← 普鲁塔克

七贤宴饮录

§8-9

泰勒斯对阿马西斯九大难题的解答

佩里安德督促众人回归正题,奈洛克塞诺斯随之宣读了埃塞俄比亚王针对阿马西斯国王难题的解答;泰勒斯驳斥了这些回答的谬误,并亲自就这九个问题给出了更为精辟的解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

γελάσας οὖν ὁ Περίανδρος, ἔχομεν εἶπεν Αἴσωπε τὴν δίκην προσηκόντως, πρὶν ἢ τοὺς Ἀμάσιδος οὓς προειλόμεθα πάντας εἰσαγαγεῖν λόγους εἰς ἑτέρους ἐμπεσόντες.1 ὅρα δή, Νειλόξενε, τὰ λοιπὰ τῆς ἐπιστολῆς, καὶ χρῶ παροῦσιν ἐν ταὐτῷ τοῖς ἀνδράσιν ἀλλὰ μήν ὁ Νειλόξενος ἔφη τὴν μὲν τοῦ Αἰθίοπος ἐπίταξιν οὐδὲν ἄν τις ἄλλο πλὴν ἀχνυμένην σκυτάλην προσείποι κατʼ Ἀρχίλοχον, ὁ δὲ σὸς ξένος Ἄμασις ἡμερώτερος ἐν τοῖς τοιούτοις προβλήμασι καὶ μουσικώτερος γέγονεν ἐκέλευσε γὰρ αὐτὸν εἰπεῖν τὸ πρεσβύτατον καὶ τὸ κάλλιστον καὶ τὸ μέγιστον καὶ τὸ σοφώτατον καὶ τὸ κοινότατον, καὶ ναὶ μὰ Δία πρὸς τούτοις τὸ ὠφελιμώτατον, καὶ τὸ βλαβερώτατον καὶ τὸ ἰσχυρότατον καὶ τὸ ῥᾷστον ἆρʼ οὖν ἀπεκρίνατο καὶ διέλυσε τούτων ἕκαστον; οὕτως ὁ Νειλόξενος ἔφη· κρίνετε δʼ ὑμεῖς ἀκούσαντες. περὶ πολλοῦ γὰρ ὁ βασιλεὺς ποιεῖται μήτε συκοφαντῶν ἁλῶναι τὰς ἀποκρίσεις, εἴ τέ τι σφάλλεται κατὰ ταύτας ὁ ἀποκρινάμενος, τοῦτο μὴ διαφυγεῖν ἀνεξέλεγκτον. ἀναγνώσομαι δʼ ὑμῖν ὥσπερ ἀπεκρίνατο. τί πρεσβύτατον; χρόνος. τί μέγιστον; κόσμος. τί σοφώτατον; ἀλήθεια. τί κάλλιστον; φῶς. τί κοινότατον; θάνατος. τί ὠφελιμώτατον; θεός. τί βλαβερώτατον; δαίμων. τί ῥωμαλεώτατον; τύχη. τί ῥᾷστον; ἡδύ.

佩里安德于是笑着说道: “伊索,我们受罚是理所应当的,因为在我们提出预先选定的阿马西斯的全部议题之前,就陷入了别的争论之中。那么,奈洛克塞诺斯,看一看信中剩下的部分吧,并善用一同在座的诸位吧。” “然而,”奈洛克塞诺斯说道,“埃塞俄比亚王的那道命令,依照阿耳基洛科斯的说法,人只能称其为‘令人悲痛的密信木仗’;而您的客人阿马西斯在此类难题上则更为温和,也更有文雅之风。因为他要求对方说出:什么是最高寿的,什么是极美的,什么是至大的,什么是至智的,什么是至为普遍的;更有甚者,凭宙斯起誓,在这之外还有:什么是最有益的,什么是最有害的,什么是最强健有力的,什么是至易的。” “那么,他当真回答并解答了其中的每一道难题吗?” “正是如此,”奈洛克塞诺斯说道, “请诸位听后予以裁决。因为国王十分看重两点:既不被证实是在对这些回答无端挑剔,也使得应答者在这些回答上所犯的任何谬误都无法逃脱反驳。我这就按照他回答的原样为诸位读出: 什么是最高寿的? 时间。 什么是至大的? 宇宙。 什么是至智的? 真理。 什么是极美的? 光芒。 什么是至为普遍的? 死亡。 什么是最有益的? 神祇。 什么是最有害的? 恶灵。 什么是最强健有力的? 命运。 什么是至易的? 令人欢悦之事。”

§9

τούτων πάλιν ἀναγνωσθέντων, ὦ Νίκαρχε, γενομένης σιωπῆς Θαλῆς ἠρώτησε τὸν Νειλόξενον εἰ προσήκατο τὰς λύσεις ὁ Ἄμασις. ἐκείνου δʼ εἰπόντος ὅτι τὰς μὲν ἀπεδέξατο ταῖς δʼ ἐδυσκόλαινε, καὶ μὴν οὐδὲν εἶπεν ὁ Θαλῆς ἀνεπίληπτόν ἐστιν, ἀλλʼ ἔχει πάντα διαμαρτίας μεγάλας καὶ ἀγνοίας. οἷον εὐθὺς ὁ χρόνος πῶς ἂν εἴη πρεσβύτατον, εἰ τὸ μὲν αὐτοῦ γεγονὸς τὸ δʼ ἐνεστώς ἐστι τὸ δὲ μέλλον; ὁ γὰρ μεθʼ ἡμᾶς ἐσόμενος χρόνος καὶ πραγμάτων τῶν νῦν καὶ ἀνθρώπων νεώτερος ἂν φανείη. τὸ δὲ τὴν ἀλήθειαν ἡγεῖσθαι σοφίαν οὐδὲν ἐμοὶ δοκεῖ διαφέρειν τοῦ τὸ φῶς ὀφθαλμὸν ἀποφαίνειν.2 εἰ δὲ τὸ φῶς καλόν ὥσπερ ἐστὶν ἐνόμιζε, πῶς τὸν ἥλιον αὐτὸν παρεῖδε; τῶν δʼ ἄλλων ἡ μὲν περὶ θεῶν καὶ δαιμόνων ἀπόκρισις θράσος ἔχει καὶ κίνδυνον, ἀλογίαν δὲ καὶ πολλὴν ἡ περὶ τῆς τύχης· οὐ γὰρ ἂν μετέπιπτε ῥᾳδίως οὕτως, ἰσχυρότατον οὖσα τῶν ὄντων καὶ ῥωμαλεώτατον. οὐ μὴν οὐδʼ ὁ θάνατος κοινότατόν ἐστιν· οὐ γάρ ἐστι πρὸς τοὺς ζῶντας. ἀλλʼ ἵνα μὴ δοκῶμεν εὐθύνειν τὰς τῶν ἑτέρων ἀποφάσεις, τὰς οἰκείας ταῖς ἐκείνου παραβάλωμεν· ἐμαυτὸν δὲ παρέχω πρῶτον, εἰ βούλεται Νειλόξενος, ἐρωτᾶν καθʼ ἕκαστον. ὡς οὖν ἐγένοντο τότε, κἀγὼ νῦν διηγήσομαι τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις. τί πρεσβύτατον; θεός ἔφη Θαλῆς· ἀγέννητον γάρ ἐστι. τί μέγιστον; τόπος· τἄλλα μὲν γὰρ ὁ κόσμος, τὸν δὲ κόσμον οὗτος περιέχει τί κάλλιστον; κόσμος· πᾶν γὰρ τὸ κατὰ τάξιν τούτου μέρος ἐστί. τί σοφώτατον; χρόνος· τὰ μὲν γὰρ εὕρηκεν οὗτος ἤδη, τὰ δʼ εὑρήσει. τί κοινότατον; ἐλπίς· καὶ γὰρ οἷς ἄλλο μηδέν, αὕτη πάρεστι. τί ὠφελιμώτατον; ἀρετή· καὶ γὰρ τἄλλα τῷ χρῆσθαι καλῶς ὠφέλιμα ποιεῖ. τί βλαβερώτατον; κακία· καὶ γὰρ τὰ πλεῖστα βλάπτει παραγενομένη τί ἰσχυρότατον; ἀνάγκη· μόνον γὰρ ἀνίκητον. τί ῥᾷστον; τὸ κατὰ φύσιν, ἐπεὶ πρὸς ἡδονάς γε πολλοὶ πολλάκις ἀπαγορεύουσιν.3

尼卡库斯啊,当这些再次被宣读完毕、四座归于沉寂之时,泰勒斯询问奈洛克塞诺斯,阿马西斯是否接纳了这些解答。在那位回答说国王接纳了其中一部分、而对另一部分心生不悦之后,泰勒斯说道: “然而,其中绝无无可挑剔之语,反而尽皆包含巨大的谬误与盲昧。例如开篇第一问,时间怎会是最高寿的呢,若是它一部分属于过去,一部分属于当下,另一部分则属于未来?因为在我们之后将至的时间,显然会比眼前的事物与世人更为年轻。至于把真理视作智慧,在我看来无异于断言光芒便是眼睛。若是他如同事实那般认为光芒是美丽的,他又怎能忽视太阳本身呢?至于其余各项,关于神明与恶灵的回答充斥着妄断与凶险,而关于命运的回答则大谬不然;因为若命运是万物中最强大、最强健的,它断不会如此轻易变幻无常。再者,死亡也绝非至为普遍之物,因为对于生者而言它并不存在。然而,为了不显得我们仅仅是在评判他人的论断,我们不妨将自身的见解与对方的答案并列比对;若是奈洛克塞诺斯愿意,我愿毛遂自荐,率先接受每一道题的探问。” 正如当时所进行的那样,我现在也将转述这些问答: 什么是最高寿的? “神,”泰勒斯说道,“因他是无始不生之物。” 什么是至大的? “空间;因为宇宙包容其他一切,而空间则包容宇宙。” 什么是极美的? “宇宙;因为凡合乎秩序之物皆是宇宙的一部分。” 什么是至智的? “时间;因为有些事情时间已经查明,有些事情它即将查明。” 什么是至为普遍的? “希望;因为即便是身无长物之人,希望亦常伴其身。” 什么是最有益的? “德行;因为通过善加运用,它令其他事物皆变得有益。” 什么是最有害的? “邪恶;因为它的降临会戕害绝大多数事物。” 什么是最强健有力的? “必然;因为唯有它是不可战胜的。” 什么是至易的? “顺乎天性之事;因为对于享乐,许多人往往也会疲惫力竭。”

语法注3 条
  1. 8πρὶν ἢ τοὺς Ἀμάσιδος οὓς προειλόμεθα πάντας εἰσαγαγεῖν λόγους εἰς ἑτέρους ἐμπεσόντες

    连词 πρὶν ἤ 后接不定式 εἰσαγαγεῖν,并带有与主句主语(ἔχομεν)一致的主格分词 ἐμπεσόντες。该分词作状语(表示原因或伴随情况),说明众人之所以“受罚”,乃是因为在提出阿马西斯的全部预定论题之前便脱轨陷入了其他讨论。

  2. 153bτὸ δὲ τὴν ἀλήθειαν ἡγεῖσθαι σοφίαν οὐδὲν ἐμοὶ δοκεῖ διαφέρειν τοῦ τὸ φῶς ὀφθαλμὸν ἀποφαίνειν

    带冠词的不定式短语 τὸ ... ἡγεῖσθαι 作句子的主语,其内部 τὴν ἀλήθειαν 与 σοφίαν 构成双宾格(将真理视作智慧)。谓语动词 διαφέρειν 的比较对象为属格的带冠词不定式短语 τοῦ τὸ φῶς ὀφθαλμὸν ἀποφαίνειν(宣称光芒为眼睛),该短语内部同样包含了双宾格结构(τὸ φῶς 与 ὀφθαλμόν)。

  3. 153dἐπεὶ πρὸς ἡδονάς γε πολλοὶ πολλάκις ἀπαγορεύουσιν

    动词 ἀπαγορεύω 在此搭配介词短语 πρὸς 加宾格(πρὸς ἡδονάς),意为“对……感到疲惫力竭、厌倦放弃”。尽管享乐看似容易,但泰勒斯指出实际上许多人对于享乐也往往会力竭厌倦,因此不能称之为“最容易的事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:8-9