- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:31.1-31.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述安提柯二世(戈纳塔斯)的言行:为营救其父德米特里乌斯向塞琉古提出条件、海战前对舵手的机智回应、论战术撤退的本意、对冒领父辈军饷的懦弱士兵的裁决,以及哀悼哲学家季蒂昂的芝诺之辞。
Ἀντίγονος ὁ δεύτερος, Δημητρίου τοῦ πατρὸς ἁλόντος καὶ πέμψαντός τινα τῶν φίλων καὶ κελεύοντος μὴ προσέχειν, ἄν τι γράφῃ βιασθεὶς ὑπὸ Σελεύκου, μηδὲ παραχωρεῖν τῶν πόλεων, αὐτὸς ἔγραψε πρὸς Σέλευκον ἐξιστάμενος αὐτῷ τῆς ἀρχῆς ἁπάσης καὶ παραδιδοὺς ὅμηρον ἑαυτὸν ἐπὶ τῷ τὸν πατέρα Δημήτριον ἀπολυθῆναι.1
安提柯二世在其父德米特里乌斯被俘并派遣一位友人命其切莫理会自己受塞琉古强迫所写的任何书信、亦不可让出诸城时,亲自致信塞琉古,表示愿将全部统治权让予对方,并以自身抵作人质,条件是其父德米特里乌斯获释。
μέλλων δὲ ναυμαχεῖν πρὸς τοὺς Πτολεμαίου στρατηγούς, εἰπόντος τοῦ κυβερνήτου πολὺ πλείονας εἶναι τὰς τῶν πολεμίων ναῦς, ἐμὲ δέ, ἔφη, αὐτὸν παρόντα πρὸς πόσας ἀντιτάττεις;2
当他即将与托勒密的将领们展开海战,掌舵人说敌舰数量远多于己方时,“而我,”他说道,“对于我亲自坐镇,你要拿多少艘船来相抵呢?”
ὑποχωρῶν δέ ποτε τοῖς πολεμίοις ἐπερχομένοις οὐκ ἔφη φεύγειν, ἀλλὰ διώκειν τὸ συμφέρον ὀπίσω κείμενον.
又有一次,面对进攻的敌人而撤退时,他表示自己并非在逃跑,而是在追赶留在后方的利益。
ἐπεὶ δὲ νεανίσκος ἀνδρείου πατρός,3 αὐτὸς δὲ μὴ πάνυ δοκῶν ἀγαθὸς εἶναι στρατιώτης ἠξίου τὰς τοῦ πατρὸς λαμβάνειν ἀποφοράς, ἀλλʼ ἐγώ, εἶπεν, ὦ μειράκιον, ἀνδραγαθίας οὐ πατραγαθίας4 μισθοὺς καὶ δωρεὰς δίδωμι.
当一个出身于英勇父亲之家、自身却丝毫不显精良的年轻士兵要求领取其父原先的津贴时,“但我,”他说道,“年轻人啊,我所赐予的薪俸和奖赏,是看个人的英勇,而非父亲的英名。”
Ζήνωνος δὲ τοῦ Κιτιέως ἀποθανόντος, ὃν μάλιστα τῶν φιλοσόφων ἐθαύμασεν, ἔλεγε τὸ θέατρον αὐτοῦ τῶν πράξεων ἀνῃρῆσθαι.
而在哲学家中最受他推崇的季蒂昂的芝诺去世时,他常说,展示自己作为的剧场已被拆除了。
- 1ἐπὶ τῷ τὸν πατέρα Δημήτριον ἀπολυθῆναι
介词 ἐπί 与与格冠词不定式(τῷ ... ἀπολυθῆναι)连用,表示条件或约定(“在……的条件下”)。宾格短语 τὸν πατέρα Δημήτριον 作该被动不定式的逻辑主语。
- 183dἐμὲ δέ... αὐτὸν παρόντα πρὸς πόσας ἀντιτάττεις;
由插入动词 ἔφη 分隔的倒装/远隔构造(hyperbaton)。强调性的宾格宾语 ἐμέ(后接同位修饰语 αὐτὸν παρόντα)置于句首,受谓语动词 ἀντιτάττεις 支配,意为“对于我亲临于此,你拿几艘敌舰与我相抗衡?”。
- 183dνεανίσκος ἀνδρείου πατρός
属格短语 ἀνδρείου πατρός 直接修饰名词 νεανίσκος,省略了名词 υἱός(儿子)或分词 ὤν,作表示出身或血统的属格(“一位英勇父亲的年轻后代”),并与随后的 αὐτὸς δέ 从句形成对照。
- 183dἀνδραγαθίας οὐ πατραγαθίας
修辞上的双关与仿造词:将现成词 ἀνδραγαθία(勇气、善德,由 ἀνήρ 衍生)与仿造词 πατραγαθία(以 πατήρ 替换 ἀνήρ,意为“父亲的德性”)相对照。二者皆作为说明原因或性质的属格修饰 μισθοὺς καὶ δωρεάς。
