- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿纳哈尔西斯论述了灵魂与神明活动的关系后,众贤人围绕库普塞洛斯奉献库的纹饰探讨了名言的阐释,最终在梭伦的提议下宴饮散席。
μετὰ δὲ τοῦτον ὁ Ἀνάχαρσις εἶπεν ὅτι τοῦ Θαλέω καλῶς ὑπολαμβάνοντος ἐν πᾶσιν εἶναι τοῖς κυριωτάτοις μέρεσι τοῦ κόσμου καὶ μεγίστοις ψυχήν, οὐκ ἄξιόν ἐστι θαυμάζειν εἰ τὰ κάλλιστα περαίνεται θεοῦ γνώμῃ. ψυχῆς γὰρ ὄργανον τὸ σῶμα, θεοῦ δʼ ἡ ψυχή· καὶ καθάπερ σῶμα πολλὰς μὲν ἐξ αὑτοῦ κινήσεις ἔχει, τὰς δὲ πλείστας καὶ καλλίστας ὑπὸ ψυχῆς, οὕτως αὖ πάλιν ἡ ψυχὴ τὰ μὲν ὑφʼ ἑαυτῆς κινουμένη πράττει, τὰ δὲ τῷ θεῷ παρέχει χρωμένῳ κατευθύνειν καὶ τρέπειν αὐτὴν ᾗ βούλοιτο,1 πάντων ὀργάνων εὐτρεπέστατον οὖσα. δεινὸν γάρ εἶπεν εἰ πῦρ μὲν ὄργανόν ἐστι θεοῦ καὶ πνεῦμα καὶ ὕδωρ καὶ νέφη καὶ ὄμβροι, διʼ ὧν πολλὰ μὲν σῴζει τε καὶ τρέφει, πολλὰ δʼ ἀπόλλυσι καὶ ἀναιρεῖ, ζῴοις δὲ χρῆται πρὸς οὐδὲν ἁπλῶς οὐδέπω τῶν ὑπʼ αὐτοῦ γιγνομένων. ἀλλὰ μᾶλλον εἰκὸς ἐξηρτημένα τῆς τοῦ θεοῦ δυνάμεως ὑπουργεῖν, καὶ συμπαθεῖν ταῖς τοῦ θεοῦ κινήσεσιν ἢ Σκύθαις τόξα λύραι δʼ Ἕλλησι καὶ αὐλοὶ συμπαθοῦσιν.2 ἐπὶ δὲ τούτοις ὁ ποιητὴς Χερσίας ἄλλων τε σωθέντων ἀνελπίστως ἐμέμνητο καὶ Κυψέλου τοῦ Περιάνδρου πατρός, ὃν οἱ πεμφθέντες ἀνελεῖν νεογνὸν ὄντα προσμειδιάσαντʼ αὐτοῖς ἀπετράποντο· καὶ πάλιν μετανοήσαντες ἐζήτουν καὶ οὐχ εὗρον, εἰς κυψέλην ὑπὸ τῆς μητρὸς ἀποτεθέντα. διὸ καὶ τὸν οἶκον ἐν Δελφοῖς κατεσκεύασεν ὁ Κύψελος, ὥσπερ θεοῦ τότε τὸν κλαυθμυρισμὸν ἐπισχόντος, ὅπως διαλάθοι τοὺς ζητοῦντας. καὶ ὁ Πιττακὸς προσαγορεύσας τὸν Περίανδρον εὖ γʼ ἔφη Περίανδρε Χερσίας ἐποίησε μνησθεὶς τοῦ οἴκου· πολλάκις γὰρ ἐβουλόμην ἐρέσθαι σε τῶν βατράχων τὴν αἰτίαν ἐκείνων, τί βούλονται περὶ τὸν πυθμένα τοῦ φοίνικος ἐντετορευμένοι τοσοῦτοι, καί τίνα πρὸς τὸν θεὸν ἢ τὸν ἀναθέντα λόγον ἔχουσι. τοῦ δὲ Περιάνδρου τὸν Χερσίαν ἐρωτᾶν κελεύσαντος, εἰδέναι γὰρ ἐκεῖνον καὶ παρεῖναι τῷ Κυψέλῳ καθιεροῦντι τὸν οἶκον, ὁ Χερσίας μειδιάσας ἀλλʼ οὐκ ἄν ἔφη φράσαιμι πρότερον ἢ πυθέσθαι παρὰ τούτων ὅ τι βούλεται τὸ μηδὲν ἄγαν αὐτοῖς καὶ τὸ γνῶθι σαυτόν, καὶ τοῦτο δὴ τὸ πολλοὺς μὲν ἀγάμους πολλοὺς δʼ ἀπίστους ἐνίους δὲ καὶ ἀφώνους πεποιηκὸς ἐγγύα πάρα δʼ ἄτα.3 τί δʼ εἶπεν ὁ Πιττακὸς ἡμῶν δέῃ ταῦτα φραζόντων; πάλαι γὰρ Αἰσώπου λόγον εἰς ἕκαστον ὡς ἔοικε τούτων συντεθεικότος ἐπαινεῖς. Καὶ ὁ Αἴσωπος ὅταν γε παίζῃ πρὸς ἐμὲ Χερσίας εἶπε· σπουδάζων δὲ τούτων Ὅμηρον εὑρετὴν ἀποδείκνυσι καί φησι τὸν μὲν Ἕκτορα γιγνώσκειν ἑαυτόν, τοῖς γὰρ ἄλλοις ἐπιτιθέμενος "Αἴαντος ἀλέεινε μάχην Τελαμωνιάδαο" τὸν δʼ Ὀδυσσέα τοῦ μηδὲν ἄγαν ἐπαινέτην τῷ Διομήδει παρακελεύεσθαι "Τυδεΐδη, μήτʼ ἄρʼ με μάλʼ αἴνεε μήτε τι νείκει" τὴν δʼ ἐγγύην οἱ μὲν ἄλλοι λοιδορεῖν αὐτὸν ὡς πρᾶγμα δείλαιον καὶ μάταιον οἴονται λέγοντα "δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι," Χερσίας δʼ οὑτοσί φησι τὴν Ἄτην ὑπὸ τοῦ Διὸς ῥιφῆναι τῇ ἐγγύῃ παραγιγνομένην ἣν ἐγγυησάμενος ὁ Ζεὺς ἐσφάλη περὶ τῆς τοῦ Ἡρακλέους γενέσεως. ὑπολαβὼν δʼ ὁ Σόλων οὐκοῦν ἔφη καὶ τῷ σοφωτάτῳ πιστευτέον Ὁμήρῳ "νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι." σπείσαντες οὖν Μούσαις καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ διαλύωμεν εἰ δοκεῖ τὸ συμπόσιον. "τοῦτʼ ἔσχεν, ὦ Νίκαρχε, πέρας ἡ τότε συνουσία."
在他之后,阿纳哈尔西斯说道,既然泰勒斯精辟地认为灵魂存在于宇宙中所有最重要且最伟大的部分,那么如果最美好的事物皆由神明的旨意完成,便不足为奇。 “因为身体是灵魂的器具,而灵魂则是神明的器具;正如身体虽有许多自身的运动,但最多且最美好的运动却来自灵魂,灵魂亦是如此,一方面出于自身的驱动而有所作为,另一方面作为一切器具中最顺从者,它顺从神明的使用,听任神明随心所欲地引导与支配。因为这未免荒谬,”他说道,“若是火、风、水、云和雨皆为神明的器具,神明通过它们拯救与养育了许多事物,毁灭并除去了许多事物,却在神明所成就的事物中对动物全然无所凭借。倒不如说,动物依附于神明的力量而效命,并与神明的动作相感应,其敏锐程度远甚于弓对于斯基泰人、竖琴和长笛对于希腊人。” 说到此处,诗人赫耳西阿斯回忆起其他出人意料获救的人,以及佩里安德的父亲库普塞洛斯。库普塞洛斯尚在襁褓之中时,奉命前去谋杀他的人因见到婴儿对他们微笑而退缩放弃;后来他们反悔再度搜寻,却因婴儿被母亲藏入箱中而未能寻获。库普塞洛斯因此在德尔斐建造了奉献库,仿佛当时正是神明止住了婴儿的啼哭,使其避开搜寻者的耳目。皮塔库斯便对佩里安德说道: “佩里安德啊,赫耳西阿斯提及奉献库真是太好了;因为我常想向你请教那些青蛙的缘由,它们如此成群地被雕刻在棕榈树的基座周围,究竟有何意图,与神明或奉献者又有何关联。” 佩里安德命他向赫耳西阿斯询问,因为赫耳西阿斯知晓内情,且在库普塞洛斯献纳奉献库时亲临现场。赫耳西阿斯便微笑着说道: “但我绝不肯吐露,除非先从这些贤士口中得知,对他们而言‘过犹不及’和‘认识你自己’究竟是何用意,以及那句使许多人终身不娶、许多人疑神疑鬼、甚至使某些人哑口无言的箴言——‘担保即招祸’ ——究竟意味着什么。” “何须我们来解释这些呢?” 皮塔库斯说道,“看来你早已赞赏伊索为这每一则箴言所编创的寓言了。” 伊索说道: “唯有赫耳西阿斯同我开玩笑时才如此;当他认真起来时,他便论证荷马才是这些箴言的发明者。他说赫克托耳深知自己,因为他在攻击其他人时, ‘避开了与忒拉蒙之子埃阿斯的战斗’; 而奥德修斯作为‘过犹不及’的赞赏者,曾叮嘱狄奥墨得斯: ‘堤丢斯之子啊,休要过度称赞我,亦休要丝毫责难我’; 至于担保,其他人以为荷马是在痛斥其为可悲徒劳之事,因而说道: ‘卑劣之人的担保,即使接受亦属卑劣’; 而这边的赫耳西阿斯却说,阿忒之所以被宙斯抛落人间,正是因为她现身于那场宙斯关于赫拉克勒斯出生而受骗起誓的担保之中。” 梭伦接过话头说道: “既然如此,我们也理当听从最智慧的荷马: ‘夜幕如今已然降临;顺从黑夜亦是一件善事。’ 因此,在向缪斯、波塞冬和安菲特里忒奠酒之后,若大家赞同,我们便结束这场宴饮吧。” 尼卡尔霍斯啊,当年的聚会便是如此告终的。
- 163eπαρέχει χρωμένῳ κατευθύνειν καὶ τρέπειν αὐτὴν ᾗ βούλοιτο
动词 παρέχει(提供/顺从)后接指代神明的与格分词 χρωμένῳ 以及表目的/结果的不定式 κατευθύνειν 和 τρέπειν。灵魂作为隐含的反身直接宾语,将自身托付给神明,听凭其作为器具加以引导和支配。
- 163eἐξηρτημένα τῆς τοῦ θεοῦ δυνάμεως ὑπουργεῖν, καὶ συμπαθεῖν ταῖς τοῦ θεοῦ κινήσεσιν ἢ Σκύθαις τόξα λύραι δʼ Ἕλλησι καὶ αὐλοὶ συμπαθοῦσιν
该句是由 μᾶλλον εἰκός 所统辖的不定式从句,中性复数分词 ἐξηρτημένα 作不定式的主语。后半段由 ἤ 引出的比较从句与 μᾶλλον 呼应,构成省略对比:“远甚于弓对斯基泰人、竖琴与长笛对希腊人的感应”。
- 164bἐγγύα πάρα δʼ ἄτα
德尔斐著名箴言的引用。πάρα 并非后置介词,而是 πάρεστι(在场/临近)重音倒退(anastrophe)的形式。整句为并列警句结构:“作出担保,灾祸便在眼前”。
