- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:27.1-27.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述亚历山大大帝从少年时期至东征期间展现其野心、机智、慷慨与气度的诸多轶事及名言。
Ἀλέξανδρος ἔτι παῖς ὤν, πολλὰ τοῦ Φιλίππου κατορθοῦντος, οὐκ ἔχαιρεν, ἀλλὰ πρὸς τοὺς συντρεφομένους ἔλεγε παῖδας, ἐμοὶ δὲ ὁ πατὴρ οὐδὲν ἀπολείψει. τῶν δὲ παίδων λεγόντων ὅτι σοὶ ταῦτα κτᾶται τί δὲ ὄφελος, εἶπεν, ἐὰν ἔχω μὲν πολλὰ πράξω δὲ μηδέν;
亚历山大尚在幼年时,腓力屡建功勋,他并不高兴,反而对同他一起抚养长大的伙伴们说: “父亲什么也不会给我留下了。” 伙伴们说: “他是为你赢取这一切的。” 亚历山大说: “如果我拥有许多东西,却无所作为,那又有什么用呢?”
ἐλαφρὸς δὲ ὢν καὶ ποδώκης καὶ παρακαλούμενος ὑπὸ τοῦ πατρὸς Ὀλύμπια δραμεῖν στάδιον, εἴγε, ἔφη, βασιλεῖς ἕξειν ἔμελλον ἀνταγωνιστάς.1
他体态轻捷且足步迅疾,当父亲勉励他参加奥林匹亚运动会的短跑比赛时,他说: “倘若我将会有国王作为对手的话,我倒愿意。”
ἀχθείσης δὲ παιδίσκης πρὸς αὐτὸν ὡς συναναπαυσομένης περὶ ἑσπέραν βαθεῖαν, ἠρώτησεν ὅ τι τηνικαῦτα· τῆς δὲ εἰπούσης, περιέμενον γὰρ τὸν ἄνδρα κατακλῖναι, πικρῶς ἐπετίμησε τοῖς παισὶν ὡς μικροῦ διʼ αὐτοὺς μοιχὸς γενόμενος.2
某次夜色已深之时,一个年轻婢女被带到他跟前与他共寝,他问为何来得这样迟。女子答道:“因为我在等候丈夫睡下。”亚历山大便严厉斥责了仆人们,因为因他们的缘故,自己险些成了通奸者。
Ἐπιθυμιῶντι δὲ τοῖς θεοῖς ἀφειδῶς αὐτῷ καὶ πολλάκις ἐπιδραττομένῳ τοῦ λιβανωτοῦ, παρὼν Λεωνίδης ὁ παιδαγωγός, οὕτως, εἶπεν, ὦ παῖ, δαψιλῶς ἐπιθυμιάσεις, ὅταν τῆς λιβανωτοφόρου κρατήσῃς. ὡς οὖν ἐκράτησεν, ἔπεμψεν ἐπιστολὴν πρὸς αὐτὸν ἀπέσταλκά σοι τάλαντα ἑκατὸν λιβανωτοῦ καὶ κασίας, ἵνα μηκέτι μικρολογῇ περὶ τοὺς θεούς, εἰδὼς ὅτι καὶ τῆς ἀρωματοφόρου κρατοῦμεν.
当他向神明大方地焚香,屡屡抓取大把乳香时,在旁的侍读教师莱奥尼达斯说: “孩子啊,等你征服了产乳香的土地,再这样丰盛地焚香吧。” 于是,当他后来征服了那片土地时,便给教师送去一封信: “我已送给你一百塔兰同的乳香和肉桂,免得你再对神明吝啬,因为你知道我们也已统治了出产香料的土地。”
μέλλων δὲ τὴν ἐπὶ Γρανίκῳ μάχην μάχεσθαι παρεκάλει τοὺς Μακεδόνας ἀφθόνως δειπνεῖν καὶ πάντα φέρειν εἰς μέσον, ὡς αὔριον δειπνήσοντας ἐκ τῶν πολεμίων.3
在即将进行格拉尼库斯河之战时,他勉励马其顿士兵尽情享用晚餐,并将所有食物拿出来共享,因为明天他们就要享用敌人的战利品作为晚餐了。
Περίλλου δέ τινος τῶν φίλων αἰτήσαντος προῖκα τοῖς θυγατρίοις, ἐκέλευσε πεντήκοντα τάλαντα λαβεῖν· αὐτοῦ δὲ φήσαντος ἱκανὰ εἶναι, δέκα, σοί γε, ἔφη, λαβεῖν, ἐμοὶ δʼ οὐχ ἱκανὰ δοῦναι.
他的朋友之一佩里卢斯为女儿们索要嫁妆时,他吩咐那人拿走五十塔兰同。那人说十塔兰同就足够了,亚历山大说: “对你接受而言固然足够,对我赐予而言却不够。”
Ἀναξάρχῳ δὲ τῷ φιλοσόφῳ δοῦναι τὸν διοικητὴν ἐκέλευσεν ὅσον ἂν αἰτήσῃ· τοῦ δὲ διοικητοῦ φήσαντος ὡς ἑκατὸν αἰτεῖ τάλαντα, καλῶς, ἔφη, ποιεῖ γινώσκων ὅτι φίλον ἔχει καὶ δυνάμενον τηλικαῦτα δωρεῖσθαι, καὶ βουλόμενον.
他吩咐财务官,哲学家阿那克萨科斯索要多少就给多少。当财务官报告说他索要一百塔兰同,亚历山大说: “他做得很好,因为他知道自己拥有一位既能赠予如此巨款、又乐于如此赠予的朋友。”
ἐν δὲ τῇ Μιλήτῳ πολλοὺς ἀνδριάντας ἀθλητῶν θεασάμενος Ὀλύμπια καὶ Πύθια νενικηκότων, καὶ ποῦ τὰ τηλικαῦτα, ἔφη, ἦν σώματα, ὅτε οἱ βάρβαροι ὑμῶν τὴν πόλιν ἐπολιόρκουν;
在米利都,他看到许多在奥林匹亚和皮托运动会上获胜的运动员雕像,便说: “当蛮族围攻你们的城邦时,这样强壮的躯体究竟都在哪里呢?”
τῆς δὲ τῶν Καρῶν βασιλίσσης Ἄδας ὄψα καὶ πέμματα παρεσκευασμένα περιττῶς διὰ δημιουργῶν καὶ μαγείρων φιλοτιμουμένης ἀεὶ πέμπειν πρὸς αὐτόν, ἔφη κρείττονας ἔχειν αὐτὸς ὀψοποιούς, πρὸς μὲν ἄριστον τὴν νυκτοπορίαν πρὸς δὲ δεῖπνον τὴν ὀλιγαριστίαν.
卡里亚女王阿达满怀热忱,总是派工匠和厨师精巧制作珍馐糕点送给他。亚历山大说自己拥有更好的厨师:对于早午餐而言是夜行军,对于晚餐而言则是节俭的早午餐。
ἐπεὶ δὲ παρεσκευασμένων πάντων πρὸς μάχην, ἠρώτησαν οἱ στρατηγοὶ μή τι πρὸς τούτοις ἕτερον; οὐδέν, εἶπεν, ἢ ξυρᾶν τὰ γένεια τῶν Μακεδόνων θαυμάσαντος δὲ τοῦ Παρμενίωνος, οὐκ οἶδας, εἶπεν, ὅτι βελτίων οὐκ ἔστιν ἐν μάχαις λαβὴ πώγωνος;
当一切备战就绪,将领们询问此外是否还有别的指示时,他说:“除了剃光马其顿人的胡须,别无其他。”帕尔梅尼奥深感诧异,亚历山大说: “难道你不知道在战斗中没有比胡须更好的把手吗?”
Δαρείου δὲ διδόντος αὐτῷ μύρια τάλαντα καὶ τὴν Ἀσίαν νείμασθαι πρὸς αὐτὸν ἐπίσης, καὶ Παρμενίωνος εἰπόντος, ἔλαβον ἂν εἰ Ἀλέξανδρος ἤμην, κἀγὼ νὴ Δία, εἶπεν, εἰ Παρμενίων ἤμην. ἀπεκρίνατο δὲ Δαρείῳ μήτε τὴν γῆν ἡλίους δύο μήτε τὴν Ἀσίαν δύο βασιλεῖς ὑπομένειν.
大流士提议赠予他一万塔兰同,并与他平分亚洲领土。帕尔梅尼奥说:“如果我是亚历山大,我就会接受。”亚历山大说: “凭宙斯起誓,如果我是帕尔梅尼奥,我也会接受。” 他答复大流士说,地上容不下两个太阳,亚洲也容不下两个国王。
μέλλοντι δὲ αὐτῷ περὶ τῶν ὅλων ἐν Ἀρβήλοις κινδυνεύειν πρὸς ἑκατὸν μυριάδας ἀντιτεταγμένας προσῄεσαν οἱ φίλοι, τῶν στρατιωτῶν κατηγοροῦντες ὡς ἐν ταῖς σκηναῖς διαλαλούντων καὶ συντιθεμένων, ὅπως μηδὲν τῶν λαφύρων εἰς τὸ βασιλικὸν ἀνοίσουσιν ἀλλʼ αὐτοὶ κερδανοῦσιν. ὁ δὲ μειδιάσας, ἀγαθά, φησίν, ἀγγέλλετε· νικᾶν γὰρ ἀνδρῶν οὐ φεύγειν παρεσκευασμένων ἀκούω διαλογισμούς. καὶ προσιόντες αὐτῷ πολλοὶ τῶν στρατιωτῶν ἔλεγον ὦ βασιλεῦ, θάρρει καὶ μὴ φοβοῦ τὸ πλῆθος τῶν πολεμίων, αὐτὸν γὰρ ἡμῶν τὸν γράσον οὐχ ὑπομενοῦσι.
在阿贝拉,面对迎面排列的一百万敌军,即将孤注一掷决战之际,朋友们走上前来,告发士兵们在帐篷中私下议论并达成协定,要把战利品全不上缴王室金库而据为己有。亚历山大微笑着说: “你们带来了好消息;因为我听到的,是一群决心求胜而非准备逃跑之人的谋划。” 许多士兵也走上前来对他说: “国王啊,鼓起勇气,不要害怕敌人的庞大数量;因为他们连我们身上的膻气都受不了。”
Παραταττομένου δὲ τοῦ στρατεύματος ἰδών τινα τῶν στρατιωτῶν τὸ ἀκόντιον ἐναγκυλούμενον ἐξέωσε τῆς φάλαγγος ὡς ἄχρηστον, ὃς παρασκευάζεται δὴ νῦν, ὅτε χρῆσθαι δεῖ τοῖς ὅπλοις.
在全军列阵之时,他看到一名士兵正在给标枪套上投掷皮带,便将其作为无用之辈逐出方阵,因为这人: “偏偏在应当使用武器的当下,才着手做准备。”
ἐπιστολὴν δὲ παρὰ τῆς μητρὸς ἀναγινώσκων ἀπορρήτους κατʼ Ἀντιπάτρου διαβολὰς ἔχουσαν, ἅμα τοῦ Ἡφαιστίωνος ὥσπερ εἰώθει συναναγινώσκοντος, οὐκ ἐκώλυσεν ὡς δὲ ἀνέγνω τὸν δακτύλιον ἀφελόμενος τὸν ἑαυτοῦ τῷ στόματι τῷ ἐκείνου τὴν σφραγῖδα ἐπέθηκεν.
当他阅读母亲寄来的一封载有针对安提帕特的秘密诽谤的信函时,赫菲斯提翁照例与他一同阅览,他并未阻止;但在读完之后,他摘下自己的戒指,将印章按在了赫菲斯提翁的嘴唇上。
ἐν δὲ Ἄμμωνος ὑπὸ τοῦ προφήτου παῖς Διὸς προσαγορευθεὶς οὐδέν γε, ἔφη, θαυμαστόν, πάντων μὲν γὰρ ὁ Ζεὺς φύσει πατήρ ἐστιν, ἑαυτοῦ δὲ ποιεῖται τοὺς ἀρίστους.
在阿蒙神庙被神谕宣谕者称为宙斯之子时,他说: “这毫不奇怪;因为宙斯在本质上是全人类的父亲,但他将最优秀者纳为自己的儿子。”
τοξεύματι δὲ πληγεὶς εἰς τὸ σκέλος, ὡς πολλοὶ συνέδραμον τῶν πολλάκις εἰωθότων αὐτὸν θεὸν προσαγορεύειν, διαχυθεὶς τῷ προσώπῳ, τουτὶ μὲν αἷμα, εἶπεν, ὡς ὁρᾶτε, καὶ οὐκ "ἰχώρ, οἷόσπέρ τε ῥέει μακάρεσσι θεοῖσιν."
当他的腿被箭射中,许多经常习惯奉他为神的人纷纷跑来时,他面露微笑说道: “如你们所见,这是鲜血,绝非 ‘流淌在福乐神明体内的灵液’。”
- 2εἴγε, ἔφη, βασιλεῖς ἕξειν ἔμελλον ἀνταγωνιστάς
对话中省略结论句(如 ἔδραμον ἄν“我就跑了”)的条件句,仅由 εἴγε 引出条件从句。ἔμελλον 为未完成过去时直说语气,在反事实条件中表达未实现的意图或预期。
- 179eὡς μικροῦ διʼ αὐτοὺς μοιχὸς γενόμενος
ὡς 接分词 γενόμενος 表示主语(亚历山大)的主观认定或斥责的理由。属格 μικροῦ 作副词用,意为“差一点”、“险些”。
- 179eὡς αὔριον δειπνήσοντας ἐκ τῶν πολεμίων
ὡς 与宾格复数将来分词(δειπνήσοντας)搭配,在语法上修饰不定式的主语 τοὺς Μακεδόνας,表示鼓励他们据以行动的预期或确信(“因为明天就要从敌人那里获取晚餐”)。
