- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:25.1-25.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记录了马其顿国王阿耳刻拉奥斯的一系列机智应答与宽厚举止,包括他与欧里庇得斯、多话的理发师、琴歌倡导者提摩太以及向他泼水者的轶事。
Ἀρχέλαος αἰτηθεὶς παρὰ πότον ποτήριον χρυσοῦν ὑπό τινος τῶν συνήθων οὐ μὴν ἐπιεικῶν, ἐκέλευσεν Εὐριπίδῃ τὸν παῖδα δοῦναι· θαυμάσαντος δὲ τοῦ ἀνθρώπου, σὺ μὲν γάρ εἶπεν, αἰτεῖν, οὗτος δὲ λαμβάνειν ἄξιός ἐστι1 καὶ μὴ αἰτῶν.
阿耳刻拉奥斯在一次酒席上被一个相识但品行不端的人索要一只金杯,他便吩咐仆人将杯子交给欧里庇得斯。在那人露出诧异之色时,他说道: “因为你配开口索取,而他即便不求,也配得到。”
ἀδολέσχου δὲ κουρέως ἐρωτήσαντος αὐτόν, πῶς σε κείρω; σιωπῶν, ἔφη.
当一个多话的理发师问他: “我该怎样给您理发?” 他回答道: “安静地理。”
τοῦ δὲ Εὐριπίδου τὸν καλὸν Ἀγάθωνα περιλαμβάνοντος ἐν τῷ συμποσίῳ καὶ καταφιλοῦντος ἤδη γενειῶντα, πρὸς τοὺς φίλους εἶπε, μὴ θαυμάσητε· τῶν γὰρ καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστιν.
当欧里庇得斯在宴会上拥抱面容姣好、已然蓄须的阿伽通并不停亲吻时,〔阿耳刻拉奥斯〕对朋友们说: “不必惊讶;因为对于美人而言,即便到了秋天也依然美丽。”
ἐπεὶ δὲ Τιμόθεος ὁ κιθαρῳδὸς ἐλπίσας πλείονα, λαβὼν δὲ ἐλάττονα, δῆλος ἦν ἐγκαλῶν2 αὐτῷ, καί ποτε ᾄδων τουτὶ τὸ κομμάτιον, "σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς," ἀπεσήμαινεν εἰς ἐκεῖνον· ὑπέκρουσεν ὁ Ἀρχέλαος αὐτῷ "σὺ δέ γε αἰτεῖς."
歌者提摩太因期望得到更多赏赐而所得甚微,显露出对他的怨愤之色,有一次在歌唱这句诗时: “你赞美大地所生的银钱,”暗中影射指向他;阿耳刻拉奥斯插话打断他道: “而你却在乞求它。”
ὕδωρ δέ τινος αὐτοῦ κατασκεδάσαντος, ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τὸν ἄνθρωπον, ἀλλʼ οὐκ ἐμοῦ, φησίν, ἀλλʼ ἐκείνου κατεσκέδασεν ὃν ἔδοξεν ἐμὲ εἶναι.3
又有一次,有人将水泼在他身上,朋友们怂恿他惩罚那人,他却说道: “其实他泼的不是我,而是他把我当成的那个人。”
- 1σὺ μὲν γάρ ... αἰτεῖν, οὗτος δὲ λαμβάνειν ἄξιός ἐστι
后一分句中的谓语 ἄξιός ἐστι(配得上……)同时承前省,补足至前面的 σὺ μὲν γάρ 分句中(依第二人称单数当为 σὺ μὲν γὰρ [ἄξιος εἶ] αἰτεῖν)。两个不定式 αἰτεῖν 和 λαμβάνειν 均作 ἄξιος 的补足语,形成工整的对比。
- 177bδῆλος ἦν ἐγκαλῶν
形容词 δῆλος(显而易见的)与主语(Τιμόθεος)同格并接补充主语分词 ἐγκαλῶν 的人称构式(personal construction),等同于非人称形式 δῆλον ἦν ὅτι ἐνεκάλει(“很显然他在抱怨/怪罪”)。
- 177bὃν ἔδοξεν ἐμὲ εἶναι
修饰先行词 ἐκείνου 的关系从句。ἔδοξεν 此处作“他认为/看作”解,后接宾格加不定式结构(ἐμὲ εἶναι),关系代词 ὃν 作不定式 εἶναι 的述语宾格,全句意为“他把我看作的那个人”。
