← 普鲁塔克

七贤宴饮录

§18

海豚搭救阿里翁的奇迹与凶手被捕

戈尔戈斯讲述了琴歌家阿里翁在泰纳隆被海豚奇迹般救助上岸的经过,以及阿里翁如何逃脱水手的谋害跳海并蒙海豚托载生还,最后报告该船谋逆的水手与商人已悉数被捕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

ἔφη τοίνυν Γόργος ὅτι, τῆς θυσίας ἐφʼ ἡμέρας τρεῖς συντελεσθείσης ὑπʼ αὐτοῦ καὶ τῇ τελευταίᾳ παννυχίδος οὔσης καὶ χορείας τινὸς καὶ παιδιᾶς παρὰ τὸν αἰγιαλόν, ἡ μὲν σελήνη κατέλαμπεν εἰς τὴν θάλατταν, οὐκ ὄντος δὲ πνεύματος ἀλλὰ νηνεμίας καὶ γαλήνης, πόρρωθεν ἀφεωρᾶτο φρίκη κατιοῦσα παρὰ τὴν ἄκραν, ἀφρόν τινα καὶ ψόφον ἄγουσα τῷ ῥοθίῳ περὶ αὐτὴν πολύν, ὥστε πάντας ἐπὶ τὸν τόπον οἷ προσβάλλειν ἔμελλε καταδραμεῖν θαυμάσαντας. πρὶν δʼ εἰκάσαι τὸ προσφερόμενον ὑπὸ τάχους, δελφῖνες ὤφθησαν, οἱ μὲν ἀθρόοι πέριξ κυκλοῦντες, οἱ δʼ ὑφηγούμενοι τοῦ αἰγιαλοῦ πρὸς τὸ λειότατον, ἄλλοι δʼ ἐξόπισθεν, οἷον περιέποντες. ἐν μέσῳ δʼ ἀνεῖχεν ὑπὲρ τῆς θαλάσσης ὄγκος ἀσαφὴς καὶ ἄσημος ὀχουμένου σώματος, μέχρι οὗ συναγαγόντες εἰς ταὐτὸ καὶ συνεποκείλαντες ἐξέθηκαν ἐπὶ γῆν ἄνθρωπον ἔμπνουν καὶ κινούμενον, αὐτοὶ δὲ πάλιν πρὸς τὴν ἄκραν ἀναφερόμενοι μᾶλλον ἢ πρότερον ἐξήλαντο, παίζοντες ὑφʼ ἡδονῆς τινος ὡς ἔοικε καὶ σκιρτῶντες. ἡμῶν δʼ ὁ Γόργος ἔφη πολλοὶ μὲν διαταραχθέντες ἔφυγον ἀπὸ τῆς θαλάσσης, ὀλίγοι δὲ μετʼ ἐμοῦ θαρρήσαντες προσελθεῖν ἐγνώρισαν Ἀρίονα τὸν κιθαρῳδόν, αὐτὸν τοὔνομα φθεγγόμενον ἑαυτοῦ, καὶ τῇ στολῇ καταφανῆ γενόμενον· τὸν γὰρ ἐναγώνιον ἐτύγχανεν ἀμπεχόμενος κόσμον, ᾧ κιθαρῳδῶν ἐχρῆτο. κομίσαντες οὖν ἐπὶ σκηνὴν αὐτόν, ὡς οὐδὲν εἶχε κακὸν ἀλλʼ ἢ1 διὰ τάχος καὶ ῥοῖζον ἐφαίνετο τῆς φορᾶς ἐκλελυμένος καὶ κεκμηκώς, ἠκούσαμεν λόγον ἄπιστον ἅπασι πλὴν ἡμῶν τῶν θεασαμένων τὸ τέλος. ἔλεγε γὰρ Ἀρίων ὡς πάλαι μὲν ἐγνωκὼς ἐκ τῆς Ἰταλίας ἀπαίρειν, Περιάνδρου δὲ γράψαντος αὐτῷ προθυμότερος γενόμενος ὁλκάδος Κορινθίας παραφανείσης εὐθὺς ἐπιβὰς ἀναχθείη, μετρίῳ δὲ πνεύματι χρωμένων ἡμέρας τρεῖς αἴσθοιτο τοὺς ναύτας ἐπιβουλεύοντας ἀνελεῖν αὐτόν, εἶτα καὶ παρὰ τοῦ κυβερνήτου πύθοιτο κρύφα μηνύσαντος ὡς τῇ νυκτὶ τοῦτο δρᾶν αὐτοῖς εἴη δεδογμένον. ἔρημος οὖν ὢν βοηθείας καὶ ἀπορῶν ὁρμῇ τινι χρήσαιτο δαιμονίῳ τὸ μὲν σῶμα κοσμῆσαι καὶ λαβεῖν ἐντάφιον αὑτῷ τὸν ἐναγώνιον ἔτι ζῶν κόσμον, ἐξᾷσαι δὲ τὸν βίον τελευτῶν καὶ μὴ γενέσθαι κατὰ τοῦτο τῶν κύκνων ἀγεννέστερος. ἐσκευασμένος οὖν καὶ προειπὼν ὅτι προθυμία τις αὐτὸν ἔχοι τῶν νόμων διελθεῖν τὸν Πυθικὸν ὑπὲρ σωτηρίας αὑτοῦ καὶ τῆς νεὼς καὶ τῶν ἐμπλεόντων, καταστὰς παρὰ τὸν τοῖχον ἐν πρύμνῃ καί τινα θεῶν πελαγίων ἀνάκλησιν προανακρουσάμενος ᾄδοι τὸν νόμον. καὶ ὅσον οὔπω μεσοῦντος αὐτοῦ καταδύοιτο μὲν ὁ ἥλιος εἰς τὴν θάλατταν, ἀναφαίνοιτο δʼ ἡ Πελοπόννησος. οὐκέτʼ οὖν τῶν ναυτῶν τὴν νύκτα περιμενόντων ἀλλὰ χωρούντων ἐπὶ τὸν φόνον, ἰδὼν ξίφη γεγυμνωμένα καὶ παρακαλυπτόμενον ἤδη τὸν κυβερνήτην, ἀναδραμὼν ῥίψειεν ἑαυτὸν ὡς δυνατὸν ἦν μάλιστα πόρρω τῆς ὁλκάδος. πρὶν δʼ ὅλον καταδῦναι τὸ σῶμα δελφίνων ὑποδραμόντων ἀναφέροιτο,2 μεστὸς ὢν ἀπορίας καὶ ἀγωνίας καὶ ταραχῆς τὸ πρῶτον· ἐπεὶ δὲ ῥᾳστώνη τῆς ὀχήσεως ἦν, καὶ πολλοὺς ἑώρα ἀθροιζομένους περὶ αὐτὸν εὐμενῶς καὶ διαδεχομένους ὡς ἀναγκαῖον ἐν μέρει λειτούργημα καὶ προσῆκον πᾶσιν, ἡ δʼ ὁλκὰς ἀπολειφθεῖσα πόρρω τοῦ τάχους αἴσθησιν παρεῖχε, μήτε τοσοῦτον ἔφη δέους πρὸς θάνατον αὐτῷ μήτʼ ἐπιθυμίας τοῦ ζῆν ὅσον φιλοτιμίας ἐγγενέσθαι πρὸς τὴν σωτηρίαν, ὡς θεοφιλὴς ἀνὴρ φανείη καὶ λάβοι περὶ θεῶν δόξαν βέβαιον. ἅμα δὲ καθορῶν τὸν οὐρανὸν ἀστέρων περίπλεων καὶ τὴν σελήνην ἀνίσχουσαν εὐφεγγῆ καὶ καθαράν, ἑστώσης δὲ πάντῃ τῆς θαλάσσης ἀκύμονος ὥσπερ τρίβον ἀνασχιζόμενον τῷ δρόμῳ,3 διανοεῖσθαι πρὸς αὑτὸν ὡς οὐκ ἔστιν εἷς ὁ τῆς Δίκης ὀφθαλμός, ἀλλὰ πᾶσι τούτοις ἐπισκοπεῖ κύκλῳ ὁ θεὸς τὰ πραττόμενα περὶ γῆν τε καὶ θάλατταν. τούτοις δὴ τοῖς λογισμοῖς ἔφη τὸ κάμνον αὐτῷ καὶ βαρυνόμενον ἤδη τοῦ σώματος ἀναφέρεσθαι, καὶ τέλος ἐπεὶ τῆς ἄκρας ἀπαντώσης ἀποτόμου καὶ ὑψηλῆς εὖ πως φυλαξάμενοι καὶ κάμψαντες ἐν χρῷ παρενήχοντο τῆς γῆς ὥσπερ εἰς λιμένα σκάφος ἀσφαλῶς κατάγοντες, παντάπασιν αἰσθέσθαι θεοῦ κυβερνήσει γεγονέναι τὴν κομιδήν. ταῦθʼ, ὁ Γόργος ἔφη τοῦ Ἀρίονος εἰπόντος ἠρόμην αὐτὸν ὅπου τὴν ναῦν οἴεται κατασχήσειν. ὁ δὲ πάντως μὲν εἰς Κόρινθον, πολὺ μέντοι καθυστερεῖν· αὐτὸν γὰρ ἑσπέρας ἐκπεσόντα πεντακοσίων οὐ μεῖον οἴεσθαι σταδίων δρόμον κομισθῆναι, καὶ γαλήνην εὐθὺς κατασχεῖν οὐ μὴν ἀλλʼ ἑαυτὸν ὁ Γόργος ἔφη πυθόμενον τοῦ τε ναυκλήρου τοὔνομα καὶ τοῦ κυβερνήτου καὶ τῆς νεὼς τὸ παράσημον ἐκπέμψαι πλοῖα, καὶ στρατιώτας ἐπὶ τὰς κατάρσεις παραφυλάξοντας· τὸν δʼ Ἀρίονα μετʼ αὐτοῦ κομίζειν ἀποκεκρυμμένον, ὅπως μὴ προαισθόμενοι τὴν σωτηρίαν διαφύγοιεν. ὄντως οὖν ἐοικέναι θείᾳ τύχῃ τὸ πρᾶγμα· παρεῖναι γὰρ αὐτοὺς ἅμα δεῦρο καὶ πυνθάνεσθαι τῆς νεὼς κεκρατημένης ὑπὸ τῶν στρατιωτῶν συνειλῆφθαι τοὺς ἐμπόρους καὶ ναύτας.

于是戈尔戈斯说道:当他主持的祭祀历时三天告成,且在最后一天沿海滩举行通宵欢庆、歌舞嬉戏之时,明月照耀着海面,风平浪静,毫无波澜,然而远处望见一道浪花正沿着海角奔涌而下,掀起激浪并在周围激起大量的飞沫与轰鸣,以致众人惊异之下,纷纷奔向它即将拍击的海岸。 因其迅疾,在人们尚未猜出被冲运而来的究竟为何物之前,海豚群便映入眼帘:有的聚成一群环绕在周遭,有的引路向前直奔海滩最平坦之处,有的则尾随其后,宛如护送随行。在其当中,一具被托载着的躯体在海面上浮现出模糊不明的轮廓,直到海豚们汇集在一处并一同靠岸搁浅,将一个尚有呼吸、能够活动的人送上陆地;而它们自己则再次折向海角,比先前跳跃得更高,仿佛出于某种欢欣而嬉闹雀跃着。 “而在我们当中,”戈尔戈斯说道, “许多人惊惶失措,逃离了海边;只有少数人随同我鼓起勇气上前,认出了那正是琴歌家阿里翁。他正呼喊着自己的名字,且从衣着上一眼便可辨明;因为他碰巧正穿着参赛时的华服,即他弹琴赛歌时所用的盛装。于是我们将他抬进帐篷,见他并未受到什么伤害,唯独因疾速与飞驰的风浪声而显得筋疲力竭、疲顿不堪;随后我们便听到了一个除了亲眼目睹结局的我们之外、对所有人而言都难以置信的故事。因为阿里翁说道:他早就决意离开意大利,后因收到佩里安德的来信而更为热切,恰逢一艘科林斯的商船出现,便立即登船启航;但在微风顺送航行了三天之后,他察觉到水手们正图谋杀害他,接着又从暗中向他通报的舵手那里得知,他们已决意在夜间动手行凶。因孤立无援、进退维谷,他遂听凭某种神圣的冲动,决定在尚自活着之时,便盛装打扮,以参赛的华服作为自己的裹尸布,在临终之际为生命歌唱到底,在这点上决不比天鹅显得卑贱。于是他穿戴整齐,预先宣称自己怀有一种热望,要为自身、商船以及同行之人的平安唱毕皮托赞歌;他立在船尾舷侧,先弹起呼唤海神的序奏,随后高唱这支赞歌。当他刚唱至中途,太阳便沉入大海,伯罗奔尼撒亦显现出来。水手们见状不再等待黑夜,而是径直上前行凶;他看到利剑已出鞘,舵手亦已遮掩面孔,便跑上去纵身一跃,尽可能远远地跳离了商船。但在他整个人尚未完全沉没之前,海豚便从下方潜入并将他托起;起初他内心充满绝望、痛苦与惊恐,但随着托载平稳舒适,又见众多海豚仁善地聚集在他身旁,轮流交替,宛如在分担一项不可或缺、人人有责的职务,而商船被远远抛在身后,更使人感受到奔驰的神速,他说,此时涌上心头的,与其说是对死亡的恐惧或对生存的渴望,倒不如说是对获得拯救的热望,以期显明自己为一个蒙神眷爱之人,并确立对神明的坚实信念。与此同时,他仰望繁星密布的穹顶和升起的皎洁明月,四下海面平静无波,宛如一条道路被驰骋的航程劈开,他心中暗忖:正义之眼并非只有一个,神借由这环绕的一切,监察着大地与海洋之间所发生的人事。他说,正是凭着这些沉思,他身体已经疲倦沉重之感重新得到了振奋;最后,当陡峭高耸的海角迎面逼近时,海豚们巧妙避开并转绕过去,贴着陆地游去,宛如将一艘小船平稳地引渡进港,使他彻底领悟到,这场航程乃是在神的舵引之下方得成就。 阿里翁说完这些,”戈尔戈斯说道, “我便询问他,认为那艘船会在何处停靠。他回答说必定是驶向科林斯,但航程会落后极多;因为他认为自己于傍晚坠海后,已被运送了不下五百斯塔迪昂的距离,且海面旋即转为彻底平静。 不仅如此,”戈尔戈斯说道,“我自己在问明了船主、舵手的姓名以及船只的标记后,便立即派出小艇,并调遣士兵在各处靠岸点把守监视;同时我将阿里翁暗中带在身边隐藏起来,以免水手们预先得知其获救而闻风逃遁。因此,这件事情实在宛如神圣的天意所致;因为我们此刻正恰好抵达这里,且得知船只已被士兵控制,商人和水手们俱已落网。”

语法注3 条
  1. 161bἀλλʼ ἢ

    紧接在否定词(οὐδέν)之后的 ἀλλʼ ἤ 是一固定惯用短语,意为“除了……之外”或“仅仅”。此处表示阿里翁除因航行速度与疾风声响而显得疲惫之外,并未受到任何其他伤害。

  2. 161bἔλεγε γὰρ Ἀρίων ὡς... ἀναχθείη... αἴσθοιτο... πύθοιτο... χρήσαιτο... ᾄδοι... καταδύοιτο... ἀναφαίνοιτο... ῥίψειεν... ἀναφέροιτο

    在引述阿里翁叙述的过去时动词 ἔλεγε 及从属连词 ὡς 统辖下,一连串的间接引语希求法(optativus obliquus)接续出现,随后句式自然过渡为带不定式的宾格结构(如 ἐγγενέσθαι, διανοεῖσθαι 等)。

  3. 161eὥσπερ τρίβον ἀνασχιζόμενον τῷ δρόμῳ

    承接前文的属格独立结构(ἑστώσης δὲ πάντῃ τῆς θαλάσσης ἀκύμονος,“海面四下平静无波”),宾格短语 τρίβον ἀνασχιζόμενον 描述海面宛如被疾驰的航程劈开成一条道路,作为同源宾语或同位语修饰航行留下的航迹景象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:18