- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:4-5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
智者们步入宴席,就席位与处事之道展开机智的调侃,佩里安德刻意崇简的宴客方式亦备受称道。饭后,阿达洛斯、阿纳卡西斯与伊索等人围绕音乐及用驴骨制笛的特性展开了讨论。
ἐπεὶ δʼ εἰσήλθομεν, ἤδη μεῖζον ὁ Θαλῆς φθεγξάμενος ποῦ δʼ εἶπεν ὁ ἀνὴρ κατακλινάμενος ἐδυσχέρανεν; ἀποδειχθείσης δὲ τῆς χώρας περιελθὼν ἐκεῖ κατέκλινεν ἑαυτὸν καὶ ἡμᾶς ἀλλὰ κἂν ἐπριάμην1 εἰπών Ἀρδάλῳ κοινωνεῖν μιᾶς τραπέζης. ἦν δὲ Τροιζήνιος ὁ Ἄρδαλος, αὐλῳδὸς καὶ ἱερεὺς τῶν Ἀρδαλίων Μουσῶν, ἃς ὁ παλαιὸς Ἄρδαλος ἱδρύσατο ὁ Τροιζήνιος. ὁ δʼ Αἴσωπος (ἐτύγχανε γὰρ ὑπὸ Κροίσου νεωστὶ πρός τε Περίανδρον ἅμα καὶ πρὸς τὸν θεὸν εἰς Δελφοὺς ἀπεσταλμένος, καὶ παρῆν ἐπὶ δίφρου τινὸς χαμαιζήλου παρὰ τὸν Σόλωνα καθήμενος ἄνω κατακείμενον) ἡμίονος δʼ ἔφη Λυδὸς ἐν ποταμῷ τῆς ὄψεως ἑαυτοῦ κατιδὼν εἰκόνα καὶ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ σώματος ὥρμησε θεῖν ὥσπερ ἵππος ἀναχαιτίσας. εἶτα μέντοι συμφρονήσας ὡς ὄνου υἱὸς εἴη, κατέπαυσε ταχὺ τὸν δρόμον καὶ ἀφῆκε τὸ φρύαγμα καὶ τὸν θυμόν ὁ δὲ Χίλων λακωνίσας τῇ φωνῇ καὶ τύνη ἔφη, βραδὺς καὶ τρέχεις τὸν ἡμίονον.2 ἐκ τούτου παρῆλθε μὲν ἡ Μέλισσα καὶ κατεκλίθη παρὰ τὸν Περίανδρον, ἡ δʼ Εὔμητις ἐκάθισε παρὰ τὸ δεῖπνον. καὶ ὁ Θαλῆς ἐμὲ προσαγορεύσας ἐπάνω τοῦ Βίαντος κατακείμενον τί οὐκ ἔφρασας εἶπεν ὦ Διόκλεις Βίαντι τὸν Ναυκρατίτην ξένον ἥκοντα μετὰ προβλημάτων βασιλικῶν αὖθις ἐπʼ αὐτόν, ὅπως νήφων καὶ προσέχων ἑαυτῷ τὸν λόγον δέχηται; Καὶ ὁ Βίας ἀλλʼ οὗτος μέν ἔφη πάλαι δεδίττεται ταῦτα παρακελευόμενος, ἐγὼ δὲ τὸν Διόνυσον οἶδα τὰ τʼ ἄλλα δεινὸν ὄντα καὶ Λύσιον ἀπὸ σοφίας προσαγορευόμενον, ὥστʼ οὐ δέδια τοῦ θεοῦ μεστὸς γενόμενος μὴ ἀθαρσέστερον ἀγωνίσωμαι Τοιαῦτα μὲν ἐκεῖνοι πρὸς ἀλλήλους ἅμα δειπνοῦντες ἔπαιζον· ἐμοὶ δὲ τὸ δεῖπνον εὐτελέστερον ὁρῶντι τοῦ συνήθους ἐννοεῖν ἐπῄει πρὸς ἐμαυτὸν ὡς σοφῶν κἀγαθῶν ἀνδρῶν ὑποδοχὴ καὶ κλῆσις οὐδεμίαν προστίθησι δαπάνην ἀλλὰ συστέλλει μᾶλλον, ἀφαιροῦσα περιεργίας ὄψων καὶ μύρα ξενικὰ καὶ πέμματα καὶ πολυτελῶν οἴνων διαχύσεις, οἷς καθʼ ἡμέραν χρώμενος ἐπιεικῶς ὁ Περίανδρος ἐν τυραννίδι καὶ πλούτῳ καὶ πράγμασι, τότε πρὸς τοὺς ἄνδρας ἐκαλλωπίζετο λιτότητι καὶ σωφροσύνῃ δαπάνης. οὐ γὰρ μόνον τῶν ἄλλων ἀλλὰ καὶ τῆς γυναικὸς ἀφελὼν καὶ ἀποκρύψας τὸν συνήθη κόσμον ἐπεδείκνυε σὺν εὐτελείᾳ καὶ μετριότητι κεκοσμημένην.
当我们走进去时,泰勒斯便提高了嗓门说道:“那个男人究竟是在哪一个座位上躺下而感到不满的?”在有人指出了那个位置后,他绕过去自己在那里躺下,并让我们也一同就座,说道:“然而,若能与阿达洛斯共用一张餐桌,我即便出钱也是甘愿的。” 这阿达洛斯是个特罗曾人,是阿达洛斯派缪斯女神的吹笛人兼祭司,这些女神乃是由古代特罗曾人阿达洛斯所创立的。伊索(他恰好最近受克罗索斯所派遣,同时前来拜访佩里安德并前往德尔斐求问神谕;他当时正坐在一张低矮的板凳上,紧挨着斜躺在上位处的梭伦)说道:“一头吕底亚的骡子在河中看到了自己容貌的倒影,惊叹于自己身躯的美丽与庞大,便像马一样扬起鬃毛飞奔起来。然而随后它意识到自己不过是一头驴的儿子,便迅速停下了脚步,收敛起傲慢与狂气。” 希隆用拉科尼亚方言说道:“你这慢吞吞的家伙,自己也正跑着骡子的步伐呢。” 此后,梅莉莎走上前来,在佩里安德身边躺下,而欧墨提斯则在用餐期间坐着。泰勒斯向躺在比亚斯上首的我说道:“狄奥克勒斯,你为何不告诉比亚斯,那位诺克拉提斯的客人带着国王的难题再次冲着他而来了,好让他能清醒戒备地接纳这番言论?” 比亚斯说道:“其实此人早就在用这些叮嘱来恐吓我了;但我深知狄奥尼索斯在其他方面令人敬畏,且因其智慧而被称作‘解脱者’,因此我并不害怕在充满这位神祇之时,应战时会变得更为怯懦。” 他们一边用餐,一边彼此这般逗趣取乐。而我见这顿餐席比平时简朴,心中不由得暗自思忖:接待并邀请贤明优秀的人士,不仅不会增添任何花费,反倒会有所缩减,因为它免去了菜肴的铺张、外邦的香膏、精美的糕点以及昂贵佳酿的倾注;佩里安德平日在其僭主之位、财富与政务中尽情享用这些东西,此刻却在这些智者面前以节俭与收敛开销为荣。因为他不仅在其他用度上如此,连他妻子的日常华饰也除去并藏匿起来,使她展现出质朴而节制的装扮。
ἐπεὶ δʼ ἐπήρθησαν αἱ τράπεζαι καὶ στεφάνων παρὰ τῆς Μελίσσης διαδοθέντων ἡμεῖς μὲν ἐσπείσαμεν ἡ δʼ αὐλητρὶς ἐπιφθεγξαμένη μικρὰ ταῖς σπονδαῖς ἐκ μέσου μετέστη, προσαγορεύσας τὸν Ἀνάχαρσιν ὁ Ἄρδαλος ἠρώτησεν εἰ παρὰ Σκύθαις αὐλητρίδες εἰσίν· ὁ δʼ ἐκ τοῦ προστυχόντος οὐδʼ ἄμπελοι εἶπε. τοῦ δʼ Ἀρδάλου πάλιν εἰπόντος ἀλλὰ θεοὶ γε Σκύθαις εἰσί, πάνυ μὲν οὖν ἔφη γλώσσης ἀνθρωπίνης συνιέντες, οὐχ ὥσπερ δʼ οἱ Ἕλληνες3 οἰόμενοι Σκυθῶν διαλέγεσθαι βέλτιον ὅμως τοὺς θεοὺς ὀστέων καὶ ξύλων ἥδιον ἀκροᾶσθαι νομίζουσιν. ὁ δʼ Αἴσωπος εἴ γʼ εἶπεν εἰδείης, ὦ ξένε, τοὺς νῦν αὐλοποιοὺς ὡς4 προέμενοι τὰ νεβρεῖα χρώμενοι τοῖς ὀνείοις βέλτιον ἠχεῖν λέγουσιν. διὸ καὶ Κλεοβουλίνη πρὸς τὸν Φρύγιον αὐλὸν ᾐνίξατο "κνήμῃ νεκρογόνοσαιμε κερασφόρῳ οὖας ἔκρουσεν" ὥστε θαυμάζειν τὸν ὄνον εἰ παχύτατος καὶ ἀμουσότατος ὢν τἄλλα λεπτότατον καὶ μουσικώτατον ὀστέον παρέχεται. Καὶ ὁ Νειλόξενος ἀμέλει ταῦτʼ ἔφη καὶ ἡμῖν τοῖς Ναυκρατίταις ἐγκαλοῦσι Βουσιρῖται· χρώμεθα γὰρ ἤδη τοῖς ὀνείοις εἰς τὸν αὐλόν. ἐκείνοις δὲ καὶ σάλπιγγος ἀκούειν ἀθέμιτον, ὡς ὄνῳ φθεγγομένης ὅμοιον. ὄνον δʼ ὑπʼ Αἰγυπτίων ἴστε δήπου διὰ Τυφῶνα προπηλακιζόμενον.
当餐桌被撤下,梅莉莎分发了花环,我们行了奠酒礼,女笛手随着奠酒短促地吹奏了一曲便退下后,阿达洛斯便向阿纳卡西斯搭话,询问斯基泰人那里是否有女笛手。阿纳卡西斯随口答道:“连葡萄藤都没有。”阿达洛斯又说:“但斯基泰人总该有神明吧?”阿纳卡西斯回答:“当然有,而且是通晓人类语言的神明;并不像希腊人那样,虽然自认为说话比斯基泰人好听,却依然相信神明更喜欢听骨头和木头的声音。” 伊索说道:“客人啊,若是你知道如今的制笛人如何弃用小鹿的骨头而改用驴骨,并声称其音色更佳,你便更会如此觉得了。因此克莱奥布琳娜也曾针对弗里吉亚笛作过这样一则谜语: ‘以死去的腿胫,敲击有角之物的耳朵,’ 以至于人们对驴子感到惊奇:它在其他方面最为粗笨、最缺乏乐感,却能提供最纤细、最具音乐性的骨头。” 奈洛克塞诺斯说道:“确实如此,布西里斯人也是拿这一点来指责我们诺克拉提斯人的;因为我们已经将驴骨用于长笛了。对他们而言,甚至听军号声都是不可容忍的亵渎,因为那声音就像驴叫。你们想必也知道,埃及人因提丰的缘故是对驴子极其鄙视侮辱的。”
- 4ἀλλὰ κἂν ἐπριάμην
带有小词 ἄν 的过去直陈式(ἐπριάμην),构成与过去相反的虚拟/潜在表达:“若能与……共席,我便是出钱也心甘情愿”,用以表达强烈的愿望与夸张修辞。
- 150bτρέχεις τὸν ἡμίονον
名词 τὸν ἡμίονον 在此充当不及物动词 τρέχεις 的内包宾格(同源宾格)用法,意为“跑着骡子的赛跑”或“以骡子的方式奔跑”,而非使役意义上的“使骡子奔跑”。
- 150eοὐχ ὥσπερ δʼ οἱ Ἕλληνες
οὐχ ὥσπερ 为惯用省略结构,其前不另出主句动词而直接引导完整的比较从句,其中 οἱ Ἕλληνες(带让步分词 οἰόμενοι ... ὅμως)作从句限定动词 νομίζουσιν 的主语。此句对比并揭示了希腊人的自相矛盾:自认言辞胜于斯基泰人,却认为神明更喜欢听骨木(乐器)之声。
- 150eτοὺς νῦν αὐλοποιοὺς ὡς
先发结构(prolepsis),由 ὡς 引导的从属从句的逻辑主语 τοὺς νῦν αὐλοποιούς 被提前作为主句动词 εἰδείης 的宾格宾语:“倘若你知道如今的制笛人,他们如何……”。
