- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:27.17-27.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了亚历山大对待部下与友人的态度、对战俘与敌将的处置、其宽宏气度与王道操守,以及直至临终的言行。
ἐπαινούντων δὲ ἐνίων τοῦ Ἀντιπάτρου τὴν εὐτέλειαν ὡς ἀθρύπτως διαιτωμένου καὶ αὐστηρῶς, ἔξωθεν, εἶπεν, Ἀντίπατρος λευκοπάρυφός ἐστι, τὰ δὲ ἔνδον ὁλοπόρφυρος.
有人称赞安提帕特生活节俭,说他生活毫无奢靡而十分自律,亚历山大说: “在外面,安提帕特穿戴着镶白边的长袍;但在里面,他完全是个通体紫衣的人。”
ἐν δὲ χειμῶνι καὶ ψύχει τῶν φίλων τινὸς ἑστιῶντος αὐτόν, ἐσχάραν δὲ μικρὰν καὶ πῦρ ὀλίγον εἰσενέγκαντος, ἢ ξύλα ἢ λιβανωτὸν εἰσενεγκεῖν ἐκέλευσεν.
在严冬寒气逼人之际,他的一位朋友设宴款待他,却只端来一个小炭炉和微弱的火苗,他便命令那人要么送柴来,要么送乳香来。
Ἀντιπατρίδου δὲ καλὴν ψάλτριαν ἐπὶ τὸ δεῖπνον ἀγαγόντος, κινηθεὶς τῇ ὄψει πρὸς αὐτὴν ὁ Ἀλέξανδρος ἠρώτησε τὸν Ἀντιπατρίδην, μή τι τυγχάνοι τῆς γυναικὸς ἐρῶν· ἐκείνου δὲ ὁμολογήσαντος, ὦ μιαρέ, εἶπεν,- οὐκ ἀπάξεις εὐθὺς ἐκ τοῦ συμποσίου τὴν γυναῖκα;
安提帕特里德斯带了一位美丽的竖琴女艺人赴宴,亚历山大见其姿色为之心动,便问安提帕特里德斯是否恰好爱上了这位女子;当那人承认时,亚历山大说: “恶棍啊,你还不赶快把这女子带离宴席?”
πάλιν δὲ Πύθωνα τὸν Εὐίου τοῦ αὐλητοῦ ἐρώμενον Κάσανδρος ἐβιάζετο φιλῆσαι· τὸν οὖν Εὔιον ὁρῶν ἀχθόμενον ἀνεπήδησε μετʼ ὀργῆς ἐπὶ τὸν Κάσανδρον, κεκραγώς, ἀλλʼ οὐδʼ ἐρασθῆναί τινος ἔξεστι διʼ ὑμᾶς.
又有一次,卡桑德罗斯强行要去亲吻吹笛乐师欧伊俄斯的爱侣皮同;亚历山大见欧伊俄斯面露痛苦之色,便愤怒地朝卡桑德罗斯扑去,大喊道: “难道因为你们这些人,人们连去爱一个人都不被允许了吗!”
ἀποστέλλοντος δὲ αὐτοῦ τῶν Μακεδόνων τοὺς νοσώδεις καὶ ἀναπήρους ἐπὶ θάλατταν, ἐνεδείχθη τις εἰς τοὺς νοσοῦντας ἀπογεγραμμένος ἑαυτὸν οὐ νοσῶν. ἐπεὶ οὖν εἰς ὄψιν ἀχθεὶς καὶ ἀνακρινόμενος ὡμολόγησε προφασίζεσθαι διʼ ἔρωτα Τελεσίππας ἀπιούσης ἐπὶ θάλατταν, ἠρώτησεν ὁ Ἀλέξανδρος, πρὸς τίνα δεῖ περὶ τῆς Τελεσίππας διαλέγεσθαι· πυθόμενος δὲ ἐλευθέραν οὖσαν, οὐκοῦν, ἔφη, ὦ Ἀντιγένη, πείθωμεν τὴν Τελεσίππαν, ἵνα μείνῃ μεθʼ ἡμῶν βιάζεσθαι γὰρ ἐλευθέραν οὖσαν οὐχ ἡμέτερον.
当他把马其顿人中的病弱和残疾者遣送回海滨时,有人告发一名未曾生病的人将自己登记在病号之列。当此人被带到跟前受审问时,坦白自己是因为恋慕正启程前往海滨的忒勒西帕才找了借口,亚历山大问道: “关于忒勒西帕的事,该去同谁商谈?” 得知她是自由民后,他说: “那么,安提革涅斯啊,让我们去说服忒勒西帕留下来陪伴我们吧;因为强迫一个自由民并非我们的作风。”
τῶν δὲ μισθοφορούντων Ἑλλήνων παρὰ τοῖς πολεμίοις ὑποχειρίων γενομένων, τοὺς μὲν Ἀθηναίους ἐκέλευσεν ἐν πέδαις φυλάττειν ὅτι τροφὴν ἔχοντες ἐκ δημοσίου μισθοφοροῦσι καὶ τοὺς Θετταλοὺς ὅτι γῆν ἀρίστην κεκτημένοι οὐ γεωργοῦσι· τοὺς δὲ Θηβαίους ἀφῆκεν εἰπὼν ὅτι μόνοις τούτοις οὔτε πόλις οὔτε χώρα διʼ ἡμᾶς ἀπολέλειπται.
在敌方充当雇佣军的希腊人被俘获后,亚历山大下令给雅典人戴上脚镣看押,因为他们领取公家的俸养却去充当雇佣兵;对色萨利人也是如此,因为他们拥有最肥沃的土地却不去耕种;但他释放了底比斯人,说道: “因为我们的缘故,唯独他们既没有城邦,也没有土地存留了。”
τῶν δὲ Ἰνδῶν τὸν ἄριστα τοξεύειν δοκοῦντα καὶ λεγόμενον διὰ δακτυλίου τὸν ὀιστὸν ἀφιέναι λαβὼν αἰχμάλωτον ἐκέλευσεν ἐπιδείξασθαι, καὶ μὴ βουλόμενον ὀργισθεὶς ἀνελεῖν προσέταξε· ἐπεὶ δὲ ἀγόμενος ὁ ἄνθρωπος ἔλεγε πρὸς τοὺς ἄγοντας, ὅτι πολλῶν ἡμερῶν οὐ μεμελέτηκε καὶ ἐφοβήθη διαπεσεῖν, ἀκούσας ὁ Ἀλέξανδρος ἐθαύμασε καὶ ἀπέλυσε μετὰ δώρων αὐτόν, ὅτι μᾶλλον ἀποθανεῖν ὑπέμεινεν ἢ τῆς δόξης ἀνάξιος φανῆναι.
在印度人中,有一名被认为箭术最精湛、据说能把箭射穿指环的人被俘,亚历山大命他展示技艺;此人不愿展示,亚历山大盛怒之下下令处死他。但这人在被押送时对押送者说,自己已有多日没有练习,害怕失手;亚历山大听闻后大为赞叹,赠以厚礼将他释放,因为他宁愿承受死亡也不愿显得有损声名。
ἐπεὶ δὲ Ταξίλης, εἷς τῶν Ἰνδῶν βασιλεὺς ὤν, ἀπαντήσας προεκαλεῖτο μὴ μάχεσθαι μηδὲ πολεμεῖν Ἀλέξανδρον, ἀλλʼ εἰ μέν ἐστιν ἥττων, εὖ πάσχειν, εἰ δὲ βελτίων, εὖ ποιεῖν, ἀπεκρίνατο περὶ αὐτοῦ τούτου μαχητέον εἶναι, πότερος εὖ ποιῶν περιγένηται.
当印度诸王之一塔克西莱斯前来迎接,邀请亚历山大不要争战交兵,而是若自己处于劣势便领受恩惠,若处于优势便施加恩惠时,亚历山大回答说,必须争胜的正是这一点:看谁能在施加恩惠上压倒对方。
περὶ δὲ τῆς λεγομένης Ἀόρνου πέτρας ἐν Ἰνδοῖς ἀκούσας ὅτι τὸ μὲν χωρίον δυσάλωτὸν ἐστιν, ὁ δὲ ἔχων αὐτὸ δειλός ἐστι νῦν, ἔφη, τὸ χωρίον εὐάλωτόν ἐστιν.
关于印度境内所谓阿奥诺斯险岩,听说该地易守难攻,但把守该地的人是个懦夫,他说: “如今这地方容易攻克了。”
ἐπεὶ δὲ ἄλλος ἔχων πέτραν ἄληπτον δοκοῦσαν εἶναι ἐνεχείρισεν ἑαυτὸν μετὰ τῆς πέτρας τῷ Ἀλεξάνδρῳ, καὶ τῆς δυνάμεως ἐκέλευσεν ἄρχειν καὶ προσέθηκε χώραν, εἰπὼν ὅτι φρονεῖν μοι δοκεῖ ὁ ἄνθρωπος, ἀνδρὶ μᾶλλον ἀγαθῷ πιστεύσας ἑαυτὸν ἢ ὀχυρῷ τόπῳ.
又有一人占据着看似不可攻克的险岩,却连同险岩一起向亚历山大归顺;亚历山大任命他统领那支兵力,并赐予更多的土地,说道: “在我看来这人极有智慧,因为比起险峻的地势,他宁可把自己托付给一个优秀的男子。”
μετὰ δὲ τὴν τῆς πέτρας ἅλωσιν τῶν φίλων λεγόντων ὑπερβεβληκέναι τὸν Ἡρακλέα ταῖς πράξεσιν, ἀλλʼ ἐγώ, εἶπε, τὰς ἐμὰς πράξεις μετὰ τῆς ἡγεμονίας ἑνὸς οὐ νομίζω ῥήματος ἀνταξίας εἶναι τοῦ Ἡρακλέους.
攻克险岩之后,朋友们称赞他的功业超越了赫拉克勒斯,他说: “然而我并不认为,即使加上整个帝国,我的这些功绩能抵得上赫拉克勒斯的一句话。”
τῶν δὲ φίλων τινὰς αἰσθόμενος ἐν τῷ κυβεύειν οὐ παίζοντας1 ἐζημίωσε.
他察觉到有些朋友在掷骰子时并非仅当作游戏玩耍,便对他们施以罚款。
τῶν δὲ πρώτων φίλων καὶ κρατίστων τιμᾶν μὲν ἐδόκει Κρατερὸν μάλιστα πάντων, φιλεῖν δὲ Ἡφαιστίωνα. κρατερὸς μὲν γάρ, ἔφη, φιλοβασιλεύς ἐστιν, Ἡφαιστίων δὲ φιλαλέξανδρος.
在首要和最强大的挚友中,他似乎最为敬重克拉特罗斯,但最钟爱的却是赫菲斯提翁。 “因为克拉特罗斯,”他说,“是爱国王的,而赫菲斯提翁是爱亚历山大的。”
Ξενοκράτει δὲ τῷ φιλοσόφῳ πεντήκοντα τάλαντα πέμψας, ὡς οὐκ ἐδέξατο μὴ δεῖσθαι φήσας, ἠρώτησεν εἰ μηδὲ φίλον ἔχει Ξενοκράτης· ἐμοὶ μὲν γάρ, ἔφη, μόλις ὁ Δαρείου πλοῦτος εἰς τοὺς φίλους ἤρκεσεν.
他赠送给哲学家色诺克拉底五十塔兰同,当后者推辞说自己不需要而未接受时,亚历山大问色诺克拉底难道连一个朋友也没有吗;“因为就我而言,”他说,“大流士的财富用来赠予朋友们都勉强才够呢。”
ἐπεὶ δὲ Πῶρος ἐρωτηθεὶς ὑπʼ αὐτοῦ μετὰ τὴν μάχην, πῶς σοι χρήσωμαι; βασιλικῶς, εἶπε, καὶ προσερωτηθείς, καὶ μή τι ἄλλο; πάντα, εἶπεν, ἐν τῷ ʼ βασιλικῶς ʼ ἔνεστι θαυμάσας καὶ τὴν σύνεσιν αὐτοῦ καὶ τὴν ἀνδραγαθίαν πλείονα χώραν ἧς πρότερον εἶχε προσέθηκε,2 πυθόμενος δὲ ὑπό τινος λοιδορεῖσθαι, βασιλικόν, ἔφη, ἐστὶν εὖ ποιοῦντα κακῶς ἀκούειν.3
战后,当波罗斯被他询问“我当如何待你”时,回答说:“如王者一般”;再被问及“此外可还有别的”,波罗斯说:“一切尽在‘如王者一般’之中。”亚历山大佩服他的智慧与勇武,便在他原有的领土之外赐予了更多的疆土。当得知有人在背后谩骂自己时,他说: “施善行却遭恶名,正是王者应承当之事。”
ἀποθνῄσκων δὲ πρὸς τοὺς ἑταίρους ἀπιδὼν ἔφη, μέγαν ὁρῶ μου τὸν ἐπιτάφιον ἐσόμενον.
临终之际,他看着身边的伙伴们说道: “我预见我的葬仪竞技将会无比盛大。”
τελευτήσαντος δὲ αὐτοῦ Δημάδης ὁ ῥήτωρ ὅμοιον ἔφη διὰ τὴν ἀναρχίαν ὁρᾶσθαι τὸ στρατόπεδον τῶν Μακεδόνων ἐκτετυφλωμένῳ τῷ Κύκλωπι.
在他去世之后,演说家德马德斯说道: “由于群龙无首,马其顿军队的大营看上去就如同被刺瞎了眼睛的独目巨人。”
- 181dἐν τῷ κυβεύειν οὐ παίζοντας
οὐ παίζοντας 字面意为“不当作游戏耍弄”,指这些人并非出于消遣娱乐(παιδιά),而是动了贪念、认真赌博甚至作弊。亚历山大因此对其处以罚款(ἐζημίωσε)。
- 181eπλείονα χώραν ἧς πρότερον εἶχε προσέθηκε
关系代词 ἧς 受到省略的先行词指示代词(比较属格 ταύτης,由比较级 πλείονα 支配)的吸引而变为属格。其原本的句法结构为 προσέθηκε πλείονα χώραν [ταύτης] ἣν πρότερον εἶχε(“赐予了多于他先前所拥有的领土”)。
- 181eβασιλικόν, ἔφη, ἐστὶν εὖ ποιοῦντα κακῶς ἀκούειν
分词 εὖ ποιοῦντα 为宾格,充当不定式 κακῶς ἀκούειν 的逻辑主语(指代泛指的君王)。惯用短语 κακῶς ἀκούειν 具有被动含义,意为“被恶语相向、背负恶名”。整句构成对称短语:“行善事而蒙恶名,正是王者之本分”。
