- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:26.19-26.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记载了腓力在对待俘虏、款待友人、教育儿子、司法判案以及应对臣属与平民老妇的直言规谏时所展现的机智、节制与宽容逸事。
ληφθέντων δὲ πολλῶν αἰχμαλώτων, ἐπίπρασκεν αὐτοὺς ἀνεσταλμένῳ τῷ χιτῶνι καθήμενος οὐκ εὐπρεπῶς· εἷς οὖν τῶν πωλουμένων ἀνεβόησε, φεῖσαί μου, Φίλιππε, πατρικὸς γάρ εἰμί σου φίλος ἐρωτήσαντος δὲ τοῦ Φιλίππου, πόθεν, ἄνθρωπε, γενόμενος καὶ πῶς; ἐγγύς, ἔφη, φράσαι σοι βούλομαι προσελθών. ὡς οὖν προσήχθη, μικρόν, ἔφη, κατωτέρω τὴν χλαμύδα ποίησον, ἀσχημονεῖς γὰρ οὕτω καθήμενος· καὶ ὁ Φίλιππος, ἄφετε αὐτόν, εἶπεν, ἀληθῶς γὰρ εὔνους ὢν καὶ φίλος ἐλάνθανεν.1
当俘获了许多俘虏时,他撩起内袍、不合体统地坐着变卖他们。被卖者中有一人大声喊道: “腓力,饶恕我吧,因为我是你父辈的朋友!” 腓力问: “你这人,出身何处,又是怎样成为朋友的?” 那人说: “我希望走近些对您说。” 于是,当他被带上前时,他说: “把您的斗篷放低一点吧,因为您这样坐着有伤大雅。” 腓力便说: “放了他吧,因为他确实是位好意的朋友,只是我们此前未曾察觉。”
ἐπεὶ δὲ ὑπό τινος ξένου κληθεὶς ἐπὶ δεῖπνον ἐν ὁδῷ πολλοὺς ἐπήγετο καὶ τὸν ξένον ἑώρα θορυβούμενον, ἦν γάρ οὐχ ἱκανὰ τὰ παρεσκευασμένα, προπέμπων τῶν φίλων ἑκάστῳ, πλακοῦντι χώραν ἐκέλευεν ἀπολείπειν· οἱ δὲ πειθόμενοι καὶ προσδοκῶντες οὐκ ἤσθιον πολλά, καὶ πᾶσιν οὕτως ἤρκεσεν.
当他在旅途中受某位客友邀请赴宴,带了许多随从,并看到主人手足无措——因为准备的膳食并不充分——他便事先派人向每一位朋友传话,叫他们给馅饼留出空位。朋友们听从并满怀期待,没有多吃,于是所有人都吃饱了。
Ἱππάρχου τοῦ Εὐβοέως ἀποθανόντος, δῆλος ἦν βαρέως φέρων· εἰπόντος δέ τινος, ἀλλὰ μὴν ὡραῖος ὢν ἐκεῖνος ἀποτέθνηκεν, ἑαυτῷ γε, εἶπεν, ἐμοὶ δὲ ταχέως· ἔφθη γὰρ τελευτῆσαι πρὶν ἢ παρʼ ἐμοῦ χάριν ἀξίαν τῆς φιλίας ἀπολαβεῖν.2
当优卑亚人希帕科斯去世时,腓力显然悲痛不已。有人说: “但他确是在合宜的寿数去世的呀。” 腓力说: “对他自己而言固然如此,对我而言却太早了;因为他在未能从我这里获得配得上这份友谊的回报之前就死去了。”
πυθόμενος δʼ ἐγκαλεῖν αὐτῷ τὸν Ἀλέξανδρον, ὅτι παῖδας ἐκ πλειόνων ποιεῖται γυναικῶν, οὐκοῦν, ἔφη, πολλοὺς ἔχων περὶ τῆς βασιλείας ἀνταγωνιστὰς γενοῦ καλὸς κἀγαθός, ἵνα μὴ διʼ ἐμὲ τῆς βασιλείας τύχῃς ἀλλὰ διὰ σεαυτόν. ἐκέλευε δʼ αὐτὸν Ἀριστοτέλει προσέχειν καὶ φιλοσοφεῖν, ὅπως, ἔφη, μὴ πολλὰ τοιαῦτα πράξῃς, ἐφʼ οἷς ἐγὼ πεπραγμένοις μεταμέλομαι.3
得知亚历山大责怪他与多位妇人生育子女,他说: “那么,既然在王位上有许多竞争对手,你就应当成为品行高尚且优秀的人,以便你不是因我、而是因你自己而获得王位。” 他又告诫亚历山大要留心受教于亚里士多德并钻研哲学,“免得,”他说,“你也做出许多我现在做过之后深感后悔的这等事来。”
τῶν δὲ Ἀντιπάτρου φίλων τινὰ κατατάξας εἰς τοὺς δικαστάς, εἶτα τὸν πώγωνα βαπτόμενον αἰσθανόμενος καὶ τὴν κεφαλήν, ἀνέστησεν εἰπὼν τὸν ἄπιστον ἐν θριξὶ μὴ νομίζειν ἀξιόπιστον ἐν πράγμασιν.
他曾将安提帕特的一位朋友列入法官之列,后来察觉那人染胡须和头发,便撤换了他,说他不认为一个在毛发上不诚实的人在政事上值得信赖。
Μαχαίτᾳ δέ τινα κρίνων δίκην καὶ ὑπονυστάζων οὐ πάνυ προσεῖχε τοῖς δικαίοις ἀλλὰ κατέκρινεν ἐκείνου δὲ ἀναβοήσαντος ἐκκαλεῖσθαι τὴν κρίσιν, διοργισθεὶς ἐπὶ τίνα; εἶπε· καὶ ὁ Μαχαίτας, ἐπὶ σέ, βασιλεῦ, αὐτόν, ἂν ἐγρηγορὼς καὶ προσέχων ἀκούῃς. τότε μὲν οὖν ἀνέστη· γενόμενος δὲ μᾶλλον ἐφʼ ἑαυτῷ4 καὶ γνοὺς ἀδικούμενον τὸν Μαχαίταν τὴν μὲν κρίσιν οὐκ ἔλυσε, τὸ δὲ τίμημα τῆς δίκης αὐτὸς ἐξέτεισεν.
在为马凯塔斯审理一起诉讼时,他打着瞌睡,没有全然注意案情的是非曲直,便判他有罪。当那人大喊要对判决提出上诉时,腓力大怒道: “向谁上诉?” 马凯塔斯说: “向您自己,国王,只要您醒着且专注地听。” 当时腓力退庭了;但他恢复了理智,认识到马凯塔斯蒙受了冤屈,他虽没有撤销原判,却亲自赔付了诉讼的罚金。
ἐπεὶ δὲ Ἅρπαλος ὑπὲρ συγγενοῦς καὶ οἰκείου Κράτητος ἀδικημάτων δίκην ἔχοντος ἠξίου τὴν ζημίαν εἰσενεγκεῖν ἀφεθῆναι δὲ τῆς κρίσεως, ἵνα μὴ λοιδορηθῇ, βέλτιόν ἐστιν, εἶπε, τοῦτον αὐτὸν ἢ ἡμᾶς διὰ τοῦτον κακῶς ἀκούειν.
当哈尔帕洛斯为其涉嫌犯罪而受审的亲戚兼族人克拉忒斯请求,由自己代缴罚金而免除审判,以使那人不致受辱骂时,腓力说: “此人自己承受恶名,比我们因他而招致恶名要好。”
ἀγανακτούντων δὲ τῶν φίλων, ὅτι συρίττουσιν αὐτὸν ἐν Ὀλυμπίοις εὖ πεπονθότες οἱ Πελοποννήσιοι, τί οὖν, εἶπεν, ἐὰν κακῶς πάθωσι;
当朋友们因伯罗奔尼撒人受了恩惠却在奥林匹亚运动会上对他报以嘘声而愤慨时,他说: “那么,倘若他们遭受了祸害,又会怎样呢?”
κοιμηθεὶς δὲ πλείονα χρόνον ἐπὶ στρατείας εἶτα διαναστάς, ἀσφαλῶς, εἶπεν, ἐκάθευδον Ἀντίπατρος γὰρ ἐγρηγόρει.
在一次出征中他睡了很久,随后醒来,说道: “我睡得很安稳,因为安提帕特醒着。”
πάλιν δὲ ἡμέρας καθεύδοντος αὐτοῦ καὶ τῶν ἠθροισμένων ἐπὶ θύραις Ἑλλήνων ἀγανακτούντων καὶ ἐγκαλούντων, ὁ Παρμενίων, μὴ θαυμάσητε, εἶπεν, εἰ καθεύδει νῦν Φίλιππος· ὅτε γὰρ ἐκαθεύδετε ὑμεῖς, οὗτος ἐγρηγόρει.
又有一次他在白天睡觉,聚集在门前的希腊人愤愤不平地抱怨,帕尔梅尼奥说: “不要奇怪腓力现在睡觉;因为当你们睡觉时,他正醒着。”
ψάλτην δέ τινα βουλομένου παρὰ δεῖπνον ἐπανορθοῦν αὐτοῦ καὶ λαλεῖν περὶ κρουμάτων, ὁ ψάλτης, μὴ γένοιτό σοι, εἶπεν, ὦ βασιλεῦ, κακῶς οὕτως, ἵνα ταῦτα ἐμοῦ βέλτιον εἰδῇς.
在宴席上,国王想要纠正一位琴师并对琴弦弹拨指手画脚时,琴师说: “国王啊,但愿您的处境不致糟糕到在这个方面懂得比我还多的地步。”
ἐπεὶ δὲ διενεχθέντος αὐτοῦ πρὸς Ὀλυμπιάδα τὴν γυναῖκα καὶ τὸν υἱὸν ἧκε Δημάρατος ὁ Κορίνθιος, ἐπυνθάνετο πῶς πρὸς ἀλλήλους ἔχουσιν οἱ Ἕλληνες καὶ ὁ Δημάρατος, πάνυ γοῦν, ἔφη, σοὶ περὶ τῆς τῶν Ἑλλήνων ὁμονοίας ὁ λόγος ἐστίν, οὕτω πρὸς σὲ τῶν οἰκειοτάτων ἐχόντων. ὁ δὲ συμφρονήσας ἐπαύσατο τῆς ὀργῆς καὶ διηλλάγη πρὸς αὐτούς.
当他与妻子奥林匹亚丝及儿子发生龃龉时,科林斯人德玛拉托斯前来到访,腓力询问希腊人彼此关系如何。德玛拉托斯说: “在您最亲近的人对您的关系如此紧张之时,您居然还有心思谈论希腊人的和睦,真是太难得了。” 腓力领悟其意,止息了愤怒,与他们重归于好。
πρεσβύτιδος δὲ πενιχρᾶς ἀξιούσης ἐπʼ αὐτοῦ κριθῆναι καὶ πολλάκις ἐνοχλούσης, ἔφη μὴ σχολάζειν ἡ δὲ πρεσβῦτις ἐκκραγοῦσα, καὶ μὴ βασίλευε, εἶπεν. ὁ δὲ θαυμάσας τὸ ῥηθὲν οὐ μόνον ἐκείνης ἀλλὰ καὶ τῶν ἄλλων εὐθὺς διήκουσεν.
一位贫穷的老妇人请求由他审判案件并多次打扰他,他说自己没有闲暇。老妇人大声喊道: “那就别当国王了!” 腓力对这番话深感佩服,随即不仅听完了她的陈词,也听完了其余所有人的陈述。
- 178dἀληθῶς γὰρ εὔνους ὢν καὶ φίλος ἐλάνθανεν
动词 λανθάνω 搭配分词(εὔνους ὢν καὶ φίλος)构成补足语结构,表示“未被察觉地处于某种状态”或“暗中做某事”。此处指他确实是位心怀善意的朋友,此前却未被发觉。
- 178eἔφθη γὰρ τελευτῆσαι πρὶν ἢ παρʼ ἐμοῦ χάριν ἀξίαν τῆς φιλίας ἀπολαβεῖν
动词 φθάνω 搭配不定式(τελευτῆσαι),与 πρὶν ἤ 从句(“在……之前”)相呼应,表示“赶在……之前先发生了某事”,表达了腓力因希帕科斯尚未来得及受其重报便已离世的遗憾。
- 178eἐφʼ οἷς ἐγὼ πεπραγμένοις μεταμέλομαι
此处为关系代词与述谓性分词的一致关系:指代先行词 πολλὰ τοιαῦτα 的关系代词处于介词 ἐπί 支配下的与格 οἷς,并与完成时被动分词 πεπραγμένοις 在性、数、格上保持一致(μεταμέλομαι ἐπί τινι 意为“后悔某事”)。
- 179aγενόμενος δὲ μᾶλλον ἐφʼ ἑαυτῷ
短语 ἐφʼ ἑαυτῷ γίγνομαι 是希腊语成语,意为“清醒过来”、“恢复理智”或“恢复自制”。在此指腓力在法庭上打瞌睡并大发雷霆之后,重新冷静下来认清了事实。
