰς τὴν οἰκουμένην πυρσεύεσθαι.
他派遣儿子德米特里乌斯率领众多战船和军力去解放希腊人,并说道,声威如同从希腊这一守望台一般,以烽火传向天下。
Ἀνταγόρου δὲ τοῦ ποιητοῦ γόγγρον ἕψοντος καὶ αὐτοῦ τὴν λοπάδα σείοντος, ἐπιστὰς ἐξόπισθεν, οἴει, φησί, τὸν Ὅμηρον, ὦ Ἀνταγόρα, γόγγρον ἕψειν τὰς τοῦ Ἀγαμέμνονος γράφοντα πράξεις; καὶ ὁ Ἀνταγόρας, σὺ δέ, εἶπεν, ὦ βασιλεῦ, τὸν Ἀγαμέμνονα νομίζεις πράττοντα τὰς πράξεις ἐκείνας πολυπραγμονεῖν, εἴ τις ἐν τῷ στρατοπέδῳ γόγγρον ἕψει;
诗人安塔哥拉斯正在煮鳗鱼并亲自晃动平底锅,安提柯站在他身后说道:“安塔哥拉斯啊,你以为荷马在书写阿伽门农的事迹时,也是在煮鳗鱼吗?”安塔哥拉斯答道:“那么国王啊,您以为阿伽门农在成就那些事迹时,会多管闲事去打听营地里是否有人在煮鳗鱼吗?”
ἐπεὶ δʼ ὄναρ ἰδὼν χρυσοῦν θέρος ἐξαμῶντα Μιθριδάτην ἐβουλεύσατο κτεῖναι, καὶ Δημητρίῳ τῷ υἱῷ φράσας ὥρκωσε σιωπήσειν, παραλαβὼν τὸν Μιθριδάτην ὁ Δημήτριος καὶ συμπεριπατῶν παρὰ θάλατταν ἐν τῷ αἰγιαλῷ κατέγραψε τῷ σαυρωτῆρι τοῦ δόρατος, φεῦγε, Μιθριδᾶτα. ἐκεῖνος δὲ νοήσας ἔφυγεν εἰς Πόντον κἀκεῖ βασιλεύων διετέλεσε.
他在梦中见到米特拉达梯在收割金色的庄稼,便决意杀了他,并告诉了儿子德米特里乌斯,让他宣誓保密;德米特里乌斯带走米特拉达梯并在海边一同散步,用长矛后端的尖头在沙滩上写道:“快逃,米特拉达梯。”那人领会其意便逃往本都,并在那里终生为王。
- 182bμὴ μόνος τῆς σάλπιγγος οὐκ ἀκούσῃς
由表示担忧的动词(δέδοικας)引出的从句,在 μή 之后使用带有否定词 οὐ 的虚拟式(οὐκ ἀκούσῃς),表示担心某事“不会发生”(即标准的 δέδοικα μὴ οὐ 结构)。在此构成讽刺性的反问:“难道你怕唯独你听不到军号声吗?”
- 182dοὐκ ἄν,, εἶπεν, ἐβουλόμην
由 ἄν 搭配未完成过去式直陈式(ἐβουλόμην)构成的潜势或未能实现的意愿结构,意为“我本不愿(不得不笞打雅典人)”。安提柯以此讽刺表达不满:雅典人赋予其奴隶公民权,反而导致他若管教奴隶就成了责打雅典公民。
- 182eοὐ παύσῃ μοι, εἶπεν, ὡς ὄχλῳ χρώμενος;
由否定词 οὐ 与将来直陈式第二人称(παύσῃ)构成的疑问句,习惯上表达强烈的命令语气(“你难道不能停止……吗?”)。与格 μοι 为伦理与格,表示说话者的主观情感与反感;分词短语 ὡς ὄχλῳ χρώμενος 作 παύομαι 的补充成分,意为“将我视同群氓般对待”。
- 182eὥσπερ ἀπὸ σκοπῆς τῆς Ἑλλάδος
名词属格 τῆς Ἑλλάδος 与介词短语中的 σκοπῆς 构成同位语(或同位性属格),意为“从作为守望台的希腊”。此处将整个希腊比作一座瞭望高台,声威的烽火从这里向全天下传报。
