← 普鲁塔克

七贤宴饮录

§17

戈尔戈斯归来与不可思议的见闻

佩里安德的兄弟戈尔戈斯从泰纳隆归来并作密报,佩里安德援引泰勒斯格言因事涉荒诞而犹豫是否公开,庇阿斯则劝其信赖友人当众讲述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17

ἔτι δὲ τοῦ Σόλωνος λέγοντος εἰσῆλθε Γόργος ὁ Περιάνδρου ἀδελφός· ἐτύγχανε γὰρ εἰς Ταίναρον ἀπεσταλμένος ἔκ τινων χρησμῶν, τῷ Ποσειδῶνι θυσίαν καὶ θεωρίαν ἀπάγων. ἀσπασαμένων δʼ αὐτὸν ἡμῶν καὶ τοῦ Περιάνδρου προσαγαγομένου καὶ φιλήσαντος1 καθίσας παρʼ αὐτὸν ἐπὶ τῆς κλίνης ἀπήγγειλεν ἅττα δὴ πρὸς μόνον ἐκεῖνον, ὁ δʼ ἠκροᾶτο, πολλὰ πάσχοντι πρὸς τὸν λόγον ὅμοιος ὤν. τὰ μὲν γὰρ ἀχθόμενος τὰ δʼ ἀγανακτῶν ἐφαίνετο, πολλάκις δʼ ἀπιστῶν, εἶτα θαυμάζων· τέλος δὲ γελάσας πρὸς ἡμᾶς βούλομαι μέν ἔφη πρὸς τὸ παρὸν φράσαι τὸ προσηγγελμένον· ὀκνῶ δʼ ἀκούσας Θαλέω2 ποτʼ εἰπόντος ὅτι δεῖ τὰ μὲν εἰκότα λέγειν, τὰ δʼ ἀμήχανα σιωπᾶν ὑπολαβὼν οὖν ὁ Βίας ἀλλὰ καὶ τοῦτʼ ἔφη Θαλέω τὸ σοφόν ἐστιν, ὅτι δεῖ τοῖς μὲν ἐχθροῖς καὶ περὶ τῶν πιστῶν ἀπιστεῖν, τοῖς δὲ φίλοις καὶ τὰ ἄπιστα πιστεύειν, ἐχθροὺς μέν, ἔγωγʼ ἡγοῦμαι, τοὺς πονηροὺς καὶ ἀνοήτους, φίλους δὲ τοὺς χρηστοὺς καὶ φρονίμους αὐτοῦ καλοῦντος.3 οὐκοῦν ἔφη λεκτέον εἰς ἅπαντας, ὦ Γόργε, μᾶλλον δʼ ἀκτέον ἐπὶ τοὺς νέους τούτους διθυράμβους ὑπερφθεγγόμενον4 ὃν ἥκεις λόγον ἡμῖν κομίζων.

梭伦还在说着的时候,佩里安德的兄弟戈尔戈斯走了进来;因为他碰巧遵照某些神谕被派往泰纳隆,去向波塞冬献祭并主持神圣使团。我们向他致意,佩里安德将他引到近前亲吻了他之后,他坐在佩里安德身旁的卧榻上,只向他一人私密地报告了某些事情。佩里安德倾听着,神情宛如被那席话深深打动。因为他时而显得悲伤,时而愤慨,屡屡露出难以置信的神态,继而又惊叹不已。最后,他冲着我们笑道: “我倒是想 立刻说出刚才所报告的事情;但我犹豫不决,因为我曾听泰勒斯说过:‘应当述说合情合理之事,而对不可思议之事保持沉默。’” 于是庇阿斯接过来道: “然而这也正是 泰勒斯的一句智言:‘对仇敌即使是可信之事亦当怀疑,对朋友即使是难以置信之事亦当信奉’——我想,他是将奸邪无智之人称为仇敌,而将善良明达之人称为朋友。 所以,”他说道,“戈尔戈斯啊,这应当向所有人讲出来;或者说,更应当把这篇你前来带给我们的故事宣扬出来,使其声威压倒这些新式的酒神赞歌。”

语法注4 条
  1. 160dἀσπασαμένων δʼ αὐτὸν ἡμῶν καὶ τοῦ Περιάνδρου προσαγαγομένου καὶ φιλήσαντος

    句首由两个属格独立结构(ἀσπασαμένων ... ἡμῶν 与 τοῦ Περιάνδρου προσαγαγομένου καὶ φιλήσαντος)组成,主句的主语则是带有主格分词 καθίσας 的戈尔戈斯。προσαγαγομένου 与 φιλήσαντος 均为与 τοῦ Περιάνδρου 一致的属格分词。

  2. 160eΘαλέω

    专有名词 Θαλῆς(泰勒斯)的爱奥尼亚/古雅典方言属格单数形式,替代了标准雅典散文中常见的 Θάλητος 或 Θαλοῦ。

  3. 160eαὐτοῦ καλοῦντος

    属格独立结构,表达解释或从属说明;其主语代词 αὐτοῦ 指代泰勒斯,用于补充庇阿斯对泰勒斯格言的理解,意为“正如他将……称为……”。

  4. 160eμᾶλλον δʼ ἀκτέον ἐπὶ τοὺς νέους τούτους διθυράμβους ὑπερφθεγγόμενον

    动词性形容词 ἀκτέον(源自 ἄγω,中性单数)与 λεκτέον 并列用于非人称句中,带有戏剧上演或展示之意;分词 ὑπερφθεγγόμενον(阳性宾格单数)与被吸收入关系从句的先行词 λόγον 一致,意为“(讲述那篇)声威盖过这些新酒神赞歌的话语”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:17