- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:19-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
佩里安德下令收押谋害者后,梭伦讲述了赫西俄德遗体被海豚运送的传说,随后皮塔库斯讲述了殖民莱斯博斯时埃纳洛斯与少女获救的故事,并借此阐述对待异闻应持的审慎态度。
ὁ μὲν οὖν Περίανδρος ἐκέλευσεν εὐθὺς ἐξαναστάντα τὸν Γόργον εἰς φυλακὴν ἀποθέσθαι τοὺς ἄνδρας οἷ μηδεὶς αὐτοῖς πρόσεισι μηδὲ φράσει τὸν Ἀρίονα σεσωσμένον· ὁ δʼ Αἴσωπος ἀλλʼ ὑμεῖς ἔφη τοὺς ἐμοὺς χλευάζετε κολοιοὺς καὶ κόρακας εἰ διαλέγονται δελφῖνες δὲ τοιαῦτα νεανιεύονται; Κἀγὼ πρὸς αὐτὸν ἄλλο τι λέγωμεν ἔφην ὦ Αἴσωπε· τούτῳ δὲ τῷ λόγῳ πιστευομένῳ καὶ γραφομένῳ παρʼ ἡμῖν πλέον ἢ χίλιʼ ἔτη διαγέγονεν ἀπὸ τῶν Ἰνοῦς καὶ Ἀθάμαντος χρόνων ὁ δὲ Σόλων ὑπολαβών ἀλλὰ ταῦτα μέν, ὦ Διόκλεις, ἐγγὺς θεῶν ἔστω καὶ ὑπὲρ ἡμᾶς· ἀνθρώπινον δὲ καὶ πρὸς ἡμᾶς τὸ τοῦ Ἡσιόδου πάθος· ἀκήκοας γὰρ ἴσως τὸν λόγον. οὐκ ἔγωγʼ εἶπον. ἀλλὰ μὴν ἄξιον πυθέσθαι. Μιλησίου γάρ, ὡς ἔοικεν, ἀνδρός, ᾧ ξενίας ἐκοινώνει ὁ Ἡσίοδος καὶ διαίτης ἐν Λοκροῖς, τῇ τοῦ ξένου θυγατρὶ κρύφα συγγενομένου καὶ φωραθέντος ὑποψίαν ἔσχεν ὡς γνοὺς ἀπʼ ἀρχῆς καὶ συνεπικρύψας τὸ ἀδίκημα, μηδενὸς ὢν αἴτιος, ὀργῆς δὲ καιρῷ καὶ διαβολῆς περιπεσὼν ἀδίκως. ἀπέκτειναν γὰρ αὐτὸν οἱ τῆς παιδίσκης ἀδελφοὶ περὶ τὸ Λοκρικὸν Νέμειον ἐνεδρεύσαντες, καὶ μετʼ αὐτοῦ τὸν ἀκόλουθον, ᾧ Τρωίλος ἦν ὄνομα. τῶν δὲ σωμάτων εἰς τὴν θάλασσαν ὠσθέντων τὸ μὲν τοῦ Τρωίλου, εἰς τὸν Δάφνον ποταμὸν ἔξω φορούμενον, ἐπεσχέθη περικλύστῳ χοιράδι μικρὸν ὑπὲρ τὴν θάλασσαν ἀνεχούσῃ· καὶ μέχρι νῦν Τρωίλος ἡ χοιρὰς καλεῖται· τοῦ δʼ Ἡσιόδου τὸν νεκρὸν εὐθὺς ἀπὸ γῆς ὑπολαβοῦσα δελφίνων ἀγέλη πρὸς τὸ Ῥίον κατὰ τὴν Μολύκρειαν ἐκόμιζε. ἐτύγχανε δὲ Λοκροῖς ἡ τῶν Ῥίων καθεστῶσα θυσία καὶ πανήγυρις, ἣν ἄγουσιν ἔτι νῦν ἐπιφανῶς περὶ τὸν τόπον ἐκεῖνον. ὡς δʼ ὤφθη προσφερόμενον τὸ σῶμα, θαυμάσαντες ὡς εἰκὸς ἐπὶ τὴν ἀκτὴν κατέδραμον, καὶ γνωρίσαντες ἔτι πρόσφατον τὸν νεκρὸν ἅπαντα δεύτερα τοῦ ζητεῖν τὸν φόνον ἐποιοῦντο1 διὰ τὴν δόξαν τοῦ Ἡσιόδου. καὶ τοῦτο μὲν ταχέως ἔπραξαν, εὑρόντες τοὺς φονεῖς· αὐτούς τε γὰρ κατεπόντισαν ζῶντας καὶ τὴν οἰκίαν κατέσκαψαν. ἐτάφη δʼ ὁ Ἡσίοδος πρὸς τῷ Νεμείῳ· τὸν δὲ τάφον οἱ πολλοὶ τῶν ξένων οὐκ ἴσασιν, ἀλλʼ ἀποκέκρυπται ζητούμενος ὑπʼ Ὀρχομενίων, ὥς φασι, βουλομένων κατὰ χρησμὸν ἀνελέσθαι τὰ λείψανα καὶ θάψαι παρʼ αὑτοῖς. εἴπερ οὖν οὕτως ἔχουσιν οἰκείως καὶ φιλανθρώπως πρὸς τοὺς ἀποθανόντας, ἔτι μᾶλλον εἰκός ἐστι τοῖς ζῶσι βοηθεῖν, καὶ μάλιστα κηληθέντας αὐλοῖς ἤ τισι μέλεσι. τουτὶ γὰρ ἤδη πάντες ἴσμεν, ὅτι μουσικῇ τὰ ζῷα ταῦτα χαίρει καὶ διώκει, καὶ παρανήχεται τοῖς ἐλαυνομένοις πρὸς ᾠδὴν καὶ αὐλὸν ἐν εὐδίᾳ χορείαις τερπόμενα. χαίρει δὲ καὶ νήξεσι παίδων καὶ κολύμβοις ἁμιλλᾶται. διὸ καὶ νόμος ἀδείας ἄγραφός ἐστιν αὐτοῖς· θηρᾷ γὰρ οὐδεὶς οὐδὲ λυμαίνεται, πλὴν ὅταν ἐν δικτύοις γενόμενοι κακουργῶσι περὶ τὴν ἄγραν, πληγαῖς κολάζονται καθάπερ παῖδες ἁμαρτάνοντες. μέμνημαι δὲ καὶ παρὰ Λεσβίων ἀνδρῶν ἀκούσας σωτηρίαν τινὸς κόρης ὑπὸ δελφῖνος ἐκ θαλάττης γενέσθαι· ἀλλʼ ἐγὼ μὲν οὐκ ἀκριβῶ τἄλλα, ὁ δὲ Πιττακὸς ἐπεὶ γιγνώσκει, δίκαιός ἐστι περὶ τούτων διελθεῖν.2
于是佩里安德命戈尔戈斯立即起身,将那些人收押进监牢,使无人能够接近他们,亦无人能告知阿里翁获救之事。伊索则说道: “然而你们”说道,“嘲笑我的寒鸦和乌鸦能说话,海豚却能逞弄如此惊世骇俗之举吗?” 我便对他说: “让我们谈谈别的事吧,”我说道,“伊索啊;但这传说自伊诺与阿塔玛斯时代以来,在我们这里已被传信并载于竹帛达千余年之久。” 梭伦则接过话头说道:“然而, 狄奥克勒斯啊,这些事就任其近于神明、超乎我们之上吧;但赫西俄德的遭遇却属于人世,与我们切近。想必你也曾听过这个故事。” “我未曾听闻,”我说道。 “但这确实值得一听。据传,有一个米利都人,赫西俄德在洛克里斯时曾与他共享宾主之谊并同住,此人暗中与主人的女儿私通并被察觉,赫西俄德虽毫无过错,却蒙受了从一开始便知情并协助隐瞒罪行的嫌疑,因而在盛怒之时不公地遭受了构陷与诽谤。因为那少女的兄弟们在洛克里斯的涅墨翁附近设伏杀害了他,并连同杀害了他名叫特洛伊罗斯的侍从。二人的尸体被抛入大海后,特洛伊罗斯的尸体被冲出达夫诺斯河口,受阻于一座略高出海面的受浪涛拍击的礁石;至今那座礁石仍被称为特洛伊罗斯。而海豚群直接从岸边托起赫西俄德的尸身,运往靠近莫吕克瑞亚的里翁。当时正逢洛克里斯人举行惯常的里翁祭礼与盛会,直到今日他们仍在那一带盛大举行。当望见尸体被运送而来时,人们自然惊异万分,奔向海滩,认出这具尚且新鲜的尸体后,出于对赫西俄德声望的敬重,他们将其他一切事务均置于查办凶案之后。他们也迅速达成了此事,搜捕到了凶手;因为他们将凶手生抛入海淹死,并夷平了其家宅。赫西俄德被安葬在涅墨翁旁;但多数异乡人不知其墓所在,据传此墓已被隐匿起来,因为奥尔霍梅诺斯人正奉神谕四处搜寻,企图迎回其遗骸安葬在自己境内。因此,海豚既然对死者尚且如此亲近仁善,协助生者便更在情理之中,尤其是在被笛声或某些曲调所迷醉之时。因为我们如今皆已熟知,这类动物喜爱并追求音乐,在风平浪静之时伴随依歌声与笛音荡桨的人们游弋,陶醉于舞调之中。它们亦喜爱少年的泅泳,并与其竞相潜水。因此它们享有一种不成文的免受伤害之法:无人捕猎或伤害它们,除非当它们落入渔网、破坏渔获之时,才会如同犯错的孩童一般受到鞭打惩戒。我亦记得曾听莱斯博斯人谈起,某位少女获海豚相救脱险于海中;但我并不深知其余细节,而皮塔库斯既然知晓,理当由他来详述此事。”
ἔφη τοίνυν ὁ Πιττακὸς ἔνδοξον εἶναι καὶ μνημονευόμενον ὑπὸ πολλῶν τὸν λόγον. χρησμοῦ γὰρ γενομένου τοῖς οἰκίζουσι Λέσβον, ὅταν ἕρματι πλέοντες προστύχωσιν ὃ καλεῖται Μεσόγειον, τότʼ ἐνταῦθα Ποσειδῶνι μὲν ταῦρον Ἀμφιτρίτῃ δὲ καὶ Νηρηίσι ζῶσαν καθεῖναι παρθένον· ὄντων οὖν ἀρχηγετῶν ἑπτὰ καὶ βασιλέων, ὀγδόου δὲ τοῦ Ἐχελάου πυθοχρήστου τῆς ἀποικίας ἡγεμόνος, οὗτος μὲν ἠίθεος ἦν ἔτι, τῶν δʼ ἑπτὰ κληρουμένων, ὅσοις ἄγαμοι παῖδες ἦσαν, καταλαμβάνει θυγατέρα Σμινθέως ὁ κλῆρος. ἣν ἐσθῆτι καὶ χρυσῷ κοσμήσαντες ὡς ἐγένοντο κατὰ τὸν τόπον, ἔμελλον εὐξάμενοι καθήσειν. ἔτυχε δέ τις ἐρῶν αὐτῆς τῶν συμπλεόντων, οὐκ ἀγεννὴς ὡς ἔοικε νεανίας, οὗ καὶ τοὔνομα διαμνημονεύουσιν Ἔναλον. οὗτος ἀμήχανόν τινα τοῦ βοηθεῖν τῇ παρθένῳ προθυμίαν ἐν τῷ τότε πάθει λαβὼν παρὰ τὸν καιρὸν ὥρμησε καὶ περιπλακεὶς ὁμοῦ συγκαθῆκεν ἑαυτὸν εἰς τὴν θάλατταν. εὐθὺς μὲν οὖν φήμη τις οὐκ ἔχουσα τὸ βέβαιον, ἄλλως δὲ πείθουσα πολλοὺς ἐν τῷ στρατοπέδῳ διηνέχθη περὶ σωτηρίας αὐτῶν καὶ κομιδῆς. ὑστέρῳ δὲ χρόνῳ τὸν Ἔναλόν φασιν ἐν Λέσβῳ φανῆναι καὶ λέγειν ὡς ὑπὸ δελφίνων φορητοὶ διὰ θαλάττης ἐκπέσοιεν ἀβλαβῶς εἰς τὴν ἤπειρον, ἔτι δʼ ἄλλα θειότερα τούτων ἐκπλήττοντα καὶ κηλοῦντα τοὺς πολλοὺς διηγεῖσθαι, πάντων δὲ πίστιν ἔργῳ παρασχεῖν. κύματος γὰρ ἠλιβάτου περὶ τὴν νῆσον αἰρομένου καὶ τῶν ἀνθρώπων δεδιότων ἀπαντῆσαι, μόνον θαλάττῃ ἕπεσθαι πολύποδας αὐτῷ πρὸς τὸ ἱερὸν τοῦ Ποσειδῶνος. ὧν τοῦ μεγίστου λίθον κομίζοντος λαβεῖν τὸν Ἔναλον καὶ ἀναθεῖναι, καὶ τοῦτον Ἔναλον καλοῦμεν. καθόλου δʼ εἰπεῖν, εἴ τις εἰδείη διαφορὰν ἀδυνάτου καὶ ἀσυνήθους καὶ παραλόγου καὶ παραδόξου, μάλιστʼ ἄν, ὦ Χίλων, καὶ μήτε πιστεύων ὡς ἔτυχε μήτʼ ἀπιστῶν τὸ μηδὲν ἄγαν ὡς σὺ προσέταξας διαφυλάττων.3
皮塔库斯于是说道,这故事声名远扬,为众人所铭记。原来,在莱斯博斯的开辟者领受神谕之时,神谕命他们航行时若遇上一座名为梅索盖翁的礁石,便要在该处为波塞冬将一头公牛、为安菲特里忒及涅瑞伊得斯将一名活着的处女投入〔海中〕。当时有七位首领与国王,埃赫拉奥斯为第八位由皮托神谕指定的殖民领袖,此人当时仍为未婚青年;但在七人中育有未婚子女者抽签时,签落在了斯明透斯的女儿身上。众人为她穿戴华服与金饰,及至该地,祈祷完毕便欲将其推入海中。恰逢同行者中有一人爱慕于她,这似乎是一位门第不凡的青年,人们亦记得其名为埃纳洛斯。此人在当时的大难之中萌生出拯救少女的无比热望,在紧要关头冲上前去,紧紧抱住少女一同纵身跳入海中。旋即,一则虽无确证却仍令军中许多人信服的传闻四散开来,述及他们二人获救被运送之事。后世人们称埃纳洛斯现身于莱斯博斯,叙述他们如何被海豚托载穿越海面、安然无恙地送抵大陆,并讲述了比这更为神异、令众人惊叹倾倒的其他事迹,且以事实提供了确凿凭据。因为当滔天巨浪环岛而起、人们畏惧不敢迎面之时,唯独他一人走向大海,章鱼群随侍其后前往波塞冬神庙;其中最大的一只搬运着一块巨石,埃纳洛斯取下巨石并予以奉献,此石我们至今仍称为埃纳洛斯。 “总而言之,”他说道,“若有人能明辨不可能之事与反常之事、违背常理之事与出人意料之事间的差别,基隆啊,此人便最能在既不妄信亦不轻疑之中,恪守你所训示的‘过犹不及’之箴言。”
- 162eἅπαντα δεύτερα τοῦ ζητεῖν τὸν φόνον ἐποιοῦντο
惯用表达,意为“将一切事物置于查明凶案之后(视为次要)”。δεύτερα ποιεῖσθαί τινος 意为“(将某事物)视作次于……”,带冠词不定词 τοῦ ζητεῖν 用作比较属格。
- 163aδίκαιός ἐστι περὶ τούτων διελθεῖν
人称构文。相当于非人称构文 δίκαιόν ἐστιν αὐτὸν διελθεῖν(“由他来详述此事是恰当的”)。希腊语中常将逻辑主语置为主格,使形容词 δίκαιος 变为与主语一致的主格并接续不定词。
- 163dμάλιστʼ ἄν ... διαφυλάττων
与条件从句 εἴ τις εἰδείη 相对的主句结语。主要限定动词(如 διαφυλάττοι)被省略,小词 ἄν 与分词 διαφυλάττων 结合(或相当于分词潜在表达 διαφυλάττων ἂν [εἴη]),意为“便最能恪守该诫训”。
