- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
基隆提议由梭伦开篇,七贤依次就贤君与明智统治的条件各陈一条箴言;佩里安德敛容慨叹这些格言足以使明智者对统治望而却步,随后伊索与梭伦围绕神谕、民主法治及酒会论辩展开了机智的问答。
εἰπόντος οὖν τοῦ Χίλωνος ὡς Σόλων κατάρχεσθαι τοῦ λόγου δίκαιός ἐστιν,1 οὐ μόνον ὅτι πάντων προήκει καθʼ ἡλικίαν καὶ τυγχάνει κατακείμενος πρῶτος, ἀλλʼ ὅτι τὴν μεγίστην καὶ τελειοτάτην ἀρχὴν ἄρχει νόμους Ἀθηναίοις θέμενος, ὁ Νειλόξενος ἡσυχῇ πρὸς ἐμὲ πολλὰ γʼ εἶπεν ὦ Διόκλεις πιστεύεται ψευδῶς, καὶ χαίρουσιν οἱ πολλοὶ λόγους ἀνεπιτηδείους περὶ σοφῶν ἀνδρῶν αὐτοί τε πλάττοντες καὶ δεχόμενοι παρʼ ἑτέρων ἑτοίμως, οἷα καὶ πρὸς ἡμᾶς εἰς Αἴγυπτον ἀπηγγέλη περὶ Χίλωνος, ὡς ἄρα διαλύσαιτο τὴν πρὸς Σόλωνα φιλίαν καὶ ξενίαν, ὅτι τοὺς νόμους ὁ Σόλων ἔφη μὴ μετακινητοὺς εἶναι. Καὶ ἐγὼ γελοῖος ἔφην ὁ λόγος· οὕτω γὰρ δεῖ πρῶτον ἀποποιεῖσθαι τὸν Λυκοῦργον αὐτοῖς νόμοις ὅλην μετακινήσαντα τὴν Λακεδαιμονίων πολιτείαν Μικρὸν οὖν ἐπισχὼν ὁ Σόλων ἐμοὶ μὲν ἔφη δοκεῖ μάλιστʼ ἂν ἔνδοξος γενέσθαι καὶ βασιλεὺς καὶ τύραννος, εἰ δημοκρατίαν ἐκ μοναρχίας κατασκευάσειε τοῖς πολίταις. Δεύτερος δʼ ὁ Βίας εἶπεν εἰ, ἀτρόποις χρῷτο τοῖς νόμοις τῆς πατρίδος.2 ἐπὶ τούτῳ δʼ ὁ Θαλῆς ἔφησεν εὐδαιμονίαν ἄρχοντος νομίζειν, εἰ τελευτήσειε γηράσας κατὰ φύσιν. τέταρτος Ἀνάχαρσις εἰ μὴ μόνος εἴη φρόνιμος Πέμπτος δὲ Κλεόβουλος εἰ μηδενὶ πιστεύοι τῶν συνόντων ἕκτος δʼ ὁ Πιττακὸς εἰ τοὺς ὑπηκόους ὁ ἄρχων παρασκευάσειε φοβεῖσθαι μὴ αὐτὸν ἀλλʼ ὑπὲρ αὐτοῦ. Μετὰ τοῦτον ὁ Χίλων ἔφη τὸν ἄρχοντα χρῆναι μηδὲν φρονεῖν θνητόν, ἀλλὰ πάντʼ ἀθάνατα. ῥηθέντων δὲ τούτων ἠξιοῦμεν ἡμεῖς καὶ αὐτὸν εἰπεῖν τι τὸν Περίανδρον. ὁ δʼ οὐ μάλα φαιδρὸς ἀλλὰ συστήσας τὸ πρόσωπον ἐγὼ τοίνυν ἔφη προσαποφαίνομαι τὰς εἰρημένας γνώμας ἁπάσας σχεδὸν ἀφιστάναι τοῦ ἄρχειν τὸν νοῦν ἔχοντα Καὶ ὁ Αἴσωπος οἷον ἐλεγκτικῶς ἔδει τοίνυν ἔφη τοῦτο καθʼ ἑαυτοὺς περαίνειν3 καὶ μή, συμβούλους φάσκοντας εἶναι καὶ φίλους, κατηγόρους γίγνεσθαι τῶν ἀρχόντων ἁψάμενος οὖν αὐτοῦ τῆς κεφαλῆς ὁ Σόλων καὶ διαμειδιάσας εἶπεν οὐκ ἂν δοκεῖ σοι μετριώτερον ἄρχοντα ποιεῖν καὶ τύραννον ἐπιεικέστερον ὁ πείθων4 ὡς ἄμεινον εἴη τὸ μὴ ἄρχειν ἢ τὸ ἄρχειν; τίς δʼ ἂν ἔφη σοὶ τοῦτο πεισθείη μᾶλλον ἢ τῷ θεῷ φράσαντι κατὰ τὸν πρὸς σὲ χρησμὸν "εὔδαιμον πτολίεθρον ἑνὸς κήρυκος ἀκοῦον;" Καὶ ὁ Σόλων ἀλλὰ μήν ἔφη καὶ νῦν ἑνὸς Ἀθηναῖοι κήρυκος ἀκροῶνται καὶ ἄρχοντος τοῦ νόμου, δημοκρατίαν ἔχοντες. σὺ δὲ δεινὸς εἶ κοράκων ἐπαΐειν καὶ κολοιῶν, τῆς δὲ θεοῦ φωνῆς οὐκ ἀκριβῶς ἐξακούεις, ἀλλὰ πόλιν μὲν οἴει κατὰ τὸν θεὸν ἄριστα πράττειν τὴν ἑνὸς ἀκούουσαν, συμποσίου δʼ ἀρετὴν νομίζεις τὸ πάντας διαλέγεσθαι καὶ περὶ πάντων σὺ γάρ ἔφη ὁ Αἴσωπος οὔπω γέγραφας ὅτι ὅμοιον οἰκέτας μὴ μεθύειν, ὡς ἔγραψας Ἀθήνησιν οἰκέτας μὴ ἐρᾶν μηδὲ ξηραλοιφεῖν. γελάσαντος οὖν τοῦ Σόλωνος Κλεόδωρος ὁ ἰατρὸς ἀλλʼ ὅμοιον ἔφη τῷ ξηραλοιφεῖν τὸ λαλεῖν ἐν οἴνῳ βρεχόμενον· ἥδιστον γάρ ἐστι. Καὶ ὁ Χίλων ὑπολαβὼν ἔφη διὰ τοῦτό τοι μᾶλλον ἀφεκτέον αὐτοῦ Πάλιν δʼ ὁ Αἴσωπος καὶ μήν ἔφη Θαλῆς ἔδοξεν εἰπεῖν ὅτι τάχιστα γηράσει
基隆于是指出,梭伦理应首先开启论说,这不仅因为他在年龄上高于所有人且恰好居于首席,更因为他为雅典人订立法律,施行着最伟大、最完满的统治;此时,奈洛克塞诺斯悄声对我说道: “狄奥克勒斯,世间被误信之事委实繁多!庸常大众乐于亲自捏造关于智者的不当言论,并轻信他人之言,就像此前传至我们埃及关于基隆的谣传一样,竟称基隆断绝了与梭伦的友谊与客礼,只因梭伦主张法律不可变动。” 我便说道: “这传闻实属荒唐。照此说来,人们首先就得摒弃莱库古了,因为他恰恰用法律彻底重构了拉刻代蒙人的整个政制。” 梭伦稍作停顿后说道: “在我看来,无论是君王还是僭主,若能为臣民从君主制中建立起民主制,便能获得至高的名望。” 第二个发言的比亚斯说道: “若是他遵循祖国不可更易的法律。” 随后泰勒斯表示,他认为统治者的幸福在于顺应天性终老而逝。第四位阿纳卡尔西斯说道: “若是他并非唯一的贤哲之人。” 第五位克莱奥布卢说道: “若是他不信任左右侍从中的任何一人。” 第六位庇塔库斯说道: “若是统治者能令臣民不惧怕他本人,而是为他的安危而担忧。” 在他之后,基隆说道,统治者应当全不作凡人之想,而常怀不朽之事。诸人发言完毕后,我们亦请求佩里安德本人发表些见解。然而他面无喜色,反而敛容皱眉道: “那么依我补充之见,方才所言的各种主张,几乎全在规劝一个有理智的人远离统治之位。” 伊索似乎带着诘难的神情说道: “既然如此,这道理本该在你们私下里推敲,而不该自称是谋士与诤友,却反倒成了统治者的控告者。” 梭伦于是轻抚他的头部,微笑着说道: “难道你不认为,凡劝导人们‘不统治胜过统治’之人,正是使统治者更为克制、使僭主更为宽仁的人吗?” 伊索说道:“谁会在这件事上信服你,而不去信服赐予你那道神谕的神祇呢?神谕不是说: ‘聆听一名传令官之言的城邑是幸福的’吗?” 梭伦答道: “然而即便在当下,雅典人享有民主,所听从的也正是一名传令官与统治者——那便是法律。你虽擅长理解乌鸦与寒鸦的啼鸣,却未能精准听懂神明的声音;你既认为依照神明之意,听命于一人的城邦最为繁荣,却又认为酒会的德行在于人人都探讨一切议题。” 伊索说道:“因为你尚未立法规定奴仆不得醉酒,正如你曾在雅典立法禁止奴仆恋爱与干擦抹油一样。” 梭伦笑了,医官克莱奥多鲁说道: “然而在酒气熏然中滔滔不绝,恰似干擦抹油一般,皆是至乐之事。” 基隆接过话头说道: “正因如此,人们才更当对此戒绝。” 伊索再次说道: “然而泰勒斯方才似乎说过,老去得最为迅速的——”
- 7Σόλων κατάρχεσθαι τοῦ λόγου δίκαιός ἐστιν
形容词的人称句式(个人构式)。相当于非人称句式“δίκαιόν ἐστι τὸν Σόλωνα κατάρχεσθαι”(由梭伦开篇是正当的),但在希腊语中语义上的主语 Σόλων 提升为主格主语,形容词 δίκαιος 与之同性数格一致,并支配不定式 κατάρχεσθαι。
- 152aἀτρόποις χρῷτο τοῖς νόμοις τῆς πατρίδος
独立的条件从句(εἰ 加祈愿语气),省略了主句,承接前文梭伦的断言(δοκεῖ μάλιστʼ ἂν ἔνδοξος γενέσθαι...)。比亚斯、阿纳卡尔西斯、克莱奥布卢和庇塔库斯依次以平行的“εἰ...”形式补充各自认为使统治者获得名望或幸福的条件。
- 152bἔδει τοίνυν τοῦτο καθʼ ἑαυτοὺς περαίνειν
表示非真实的未完成过去直说语气(ἔδει),意为“(你们本未如此做,但)你们本应在私下里解决这件事情”。用于表达过去未曾履行的义务或应当发生而未发生之事。
- 152cοὐκ ἂν δοκεῖ σοι μετριώτερον ἄρχοντα ποιεῖν καὶ τύραννον ἐπιεικέστερον ὁ πείθων
带有 ἄν 的潜在疑问句(οὐκ ἂν δοκεῖ...)。主语是实体化的分词短语 ὁ πείθων(“说服……之人”),动词 δοκεῖ 支配不定式 ποιεῖν,后者带有双重宾格结构(ἄρχοντα 与 μετριώτερον,以及 τύραννον 与 ἐπιεικέστερον)。
