- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:10-11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克列奥多洛斯对认真对待谜题的做法提出讥讽,佩里安德与伊索为此作答;随后在涅西菲洛斯的提议下,诸位智士依次发表了各自关于最善民主国制的看法。
ἀποδεξαμένων δὲ πάντων τὸν Θαλῆν, Κλεόδωρος εἶπε τοσαῦτʼ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι βασιλεῦσιν, ὦ Νειλόξενε, προσῆκόν ἐστιν· ὁ δὲ προπίνων τὴν θάλατταν Ἀμάσιδι βάρβαρος ἐδεῖτο τῆς Πιττακοῦ βραχυλογίας, ᾗ πρὸς Ἀλυάττην ἐχρήσατο προστάττοντά τι καὶ γράφοντα Λεσβίοις ὑπερήφανον, ἀποκρινάμενος οὐδὲν ἀλλʼ ἢ μόνον κελεύσας1 κρόμμυα καὶ θερμὸν ἄρτον ἐσθίειν ὑπολαβὼν οὖν ὁ Περίανδρος ἀλλὰ μήν ἔφη καὶ τοῖς παλαιοῖς Ἕλλησιν ἔθος ἦν, ὦ Κλεόδωρε, τοιαύτας ἀλλήλοις ἀπορίας προβάλλειν. ἀκούομεν γὰρ ὅτι καὶ πρὸς τὰς Ἀμφιδάμαντος ταφὰς εἰς Χαλκίδα τῶν τότε σοφῶν οἱ δοκιμώτατοι ποιηταὶ συνῆλθον· ἦν δʼ ὁ Ἀμφιδάμας ἀνὴρ πολεμικός, καὶ πολλὰ πράγματα παρασχὼν Ἐρετριεῦσιν ἐν ταῖς περὶ Ληλάντου μάχαις ἔπεσεν. ἐπεὶ δὲ τὰ παρεσκευασμένα τοῖς ποιηταῖς ἔπη χαλεπὴν καὶ δύσκολον ἐποίει τὴν κρίσιν διὰ τὸ ἐφάμιλλον, ἥ τε δόξα τῶν ἀγωνιστῶν, Ὁμήρου καὶ Ἡσιόδου, πολλὴν ἀπορίαν μετʼ αἰδοῦς τοῖς κρίνουσι παρεῖχεν, ἐτράποντο πρὸς τοιαύτας ἐρωτήσεις, καὶ προύβαλʼ ὁ μέν, ὥς φησι Λέσχης "Μοῦσά μοι ἔννεπε κεῖνα μήτʼ ἐγένοντο πάροιθε μήτʼ ἔσται μετόπισθεν" , ἀπεκρίνατο δʼ Ἡσίοδος ἐκ τοῦ παρατυχόντος "ἀλλʼ ὅταν ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι ἅρματα συντρίψωσιν ἐπειγόμενοι περὶ νίκης" καὶ διὰ τοῦτο λέγεται μάλιστα θαυμασθεὶς τοῦ τρίποδος τυχεῖν τί δὲ ταῦθʼ ὁ Κλεόδωρος εἶπε διαφέρει τῶν Εὐμήτιδος αἰνιγμάτων; ἃ ταύτην μὲν ἴσως οὐκ ἀπρεπές ἐστι παίζουσαν καὶ διαπλέκουσαν ὥσπερ ἕτεραι ζώνια καὶ κεκρυφάλους προβάλλειν ταῖς γυναιξίν, ἄνδρας δὲ νοῦν ἔχοντας ἔν τινι σπουδῇ τίθεσθαι γελοῖον ἡ μὲν οὖν Εὔμητις ἡδέως ἂν εἰποῦσά τι πρὸς αὐτόν, ὡς ἐφαίνετο, κατέσχεν ἑαυτὴν ὑπʼ αἰδοῦς, καὶ ἀνεπλήσθη τὸ πρόσωπον ἐρυθήματος· ὁ δʼ Αἴσωπος οἷον ἀμυνόμενος ὑπὲρ αὐτῆς οὐ γελοιότερον οὖν εἶπε τὸ μὴ δύνασθαι ταῦτα διαλύειν, οἷόν ἐστιν ὃ μικρὸν ἔμπροσθεν ἡμῖν τοῦ δείπνου προύβαλεν "ἄνδρʼ εἶδον πυρὶ χαλκὸν ἐπʼ ἀνέρι κολλήσαντα;" τί τοῦτʼ ἐστὶν ἔχοις ἂν εἰπεῖν; ἀλλʼ οὐδὲ μαθεῖν δέομαι ἔφη ὁ Κλεόδωρος. καὶ μὴν οὐδείς ἔφη σοῦ τοῦτο μᾶλλον οἶδεν οὐδὲ ποιεῖ βέλτιον· εἰ δʼ ἀρνῇ, μάρτυρας ἔχω σικυωνίας. ὁ μὲν οὖν Κλεόδωρος ἐγέλασε· καὶ γὰρ ἐχρῆτο μάλιστα ταῖς σικυωνίαις τῶν καθʼ αὑτὸν ἰατρῶν, καὶ δόξαν οὐχ ἥκιστα τὸ βοήθημα τοῦτο διʼ ἐκεῖνον ἔσχηκε.
在众人皆称赞泰勒斯之后,克列奥多洛斯说道: “奈洛克塞诺斯啊,进行如此之多的问答,对君王们而言固然合宜;但那个向阿马西斯挑战要他饮尽大海的蛮族人,本该领教皮塔库斯的简练之语——当年阿吕阿特斯向莱斯博斯人发出傲慢的指令与信函时,皮塔库斯正是以这种简练来应对,除仅仅吩咐他去吃洋葱和热面包外,未作任何回应。” 佩里安德于是接过话头说道: “然而,克列奥多洛斯啊,古代希腊人之间也素有互相提出此类谜题的习俗。因为我们听闻,为了参加在卡尔基斯为安菲达马斯举行的葬礼,当时智者中最具名望的诗人们齐聚一堂。安菲达马斯是一位好战之人,在给埃雷特里亚人带来诸多困扰之后,战死于争夺勒兰托斯平原的战役中。由于诗人们预先准备的诗作难分轩輊,评判殊为困难,且参赛者荷马与赫西俄德的名望又令裁判们心生敬畏而大感为难,于是他们便转向了这类问答。据莱斯凯斯所述,其中一人提出: ‘缪斯啊,请为我讲述那些未曾发生于前、 亦绝不会出现于后的事迹。’ 赫西俄德则随口应答道: ‘乃是当蹄声喧响的群马绕着宙斯的陵墓, 为了争夺胜利疾驰并撞碎战车之时。’ 据说赫西俄德正因此备受赞赏,赢得了三脚鼎。” “然而这些,”克列奥多洛斯说道,“与尤梅蒂斯的谜语又有何分别呢?她作为一个女子,如同其他妇人编织腰带和发网一般,在嬉戏中编出谜语来向妇女们发问,或许并无不合体统之处;但若让明理的男子对其煞有介事地认真对待,未免荒唐可笑。” 此时尤梅蒂斯看神情本想欣然反驳他几句,却因羞怯而克制了自己,脸上泛起一片红晕;而伊索宛如替她挺身辩护般说道: “那么,解不开这些谜题岂非更为可笑?正如她在晚宴前不久向我们提出的那道谜语: ‘我见一人用火将青铜粘接于他人之身。’ 你能说出这是何物吗?” “我甚至根本不想知道。” 克列奥多洛斯说道。 “然而,”伊索说道,“没有人比你更清楚此事,也没有人比你做得更好;如果你否认,我可以用拔火罐作为证人。” 克列奥多洛斯于是笑了起来;因为在他同时代的医者中,他是最常使用拔火罐的,这项疗法名声大噪也多半是归功于他。
Μνησίφιλος δʼ ὁ Ἀθηναῖος, ἑταῖρος ὢν καὶ ζηλωτὴς Σόλωνος, ἐγώ τοι εἶπεν ὦ Περίανδρε τὸν λόγον ἀξιῶ καθάπερ τὸν οἶνον μὴ πλουτίνδην μηδʼ ἀριστίνδην ἀλλʼ ἐξ ἴσου πᾶσιν ὥσπερ ἐν δημοκρατίᾳ νέμεσθαι καὶ κοινὸν εἶναι· τῶν δʼ ἄρτι περὶ ἀρχῆς καὶ βασιλείας εἰρημένων οὐδὲν ἡμῖν τοῖς δημοτικοῖς μέτεστιν. ὅθεν οἰόμεθα δεῖν πάλιν ἕκαστον ὑμῶν περὶ πολιτείας ἰσονόμου γνώμην τινὰ συμβαλέσθαι, ἀρξαμένους αὖθις ἀπὸ Σόλωνος. Ἐδόκει δὴ ταῦτα ποιεῖν. καὶ πρῶτος ὁ Σόλων ἀλλʼ ἀκήκοας μέν εἶπεν ὦ Μνησίφιλε μετὰ πάντων Ἀθηναίων ἣν ἔχω γνώμην περὶ πολιτείας· εἰ δὲ βούλει καὶ νῦν ἀκούειν, δοκεῖ μοι πόλις ἄριστα πράττειν καὶ μάλιστα σῴζειν δημοκρατίαν, ἐν ᾗ τὸν ἀδικήσαντα τοῦ ἀδικηθέντος οὐδὲν ἧττον2 οἱ μὴ ἀδικηθέντες προβάλλονται καὶ κολάζουσι Δεύτερος δʼ ὁ Βίας ἔφησε κρατίστην εἶναι δημοκρατίαν ἐν ᾗ πάντες ὡς τύραννον φοβοῦνται τὸν νόμον.3 ἐπὶ τούτῳ Θαλῆς τὴν μήτε πλουσίους ἄγαν μήτε πένητας ἔχουσαν πολίτας. μετὰ δὲ τοῦτον ὁ Ἀνάχαρσις ἐν ᾗ τῶν ἄλλων ἴσων νομιζομένων ἀρετῇ τὸ βέλτιον ὁρίζεται, κακίᾳ δὲ τὸ χεῖρον. πέμπτος δʼ ὁ Κλεόβουλος ἔφη μάλιστα σωφρονεῖν δῆμον ὅπου τὸν ψόγον μᾶλλον οἱ πολιτευόμενοι δεδοίκασιν ἢ τὸν νόμον. ἕκτος δὲ Πιττακός, ὅπου τοῖς πονηροῖς οὐκ ἔξεστιν ἄρχειν καὶ τοῖς ἀγαθοῖς οὐκ ἔξεστι μὴ ἄρχειν. μετατραπεὶς δʼ ὁ Χίλων ἀπεφήνατο τὴν μάλιστα νόμων ἥκιστα δὲ ῥητόρων ἀκούουσαν πολιτείαν ἀρίστην εἶναι. τελευταῖος δὲ πάλιν ὁ Περίανδρος ἐπικρίνων ἔφη δοκεῖν αὐτῷ πάντας ἐπαινεῖν δημοκρατίαν τὴν ὁμοιοτάτην ἀριστοκρατίᾳ.
雅典人涅西菲洛斯作为梭伦的同道与仰慕者,说道: “佩里安德啊,依我之见,言论当如美酒一般,不可按财富亦不可按门第,而应如在民主政体中那样平等地分配给众人、由大家所共有;方才关于统治与王权的言论,与我们这些平民百姓毫无瓜葛。因此我们认为,应当从梭伦重新开始,你们每人就人人平等的国制发表一份见解。” 众人皆赞同如此行事。梭伦首先说道: “涅西菲洛斯啊,你同所有雅典人一样,早已知晓我对国制的看法;但若你此刻仍愿聆听,依我之见,凡未受侵害之人同受害之人同样控告、惩罚侵害者的城邦,其治理最为优良,也最能维系民主。” 第二位发言的比阿斯说道,所有人皆如畏惧僭主一般敬畏法律的城邦,其民主最为强大。接着泰勒斯说道,公民既无极富亦无极贫的城邦最为优良。其后阿那卡尔西斯说道,乃是其他条件皆被视作平等,而以德行判定更优、以恶行判定更劣的〔民主政体〕。第五位克列奥布洛斯说道,参政者畏惧非议甚于畏惧法律之处,民众最为清明克制。第六位皮塔库斯说道,恶人不得掌权、善人不得推卸统治之处最为优良。奇隆转身宣告,最顺从法律而最少听从演说家的国制乃是至善的。最后,佩里安德再次做出评定道,在他看来,众人所赞美的其实是那与贵族政体最为相似的民主政体。
- 10ἀποκρινάμενος οὐδὲν ἀλλʼ ἢ μόνον κελεύσας
习语 ἀλλʼ ἤ 表示“除……之外别无”或“仅仅”,与前面的否定词 οὐδέν 相呼应。分词 κελεύσας 与其前的分词 ἀποκρινάμενος 并列,而非充当主要动词,意为“除仅仅吩咐……之外未作任何回应”。
- 154eτοῦ ἀδικηθέντος οὐδὲν ἧττον
属格 τοῦ ἀδικηθέντος 是由比较级副词 ἧττον 所要求的比较属格(“不亚于受害者”)。该从句的主语是紧随其后的 οἱ μὴ ἀδικηθέντες,表示“未受侵害的人如同受害的人一样”挺身而出惩治不义之人。
- 154eἐν πάντες ὡς τύραννον φοβοῦνται τὸν νόμον
承接前文梭伦的句式(ἐν ᾗ...),此处介词 ἐν 之后同样接关系代词 ᾗ(ἐν ᾗ πάντες),修饰前面的 δημοκρατίαν,构成关系从句:“[在其中]所有人都如畏惧僭主般敬畏法律[的民主政体]”。
