← 普鲁塔克

七贤宴饮录

§3#2

亚历克西德莫斯的离席与畸形人面马驹

泰勒斯引用斯巴达人的逸事劝解因席位不合心意而愤懑的亚历克西德莫斯,但后者依然离去;随后有人送来一匹半人半马的畸形马驹,预言者狄奥克勒斯视其为凶兆并主张举行洁净之礼,泰勒斯却识破此乃年轻牧童与母马交合所致,戏谑地建议佩里安德为牧童娶妻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3#2

καὶ τοῦ Λάκωνος ἔσῃ φαυλότερος, ὃς ἐν χορῷ τινι κατασταθεὶς εἰς τὴν ἐσχάτην χώραν ὑπὸ τοῦ ἄρχοντος εὖ γʼ εἶπεν ἐξεῦρες, ὡς καὶ αὐτὰ ἔντιμος γένηται. οὐ καταλαβόντας ἔφη τόπον μετὰ τίνας κατακείμεθα δεῖ ζητεῖν, μᾶλλον δʼ ὅπως εὐάρμοστοι τοῖς συγκατακειμένοις ὦμεν, ἀρχὴν καὶ λαβὴν φιλίας εὐθὺς ἐν αὐτοῖς ζητοῦντες, μᾶλλον δʼ ἔχοντες τὸ μὴ δυσκολαίνειν ἀλλʼ ἐπαινεῖν ὅτι τοιούτοις συγκατεκλίθημεν· ὡς ὅ γε τόπῳ κλισίας δυσχεραίνων δυσχεραίνει τῷ συγκλίτῃ μᾶλλον ἢ τῷ κεκληκότι, καὶ πρὸς ἀμφοτέρους ἀπεχθάνεται λόγος ἔφη ταῦτʼ ἄλλως ἐστίν Ἀλεξίδημος, ἔργῳ δὲ καὶ τοὺς σοφοὺς ὑμᾶς ὁρῶ τὸ τιμᾶσθαι διώκοντας, καὶ ἅμα παραμειψάμενος ἡμᾶς ἀπῆλθε. καὶ ὁ Θαλῆς πρὸς ἡμᾶς τὴν ἀτοπίαν τοῦ ἀνθρώπου θαυμάζοντας ἔμπληκτος ἔφη, καὶ ἀλλόκοτος φύσει, ἐπεὶ καὶ μειράκιον ὢν ἔτι, μύρου σπουδαίου Θρασυβούλῳ κομισθέντος, εἰς ψυκτῆρα κατεράσας μέγαν καὶ προσεγχέας ἄκρατον ἐξέπιεν, ἔχθραν ἀντὶ φιλίας Θρασυβούλῳ διαπεπραγμένος. ἐκ τούτου παρελθὼν ὑπηρέτης κελεύει σε Περίανδρος ἔφη καὶ Θαλῆν παραλαβόντας τοῦτον ἐπισκέψασθαι1 τὸ κεκομισμένον ἀρτίως αὐτῷ πότερον ἄλλως γέγονεν ἤ τι σημεῖόν ἐστι καί τέρας· αὐτὸς μὲν γὰρ ἔοικε τεταράχθαι σφόδρα, μίασμα καὶ κηλῖδα τῆς θυσίας ἡγούμενος. ἅμα δʼ ἀπῆγεν ἡμᾶς εἴς τι οἴκημα τῶν περὶ τὸν κῆπον. ἐνταῦθα νεανίσκος ὡς ἐφαίνετο νομευτικός, οὔπω γενειῶν ἄλλως τε τὸ εἶδος οὐκ ἀγεννής, ἀναπτύξας τινὰ διφθέραν ἔδειξεν ἡμῖν βρέφος ὡς ἔφη γεγονὸς ἐξ ἵππου, τὰ μὲν ἄνω μέχρι τοῦ τραχήλου καὶ τῶν χειρῶν ἀνθρωπόμορφον, τὰ λοιπὰ δʼ ἔχον ἵππου, τῇ δὲ φωνῇ καθάπερ τὰ νεογνὰ παιδάρια κλαυθμυριζόμενον. ὁ μὲν οὖν Νειλόξενος Ἀλεξίκακε εἰπών ἀπεστράφη τὴν ὄψιν, ὁ δὲ Θαλῆς προσέβλεπε τῷ νεανίσκῳ πολὺν χρόνον, εἶτα μειδιάσας (εἰώθει δʼ ἀεὶ παίζειν πρὸς ἐμὲ περὶ τῆς τέχνης) ἦ που τὸν καθαρμὸν ὦ Διόκλεις ἔφη κινεῖν διανοῇ καὶ παρέχειν πράγματα τοῖς ἀποτροπαίοις, ὥς τινος δεινοῦ καὶ μεγάλου συμβάντος; τί δʼ εἶπον οὐ μέλλω; στάσεως γάρ, ὦ Θαλῆ, καὶ διαφορᾶς τὸ σημεῖόν ἐστι, καὶ δέδια μὴ μέχρι γάμου καὶ γενεᾶς ἐξίκηται, πρὶν ἢ τὸ πρῶτον ἐξιλάσασθαι μήνιμα, τῆς θεοῦ δεύτερον ὡς ὁρᾷς προφαινούσης.2 πρὸς τοῦτο μηδὲν ἀποκρινάμενος ὁ Θαλῆς ἀλλὰ γελῶν ἀπηλλάττετο. καὶ τοῦ Περιάνδρου πρὸς ταῖς θύραις ἀπαντήσαντος ἡμῖν καὶ διαπυθομένου περὶ ὧν εἴδομεν, ἀφεὶς ὁ Θαλῆς με καὶ λαβόμενος τῆς ἐκείνου χειρὸς ἔφη ἅ μὲν Διοκλῆς κελεύει δράσεις καθʼ ἡσυχίαν· ἐγὼ δέ σοι παραινῶ νέοις οὕτω μὴ χρῆσθαι νομεῦσιν ἵππων, ἢ διδόναι γυναῖκας αὐτοῖς. ἔδοξε μὲν οὖν μοι τῶν λόγων ἀκούσας ὁ Περίανδρος ἡσθῆναι σφόδρα· καὶ γὰρ ἐξεγέλασε καὶ τὸν Θαλῆν περιβαλὼν κατησπάσατο. κἀκεῖνος οἶμαι δʼ εἶπεν ὦ Διόκλεις, καὶ πέρας εἶχε τὸ σημεῖον· ὁρᾷς γὰρ ἡλίκον κακὸν γέγονεν ἡμῖν, Ἀλεξιδήμου συνδειπνεῖν μὴ θελήσαντος.

“而且你还将不如那个斯巴达人,当他在合唱队中被长官安排在最末尾的位置时,说道:‘妙极了,你找到了使这个位置也能变得体面的办法。’我们入座之后,不应当探询自己是坐在谁的身后,而更应当设法与同席之人融洽相处,立刻在他们身上寻找友谊的起点与契机,甚至应当怀着不加嫌弃的心态,反倒为能与这样的人同席而感到欣喜;因为对席位不满的人,比起怨恨邀请的主人,往往更怨恨同席之人,从而惹得双方都对他怀恨。”亚历克西德莫斯说:“这些不过是空谈罢了;而在实际行动中,我也看到你们这些智者在追逐名誉。”说完,他便从我们身旁穿过径直离去了。泰勒斯见我们对这人的乖张深感惊异,便说道:“他是个轻率狂妄、天性古怪的人;因为早在他还是少年之时,当有人把上等的香膏送给色拉西布洛斯时,他竟把它倒进大酒冷却器中,掺入未经稀释的烈酒一饮而尽,从而为色拉西布洛斯招致了仇恨而非友谊。” 随后,一名仆从走上前来,说道:“佩里安德命你和泰勒斯带着这位同去察看刚刚送来给他的东西,看这究竟纯属意外,还是某种凶兆和怪异;因为他自己似乎惊慌万分,认为这是对祭祀的亵渎与玷污。”说着,他便引我们前往花园旁的一间屋子。在那里,一个看似牧童、尚未蓄须且相貌并不猥琐的少年展开了一块皮布,向我们展示了一个据说是由母马生下的幼崽:自颈部和双手以上的上半身是人形,其余部分则具备马的形体,哭声呜咽宛如初生的婴儿。奈洛克塞诺斯喊道:“辟邪之神啊!”便把目光转开;泰勒斯却久久注视着那个少年,随后微笑着(因为他总惯于拿我的预言术开玩笑)说道:“狄奥克勒斯,难道你真打算操办洁净之礼,去劳烦那些避灾禳祸的神祇,仿佛发生了什么可怕而重大的事件一般?”我答道:“我怎能不如此呢?泰勒斯啊,因为这是内乱与纷争的征兆,在平息最初的愤怒之前,如你所见,女神已显现出第二道怒火,我唯恐它会殃及婚姻与后嗣。” 对此泰勒斯没有回答,只是笑着转身离去。当佩里安德在门前迎上我们,询问我们所见为何时,泰勒斯松开我,握着佩里安德的手说道:“狄奥克勒斯所吩咐的事,你自可从容办理;但我建议你不要用这般年轻的男子来看守母马,或者干脆给他们配上妻子。”在我看来,佩里安德听了这番话显得极度欣喜;因为他开怀大笑,紧紧拥抱了泰勒斯。泰勒斯接着说道:“狄奥克勒斯,我想这凶兆已经应验了;因为你看,既然亚历克西德莫斯不愿与我们共进晚餐,我们所遭受的祸害已经何等巨大了!”

语法注2 条
  1. 149cκελεύει σε Περίανδρος ἔφη καὶ Θαλῆν παραλαβόντας τοῦτον ἐπισκέψασθαι

    宾格 σε 与 καὶ Θαλῆν 共同充当动词 κελεύει 的宾语(即不定式 ἐπισκέψασθαι 的逻辑主语),因此与之呼应的分词 παραλαβόντας 采用复数宾格形式;τοῦτον 则是 παραλαβόντας 的宾语,指在场的奈洛克塞诺斯。

  2. 149dπρὶν ἢ τὸ πρῶτον ἐξιλάσασθαι μήνιμα, τῆς θεοῦ δεύτερον ὡς ὁρᾷς προφαινούσης

    在接不定式 ἐξιλάσασθαι 的 πρὶν ἤ 从句(“在……之前”)之后,紧接着独立属格结构 τῆς θεοῦ ... προφαινούσης(“正如你所见,女神显现出……”)。该独立属格在句中表示背景或原因,修饰主句的谓语 δέδια(“我唯恐”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:3#2