← 普鲁塔克

帝王将相格言集

§26.1-26.18

马其顿国王腓力二世的宽宏与机敏言行

记述了马其顿国王腓力二世的一系列逸事,展现其宽宏、节制、机敏的言谈与统治智慧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

Φίλιππον τὸν Ἀλεξάνδρου πατέρα Θεόφραστος ἱστόρηκεν οὐ μόνον μέγαν μεταξὺ τῶν βασιλέων, ἀλλὰ καὶ τῇ τύχῃ καὶ τῷ τρόπῳ μείζονα γενέσθαι καὶ μετριώτερον.

泰奥弗拉斯托斯记载,亚历山大之父腓力不仅在列王中是伟大的,而且无论在运势上还是在品性上,都变得更加伟大且更为节制。

§26.2

Ἀθηναίους μὲν οὖν μακαρίζειν ἔλεγεν, εἰ1 καθʼ ἕκαστον ἐνιαυτὸν αἱρεῖσθαι δέκα στρατηγοὺς εὑρίσκουσιν αὐτὸς γὰρ ἐν πολλοῖς ἔτεσιν ἕνα μόνον στρατηγὸν εὑρηκέναι, Παρμενίωνα.

因此他说,他祝贺雅典人每年都能找到十位将军来选举;因为他自己在多年之中只找到了一位将军,即帕尔梅尼奥。

§26.3

πολλῶν δὲ κατορθωμάτων αὐτῷ καὶ καλῶν ἐν μιᾷ ἡμέρᾳ προσαγγελθέντων, ὦ τύχη, εἶπε, μικρόν τι μοι κακὸν ἀντὶ τῶν τοσούτων καὶ τηλικούτων ἀγαθῶν ποίησον.

当许多辉煌的胜利在同一天向他报告时,他说:“命运啊,对应如此众多且重大的好事,请降给我一点小小的灾祸吧。”

§26.4

ἐπεὶ δὲ νικήσαντι τοὺς Ἕλληνας αὐτῷ συνεβούλευον ἔνιοι φρουραῖς τὰς πόλεις κατέχειν, ἔφη μᾶλλον πολὺν χρόνον ἐθέλειν χρηστὸς ἢ δεσπότης ὀλίγον καλεῖσθαι.

当他战胜希腊人后,有人建议他派驻军控制各城邦时,他说自己宁愿长久被称为善人,而不愿短暂被称为主人。

§26.5

τὸν δὲ λοίδορον ἐξελάσαι τῶν φίλων κελευόντων, οὐκ ἔφη ποιήσειν, ἵνα μὴ περιιὼν ἐν πλείοσι κακῶς λέγῃ.

当朋友们劝他驱逐一个诽谤者时,他说自己不会这样做,免得那人到处游荡而在更多人面前说坏话。

§26.6

Σμικύθου δὲ Νικάνορα διαβάλλοντος ὡς ἀεὶ κακῶς λέγοντα τὸν Φίλιππον καὶ τῶν ἑταίρων οἰομένων δεῖν μεταπέμπεσθαι καὶ κολάζειν, ἀλλὰ μήν, ἔφη, Νικάνωρ οὐ φαυλότατός ἐστι Μακεδόνων ἐπισκεπτέον οὖν, μή τι γίνεται παρʼ ἡμᾶς.2 ὡς οὖν ἔγνω τὸν Νικάνορα θλιβόμενον ἰσχυρῶς ὑπὸ πενίας ἠμελημένον δὲ ὑπʼ αὐτοῦ, προσέταξε δωρεάν τινα αὐτῷ δοθῆναι. πάλιν οὖν τοῦ Σμικύθου λέγοντος ὅτι θαυμαστὰ περὶ αὐτοῦ πρὸς ἅπαντας ἐγκώμια λέγων ὁ Νικάνωρ διατελεῖ, ὁρᾶτε οὖν, εἶπεν, ὅτι παρʼ ἡμᾶς αὐτούς ἐστι καὶ τὸ καλῶς καὶ τὸ κακῶς ἀκούειν.

斯米库托斯诬告尼卡诺尔总是说腓力的坏话,侍从们认为应当召见并惩处他,腓力说:“然而,尼卡诺尔绝非马其顿人中最拙劣者;因此必须查明,是否有过错出于我们自身。” 当他得知尼卡诺尔饱受贫困之苦且被自己忽视时,便下令赐给他一份赠礼。后来斯米库托斯再次报告说尼卡诺尔不断向所有人发表对〔腓力〕的惊人赞颂,腓力便说:“你们看,无论得享善名还是遭受恶名,责任全在我们自己。”

§26.7

τοῖς δὲ τῶν Ἀθηναίων δημαγωγοῖς ἔφη χάριν ἔχειν, ὅτι λοιδοροῦντες αὐτὸν βελτίονα ποιοῦσι καὶ τῷ λόγῳ καὶ τῷ ἤθει· πειρῶμαι γὰρ αὐτοὺς ἅμα καὶ τοῖς λόγοις καὶ τοῖς ἔργοις ψευδομένους ἐλέγχειν.

他又说,自己感激雅典的民粹领袖们,因为他们通过辱骂使他在言辞和品行上都变得更好:“因为我正努力同时用言论和行动来证明他们撒谎。”

§26.8

τῶν δὲ Ἀθηναίων, ὅσοι περὶ Χαιρώνειαν ἑάλωσαν, ἀφεθέντων ὑπʼ αὐτοῦ δίχα λύτρων, τὰ δὲ ἱμάτια καὶ στρώματα προσαπαιτούντων καὶ τοῖς Μακεδόσιν ἐγκαλούντων, γελάσας ὁ Φίλιππος εἶπεν, οὐ δοκοῦσιν ὑμῖν Ἀθηναῖοι νομίζειν ἐν ἀστραγάλοις ὑφʼ ἡμῶν νενικῆσθαι;

在喀罗尼亚战役中被俘的雅典人被他免予赎金释放后,他们竟索要斗篷和铺盖并指责马其顿人,腓力笑着说:“你们不觉得雅典人以为自己只是在掷骰游戏中输给了我们吗?”

§26.9

τῆς δὲ κλειδὸς αὐτῷ καταγείσης ἐν πολέμῳ καὶ τοῦ θεραπεύοντος ἰατροῦ πάντως τι καθʼ ἡμέραν αἰτοῦντος, λάμβανε, ἔφη, ὅσα βούλει· τὴν γὰρ κλεῖν ἔχεις.

他在战争中锁骨骨折,负责医治的医生每天都执意索要某些东西,他说:“你想要多少就拿多少吧;因为你掌握着钥匙。”

§26.10

δυοῖν δὲ ἀδελφῶν Ἀμφοτεροῦ καὶ Ἑκατεροῦ, τὸν μὲν Ἑκατερὸν ἔμφρονα καὶ πρακτικὸν ὁρῶν, τὸν δὲ Ἀμφοτερὸν εὐήθη καὶ ἀβέλτερον ἔφη τὸν μὲν Ἑκατερὸν ἀμφότερον εἶναι, τὸν δὲ Ἀμφοτερὸν οὐδέτερον.

有安福特罗斯与赫卡特罗斯两兄弟,腓力见赫卡特罗斯明智而务实,而安福特罗斯愚钝而无知,便说赫卡特罗斯兼具二者,而安福特罗斯两样皆无。

§26.11

τοὺς δὲ συμβουλεύοντας αὐτῷ πικρῶς χρῆσθαι τοῖς Ἀθηναίοις ἀτόπους ἔλεγεν εἶναι κελεύοντας ἄνθρωπον ὑπὲρ δόξης πάντα ποιοῦντα καὶ πάσχοντα ἀποβαλεῖν τὸ τῆς δόξης θέατρον.

对于那些建议他残酷对待雅典人的人,他说他们荒谬至极,竟然命令一个为了名誉付出并承受一切的人抛弃名誉的剧场。

§26.12

γενόμενος δὲ κριτὴς δυοῖν πονηρῶν ἐκέλευσε τὸν μὲν φεύγειν ἐκ Μακεδονίας τὸν δὲ ἕτερον διώκειν.3

当他担任两个恶人的法官时,他命令其中一人逃离马其顿,而另一人去追赶他。

§26.13

μέλλων δὲ καταστρατοπεδεύειν ἐν χωρίῳ καλῷ καὶ πυθόμενος ὅτι χόρτος οὐκ ἔστι τοῖς ὑποζυγίοις, οἷος, εἶπεν, ὁ βίος ἡμῶν ἐστίν, εἰ καὶ πρὸς τὸν τῶν ὄνων καιρὸν ὀφείλομεν ζῆν;

当他正准备在一处风景优美的地方扎营,得知没有牲畜的饲料时,他说:“如果连驴子的方便我们都必须去适应,我们的生活算是什么呢?”

§26.14

φρούριον δέ τι βουλόμενος λαβεῖν ὀχυρόν, ὡς ἀπήγγειλαν οἱ κατάσκοποι χαλεπὸν εἶναι παντάπασι καὶ ἀνάλωτον, ἠρώτησεν εἰ χαλεπὸν οὕτως ἐστίν, ὥστε μηδὲ ὄνον προσελθεῖν χρυσίον κομίζοντα.

他打算攻取一座坚固的堡垒,当侦察兵报告说极其困难且攻不破时,他询问是否困难到连驮着黄金的驴子都无法接近。

§26.15

τῶν δὲ περὶ Λασθένην τὸν Ὀλύνθιον ἐγκαλούντων καὶ ἀγανακτούντων, ὅτι προδότας αὐτοὺς ἔνιοι τῶν περὶ τὸν Φίλιππον ἀποκαλοῦσι, σκαιοὺς ἔφη φύσει καὶ ἀγροίκους εἶναι Μακεδόνας καὶ τὴν σκάφην σκάφην λέγοντας.

当奥林托斯的拉斯泰奈斯等人抱怨并愤慨于腓力身边的一些人称他们为叛徒时,腓力说马其顿人生性粗直野拙,是直呼盆为盆的人。

§26.16

τῷ δὲ υἱῷ παρῄνει πρὸς χάριν ὁμιλεῖν τοῖς Μακεδόσι, κτώμενον ἑαυτῷ τὴν παρὰ τῶν πολλῶν δύναμιν, ἕως ἔξεστι βασιλεύοντος ἄλλου φιλάνθρωπον εἶναι.

他告诫儿子要和蔼地与马其顿人交往,趁着他人为王时尚能施恩,为自己赢得大众的力量。

§26.17

συνεβούλευε δὲ τῶν ἐν ταῖς πόλεσι δυνατῶν καὶ τοὺς ἀγαθοὺς φίλους κτᾶσθαι καὶ τοὺς πονηρούς, εἶτα οἷς μὲν χρῆσθαι οἷς δʼ ἀποχρῆσθαι.

他建议在城邦的权贵之中,将善人与恶人都结纳为友,随后任用前者,利用榨干后者。

§26.18

πρὸς δὲ Φίλωνα τὸν Θηβαῖον εὐεργέτην αὐτοῦ γενόμενον καὶ ξένον, ὁπηνίκα διῆγεν ἐν Θήβαις ὁμηρεύων, ὕστερον δὲ μηδεμίαν παρʼ αὐτοῦ δωρεὰν προσδεχόμενον, μή με, εἶπεν, ἀφαιροῦ τὸ ἀνίκητον, εὐεργεσίας καὶ χάριτος ἡττώμενον.4

底比斯人斐隆在腓力作为人质寓居底比斯时曾是他的恩人和客友,但后来坚决不肯接受他的任何赠礼;腓力对他说:“不要让我因在恩惠与情谊上甘拜下风,而剥夺我不可战胜的名声。”

语法注4 条
  1. 2μακαρίζειν ἔλεγεν, εἰ

    在表达情感或评价的动词(此处为 μακαρίζω)之后,由 εἰ 引导的从句表示引发该种情感的原因或对象(“为……而祝贺”)。它与 ὅτι 从句类似,指向既定事实,但带有更为婉转客气的语气。

  2. 177dπαρʼ ἡμᾶς

    介词 παρά 接宾格在此表示原因或过错的归属(“出于某人”、“归咎于某人”)。与省略主语的从句 μή τι γίνεται 连用,意为“是否有过错发生在我们自己身上/由于我们的缘故”。

  3. 178aτὸν μὲν φεύγειν ἐκ Μακεδονίας τὸν δὲ ἕτερον διώκειν

    此处巧妙运用了 φεύγω(逃跑 / 被指控、流放)与 διώκω(追赶 / 起诉)的法律诉讼含义与字面动作的双关。表面上命令一人逃跑、另一人追赶,实质上巧妙地令二人皆离开马其顿(变相流放)。

  4. 178cμή με, εἶπεν, ἀφαιροῦ τὸ ἀνίκητον, εὐεργεσίας καὶ χάριτος ἡττώμενον

    动词 ἀφαιρέω 支配双宾格(人称代词 με 与事物 τὸ ἀνίκητον,意为“不要从我身上夺走不可战胜之名”)。分词 ἡττώμενον 为阳性宾格单数,与 με 一致,表示方式或伴随状态(“因在恩德与情分上甘拜下风”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:26.1-26.18