← 普鲁塔克

七贤宴饮录

§6

阿玛西斯的来信与比亚斯喝干大海的妙解

在佩里安德的催促下,奈洛克塞诺斯宣读了阿玛西斯求助解谜的国书;比亚斯巧妙化解了埃塞俄比亚国王“喝干大海”的苛求,受到满座贤人的称赞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

γενομένης δὲ σιωπῆς ὁ Περίανδρος ὁρῶν βουλόμενον μὲν ὀκνοῦντα δʼ ἄρξασθαι τοῦ λόγου τὸν Νειλόξενον ἐγώ τοι εἶπεν ὦ ἄνδρες ἐπαινῶ καὶ πόλεις καὶ ἄρχοντας, ὅσοι ξένοις πρῶτον εἶτα πολίταις χρηματίζουσι· καὶ νῦν δοκεῖ μοι τοὺς μὲν ἡμετέρους λόγους οἷον ἐπιχωρίους καὶ συνήθεις βραχὺν χρόνον ἐπισχεῖν, πρόσοδον δʼ ὥσπερ ἐν ἐκκλησίᾳ δοῦναι τοῖς Αἰγυπτίοις ἐκείνοις καὶ βασιλικοῖς, οὓς ὁ βέλτιστος ἥκει κομίζων Νειλόξενος Βίαντι, Βίας δὲ βούλεται κοινῇ σκέψασθαι μεθʼ ὑμῶν Καὶ ὁ Βίας ποῦ γὰρ ἢ μετὰ τίνων ἔφη προθυμότερον ἄν τις ἀποκινδυνεύσειεν, εἰ δεῖ, πρὸς τοιαύτας ἀποκρίσεις, ἄλλως τε τοῦ βασιλέως κελεύσαντος ἄρξασθαι μὲν ἀπʼ ἐμοῦ, περιελθεῖν δʼ εἰς ἅπαντας ὑμᾶς τὸν λόγον; Οὕτω δὴ παρεδίδου μὲν αὐτῷ τὸ γραμματεῖον ὁ Νειλόξενος, ὁ δʼ αὐτὸν ἐκέλευσε λύσαντα πάντα πᾶσιν ἐς μέσον ἀναγνῶναι. διάνοιαν δὲ τοιαύτην εἶχε τὰ γεγραμμένα. βασιλεὺς Αἰγυπτίων Ἄμασις λέγει Βίαντι σοφωτάτῳ Ἑλλήνων. βασιλεὺς Αἰθιόπων ἔχει πρὸς ἐμὲ σοφίας ἅμιλλαν. ἡττώμενος δὲ τοῖς ἄλλοις ἐπὶ πᾶσι συντέθεικεν ἄτοπον ἐπίταγμα καὶ δεινόν, ἐκπιεῖν με κελεύων τὴν θάλασσαν. ἔστι δὲ λύσαντι μὲν ἔχειν κώμας τε πολλὰς καὶ πόλεις τῶν ἐκείνου, μὴ λύσαντι δʼ ἄστεων τῶν περὶ Ἐλεφαντίνην ἀποστῆναι.1 σκεψάμενος οὖν εὐθὺς ἀπόπεμπε Νειλόξενον. ἃ δὲ δεῖ φίλοις σοῖς ἢ πολίταις γενέσθαι παρʼ ἡμῶν οὐ τἀμὰ κωλύσει.2 Τούτων ἀναγνωσθέντων οὐ πολὺν χρόνον ἐπισχὼν ὁ Βίας, ἀλλὰ μικρὰ μὲν αὐτὸς πρὸς αὑτῷ γενόμενος μικρὰ δὲ τῷ Κλεοβούλῳ προσομιλήσας ἐγγὺς κατακειμένῳ τί λέγεις εἶπεν ὦ Ναυκρατῖτα; βασιλεύων ἀνθρώπων τοσούτων Ἄμασις, κεκτημένος δὲ χώραν ἀρίστην τοσαύτην ἐθελήσει ἐπὶ κώμαις ἀδόξοις καὶ λυπραῖς ἐκπιεῖν θάλασσαν; Καὶ ὁ Νειλόξενος γελάσας ὡς θελήσοντος3 εἶπεν ὦ Βία σκόπει τὸ δυνατόν. φραζέτω τοίνυν ἔφη τῷ Αἰθίοπι τοὺς ἐμβάλλοντας εἰς τὰ πελάγη ποταμοὺς ἐπισχεῖν, ἕως αὐτὸς ἐκπίνει τὴν νῦν οὖσαν θάλασσαν· περὶ ταύτης γὰρ τὸ ἐπίταγμα γέγονεν, οὐ τῆς ὕστερον ἐσομένης. ὡς δὲ ταῦτʼ εἶπεν ὁ Βίας, ὁ μὲν Νειλόξενος ὑφʼ ἡδονῆς ὥρμησε περιβαλεῖν τὸν Βίαντα καὶ φιλῆσαι· τῶν δʼ ἄλλων ἐπαινεσάντων καὶ ἀποδεξαμένων γελάσας ὁ Χίλων ὦ Ναυκρατῖτα ἔφη ξένε, πρὶν ἀπολέσθαι τὴν θάλασσαν ἐκποθεῖσαν ἀπάγγελλε πλεύσας Ἀμάσιδι μὴ ζητεῖν ὅπως ἅλμην ἀναλώσει τοσαύτην, ἀλλὰ μᾶλλον ὅπως πότιμον καὶ γλυκεῖαν τοῖς ὑπηκόοις τὴν βασιλείαν παρέξει· περὶ ταῦτα γὰρ δεινότατος Βίας καὶ διδάσκαλος τούτων ἄριστος, ἃ μαθὼν Ἄμασις οὐδὲν ἔτι τοῦ χρυσοῦ δεήσεται ποδανιπτῆρος ἐπὶ τοὺς Αἰγυπτίους, ἀλλὰ θεραπεύσουσι πάντες αὐτὸν καὶ ἀγαπήσουσι χρηστὸν ὄντα, κἂν μυριάκις ἢ νῦν ἀναφανῇ δυσγενέστερος καὶ μήν ἔφη ὁ Περίανδρος ἄξιόν γε τοιαύτας ἀπαρχὰς τῷ βασιλεῖ συνεισενεγκεῖν ἅπαντας ἀνδρακάς,4 ὥσπερ ἔφησεν Ὅμηρος· ἐκείνῳ τε γὰρ ἂν γένοιτο πλείονος ἀξία τῆς ἐμπορίας ἡ παρενθήκη, καὶ ἡμῖν ἀντὶ πάντων ὠφέλιμος

当全场安静下来时,佩里安德见奈洛克塞诺斯想开口却又犹豫不决,便说道: “诸位,我实在赞赏那些先接待外邦客人、然后再处理本邦公民事务的城邦与执政官。如今在我看来,理应将我们本邦日常的谈话暂停片刻,如同在民众大会中一样,优先接待那些由尊贵的奈洛克塞诺斯带来呈给比亚斯的埃及王室事务,而比亚斯亦希望同诸位一同商榷。” 比亚斯说道:“若是非冒险给出此类答复不可,一个人究竟在何处、或者同谁在一起,能比在此处更为热忱地承担风险呢?更何况国王吩咐过,此番论说要由我开始,随后传向你们全员。” 于是,奈洛克塞诺斯便要把书板递交给他,比亚斯却吩咐他亲自启封,并向全场众人当众朗读。书信的大意如下: “埃及国王阿玛西斯致希腊最睿智的比亚斯。埃塞俄比亚国王正与我进行一场智慧的较量。在其他所有环节皆败北之后,他竟提出了一项荒谬而苛刻的要求,命我将大海喝干。若解开了难题,条件是我便能获取他的许多村落与城镇;若解不开,则须割让象岛周边的诸城。因此,你在深思熟虑后,请立即派遣奈洛克塞诺斯返回。至于我们应当为你朋友或同胞所施予的恩泽,我方绝不会有任何阻碍。” 朗读完毕后,比亚斯并未耽搁太久,他略微沉吟自语,又与近旁卧席上的克莱奥布卢交谈了片刻,随后说道: “诺克拉提斯人,你在说什么呢?阿玛西斯统治着如此众多的臣民,坐拥如此广袤优越的国土,难道真会为了那些卑微贫瘠的村落而甘愿去喝干大海吗?” 奈洛克塞诺斯笑着说: “比亚斯,权且假定他愿意,你且思量这事如何能够办到吧。” 比亚斯便说:“那么,就让他告知那位埃塞俄比亚王,在他自己喝干现存大海的同时,先截停所有注入海洋的江河;因为这项命令针对的是如今这片大海,而不是后来注入之水。” 比亚斯言毕,奈洛克塞诺斯因欣喜过望而冲上前去拥抱并亲吻比亚斯;其他人亦纷纷称赞并欣然认可。此时希隆笑着说道: “诺克拉提斯的客人,在海水被饮尽枯竭之前,你且扬帆回去禀报阿玛西斯,切莫探求如何消耗如此浩瀚的盐水,倒不如探求如何使自己的王权对臣民而言甘甜可饮。在这方面比亚斯最为熟稔,是这门学问的最佳导师;阿玛西斯若习得此道,便再也无须用金洗脚盆来应付埃及人了,即便他如今被发现比实际出身还要卑贱万倍,众人也依然会侍奉他,爱戴他为一位贤君。” 佩里安德说道:“确实如此,正如荷马所言,我们大家‘人人各自’向国王敬献这般的初熟之果,乃是极为恰当的;因为这一附加之礼对他而言,其价值胜过贸易的利益,而对我们而言,亦是百利而无一害的。”

语法注4 条
  1. 151bἔστι δὲ λύσαντι μὲν ἔχειν ... μὴ λύσαντι δʼ ... ἀποστῆναι

    非人称结构 ἔστι 搭配表示条件或资格的与格分词(λύσαντι 与 μὴ λύσαντι)及不定式(ἔχειν 与 ἀποστῆναι),用于表达条约、赌约的规定细则,意为“若解开则得以享有……,若未解开则须放弃……”。

  2. 151cοὐ τἀμὰ κωλύσει

    τἀμά 是 τὰ ἐμά 的合音(crasis),在句中作主语,搭配动词 κωλύσει,意为“我这方面的事情绝不会成为阻碍”,即“我方决不从中作梗”。

  3. 151cὡς θελήσοντος

    带有连词 ὡς 的属格独立结构,其逻辑主语(阿玛西斯)因上下文明显而被省略,与将来时分词 θελήσοντος 连用,表示主观设想或假定条件:“权且认定/假定他愿意”。

  4. 151eἀνδρακάς

    荷马史诗中的古雅副词,意为“一人一人地”或“各自”。修饰动词 συνεισενεγκεῖν(共同贡献),指在座诸位每一个人都各自献出自己的智慧与谏言。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:6