← 普鲁塔克

七贤宴饮录

§16

梭伦论饮食之不义与灵魂的自足

梭伦反驳克列奥多洛斯,指出进食乃是毁灭他者的不义之举并将灵魂束缚于肉体的役使之中;诸神之不朽正因无需饮食,灵魂唯有摆脱对肚腹的服侍而归向自足与真理,方得真正自由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

πάνυ μὲν οὖν ἔφη ὁ Σόλων, μὴ καὶ τῶν Αἰγυπτίων ἀκριτώτεροι φανῶμεν,1 οἳ τὸν νεκρὸν ἀνατεμόντες ἔδειξαν τῷ ἡλίῳ, εἶτʼ αὐτὰ μὲν εἰς τὸν ποταμὸν κατέβαλον, τοῦ δʼ ἄλλου σώματος ὡς ἤδη καθαροῦ γεγονότος ἐπιμέλονται.2 τῷ γὰρ ὄντι τοῦτʼ ἐστὶ τὸ μίασμα τῆς σαρκὸς ἡμῶν καὶ ὁ Τάρταρος ὁ ἐν ᾍδου, δεινῶν τινων ῥευμάτων καὶ πνεύματος ὁμοῦ καὶ πυρὸς συμπεφυρμένου καὶ νεκρῶν περίπλεως. ζῶν γὰρ οὐδεὶς ἀπʼ οὐδενὸς τρέφεται ζῶντος, ἀλλὰ θανατοῦντες τὰ ἔμψυχα καὶ τὰ φυόμενα τῷ τρέφεσθαι καὶ αὔξεσθαι μετέχοντα τοῦ ζῆν ἀπολλύντες ἀδικοῦμεν. ἀπόλλυται γὰρ ἐξ οὗ πέφυκε τὸ μεταβάλλον εἰς ἄλλο, καὶ πᾶσαν φθείρεται φθοράν,3 ὅπως ἂν θατέρου τροφὴ γένοιτο. τὸ δʼ ἀπέχεσθαι σαρκῶν ἐδωδῆς, ὥσπερ Ὀρφέα τὸν παλαιὸν ἱστοροῦσι, σόφισμα μᾶλλον ἢ φυγὴ τῶν περὶ τὴν τροφὴν ἀδικημάτων ἐστί. φυγὴ δὲ μία καὶ καθαρμὸς εἰς δικαιοσύνην τέλειος αὐτάρκη καὶ ἀπροσδεᾶ γενέσθαι. ᾧ δʼ ἄνευ κακώσεως ἑτέρου τὴν αὑτοῦ σωτηρίαν ἀμήχανον ὁ θεὸς πεποίηκε, τούτῳ τὴν φύσιν ἀρχὴν ἀδικίας προστέθεικεν. ἆρʼ οὖν οὐκ ἄξιον, ὦ φίλε, συνεκτεμεῖν ἀδικίᾳ κοιλίαν καὶ στόμαχον καὶ ἧπαρ, ἃ καλοῦ μὲν οὐδενὸς αἴσθησιν ἡμῖν οὐδʼ ὄρεξιν ἐνδίδωσι, σκεύεσι δὲ μαγειρικοῖς, οἷα κοπίδες καὶ λέβητες, τὰ δὲ μυλωθρικοῖς καὶ καμίνοις καὶ φρεωρύχοις καὶ μακτηρίοις ἔοικεν; ἀτεχνῶς δὲ τῶν πολλῶν ἴδοι τις ἂν ὥσπερ ἐν μυλῶνι τῷ σώματι τὴν ψυχὴν ἐγκεκαλυμμένην ἀεὶ περὶ τὴν τῆς τροφῆς χρείαν κυκλοῦσαν, ὥσπερ ἀμέλει καὶ ἡμεῖς ἄρτι μὲν οὔθʼ ἑωρῶμεν ἀλλήλους οὔτʼ ἠκούομεν, ἀλλʼ ἕκαστος ἐγκεκυφὼς ἐδούλευε τῇ περὶ τὴν τροφὴν χρείᾳ. νυνὶ δʼ ἐπαρθεισῶν τῶν τραπεζῶν ἐλεύθεροι γεγονότες ὡς ὁρᾷς, ἐστεφανωμένοι περὶ λόγους διατρίβομεν καὶ ἀλλήλοις σύνεσμεν καὶ σχολὴν ἄγομεν, εἰς τὸ μὴ δεῖσθαι τροφῆς ἐληλυθότες. ἆρʼ οὖν, ἄνπερ ἡ νῦν οὖσα περὶ ἡμᾶς ἕξις ἄπαυστος διαμένῃ παρὰ πάντα τὸν βίον, οὐκ ἀεὶ σχολὴν ἕξομεν ἀλλήλοις συνεῖναι, μὴ δεδιότες πενίαν μηδʼ εἰδότες πλοῦτον; ὁ γὰρ τῶν περισσῶν ζῆλος εὐθὺς ἀκολουθεῖ καὶ συνοικίζεται τῇ χρείᾳ τῶν ἀναγκαίων. ἀλλʼ οἴεται δεῖν τροφὴν εἶναι Κλεόδωρος, ὅπως τράπεζαι καὶ κρατῆρες ὦσι, καὶ Δήμητρι καὶ Κόρῃ θύωμεν. ἕτερος δέ τις ἀξιούτω μάχας εἶναι καὶ πόλεμον, ἵνα καὶ τείχη καὶ νεωσοίκους καὶ ὁπλοθήκας ἔχωμεν καὶ θύωμεν ἑκατομφόνια, καθάπερ φασὶ νόμον εἶναι Μεσσηνίοις. ἄλλον δὲ πρὸς τὴν ὑγίειαν οἶμαι χαλεπαίνειν· δεινὸν γὰρ εἰ μηδενὸς νοσοῦντος οὐ στρωμνῆς ἔτι μαλακῆς ὄφελος οὐ κλίνης, οὐκ Ἀσκληπιῷ θύσομεν οὐκ ἀποτροπαίοις, ἰατρικὴ δὲ μετʼ ὀργάνων καὶ φαρμάκων ἀποκείσεται τοσούτων ἀκλεὴς καὶ ἀπόθεστος. ἢ τί ταῦτʼ ἐκείνων διαφέρει; καὶ γὰρ ἡ τροφὴ λιμοῦ φάρμακον προσάγεται, καὶ θεραπεύειν ἑαυτοὺς λέγονται πάντες οἱ τρεφόμενοι καὶ δίαιταν, οὐχ ὡς ἡδύ τι καὶ κεχαρισμένον ἀλλʼ ὡς ἀναγκαῖον τοῦτο τῇ φύσει πράττοντες. ἐπεὶ λύπας γε πλείονας ἔστιν ἀπὸ τῆς τροφῆς τῶν ἡδονῶν γιγνομένας καταριθμῆσαι, μᾶλλον δʼ ἡ μὲν ἡδονὴ καὶ τόπον ἔχει βραχὺν ἐν τῷ σώματι καὶ χρόνον οὐ πολύν· ἡ δὲ περὶ τὴν διοίκησιν αὐτῆς ἀσχολία καὶ δυσχέρεια τί δεῖ λέγειν ὅσων αἰσχρῶν καὶ ὀδυνηρῶν ἡμᾶς ἐμπίπλησιν; οἶμαι γὰρ εἰς ταῦτα βλέψαντα τὸν Ὅμηρον ἀποδείξει κεχρῆσθαι περὶ θεῶν τοῦ μὴ ἀποθνῄσκειν τῷ μὴ τρέφεσθαι "οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον· τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται" , ὡς μὴ μόνον τοῦ ζῆν ἀλλὰ καὶ τοῦ ἀποθνῄσκειν τὴν τροφὴν ἐφόδιον οὖσαν. ἐκ ταύτης γὰρ αἱ νόσοι συντρεφόμεναι τοῖς σώμασιν οὐκ ἔλαττον ἐνδείας κακὸν ἔχουσι τὴν πλήρωσιν· πολλάκις δὲ καὶ μεῖζόν ἐστιν ἔργον τοῦ πορίσαι τροφὴν καὶ συναγαγεῖν τὸ καταναλῶσαι καὶ διαφορῆσαι πάλιν εἰς τὸ σῶμα παραγενομένην. ἀλλʼ ὥσπερ εἰ διαποροῖεν αἱ Δαναΐδες τίνα βίον βιώσονται καὶ τί πράξουσιν ἀπαλλαγεῖσαι τῆς περὶ τὸν πίθον λατρείας καὶ πληρώσεως, οὕτω διαποροῦμεν ἡμεῖς, εἰ γένοιτο παύσασθαι φοροῦντας εἰς τὴν σάρκα τὴν ἄτρυτον ἐκ γῆς ἅμα καὶ θαλάττης τοσαῦτα, τί πράξομεν ἀπειρίᾳ τῶν καλῶν τὸν ἐπὶ τοῖς ἀναγκαίοις στέργοντες βίον. ὥσπερ οὖν οἱ δουλεύσαντες, ὅταν ἐλευθερωθῶσιν, ἃ πάλαι τοῖς δεσπόταις ἔπραττον ὑπηρετοῦντες, ταῦτα πράττουσιν αὑτοῖς καὶ διʼ αὑτούς, οὕτως ἡ ψυχὴ νῦν μὲν τρέφει τὸ σῶμα πολλοῖς πόνοις καὶ ἀσχολίαις, εἰ δʼ ἀπαλλαγείη τῆς λατρείας, αὑτὴν δήπουθεν ἐλευθέραν γενομένην θρέψει καὶ βιώσεται, εἰς αὑτὴν ὁρῶσα καὶ τὴν ἀλήθειαν, οὐδενὸς περισπῶντος οὐδʼ ἀπάγοντος. τὰ μὲν οὖν ῥηθέντα περὶ τροφῆς, ὦ Νίκαρχε, ταῦτʼ ἦν.

“确实如此,”梭伦说道, “免得我们显得比埃及人还要缺乏鉴别力,他们切开尸体展示给太阳看,随后将内脏扔进河里,而对于身体的其余部分,则视作已经洁净而加以照看。因为在事实上,这正是我们肉身的污秽,是冥府中的塔尔塔罗斯,充斥着可怕的津液、气息、混杂的烈火以及尸体。因为没有任何活物是靠活物来滋养的,而是靠处死有生命之物,毁灭那些因受滋养和生长而分享生命的植物,我们由此犯下不义。因为凡转化为他物之物,皆丧失其本性,遭受彻底的毁灭,以便成为另一者的食物。至于戒食肉类,正如人们关于古时的俄耳甫斯所叙述的那样,与其说是摆脱关于食物的不义,不如说是一种诡辩。唯一能够避开不义并达到正义的完满洁净,便是成为自足而无所匮乏之人。对于上帝使其若不伤害他者便无法保全自身的存在,上帝在其本性中便赋予了不义的根源。既然如此,我的朋友啊,将肚腹、食道与肝脏连同不义一并切除,难道不是值得的么?它们丝毫没有赋予我们对高尚事物的感知与欲望,反而类似于屠宰烹饪的器具,诸如砍刀与大锅,有的则类似于磨坊用具、火炉、沟渠与揉面板。简直可以说,人们会看到大众的灵魂宛如身处磨坊之中,被包裹在肉体里,始终围绕着食物的需要打转;正如我们刚才彼此既看不见也听不着,各自埋头屈从于食物的需要一样。然而现在,随着餐桌被撤去,我们如你所见获得了自由,戴着花冠探讨学问,彼此相聚并享有闲暇,达到了不需要食物的境地。倘若环绕在我们周遭的这种现下状态能够在整个人生中持续不绝,我们岂不是能始终享有相聚的闲暇,既不畏惧贫穷,亦不知何为财富?因为对多余之物的追逐,立刻就会伴随并寄生于对必需之物的需求之中。然而克列奥多洛斯却认为必须有食物存在,以便能有餐桌与调酒缸,且让我们能向德墨忒尔与科瑞献祭。那么让别人去主张必须有争斗与战争吧,以便我们能拥有城墙、船坞与兵器库,并能像人们所说麦塞尼亚人的习俗那样献上百人祭。我想另一个人还会对健康感到恼火:因为他会说,若无人生病,柔软的铺垫与床榻便不再有用,我们既不向阿斯克勒庇俄斯献祭,亦不向消灾辟邪之神献祭,而医术连同如此众多的器械与药物,也将被弃置一旁,默默无闻,无人问津,这真是可怕的事。难道这些说法与那种说法有何分别么?因为进食不过是作为饥饿的药物而被引入的,所有受滋养的人都被说成是在调治自身与调理饮食,人们做这事并非将其视为某种令人愉悦、惬意之举,而是视作本性所必然。既然从食物中产生的痛苦要比快乐更多,或者不如说,快乐在身体中所占的空间极为有限,时间也并不长久;至于处理食物的操劳与麻烦,哪里还用说它让我们充满了多少可耻与痛苦之事?我想荷马正是看到了这些,才以无需进食作为神明不死之证明: ‘他们不吃谷物,不饮闪烁的酒; 因此他们没有血液,被称为不朽者,’ 这表明食物不仅是活命的给养,亦是死亡的资粮。因为由此滋生于身体的诸般疾病,使得饱胀成为不亚于匮乏的祸患;而且将进入身体的食物加以消耗并再度分散,往往比筹措和收集食物是更为沉重的一项负担。然而,正如达那俄斯的女儿们若摆脱了给水罐汲水的劳役,就会为将过何种生活、做何种事情而茫然不知所措一样,我们也是如此:倘若能够停止从大地和海洋向这永远填不满的肉身输送如此多的食物,我们由于未曾体验过高尚的事物,安于寄托于必需之物的生活,也会为我们将做何事而茫然困惑。因此,正如那些曾经为奴之人一旦获得自由,便会为了自己且因着自己去从事昔日服侍主人时所做的事情,同样,灵魂如今固然以繁多的劳苦与纷扰滋养肉体,但若能从这种奴役中解脱出来,它自身自然会成为自由之身来滋养自己并生活下去,专注于自身与真理,没有任何事物使其分心或引诱其偏离。” 尼卡科斯啊,关于食物所谈论的,便是这些话了。

语法注3 条
  1. 16μὴ καὶ τῶν Αἰγυπτίων ἀκριτώτεροι φανῶμεν

    由否定词 μή 引导的表示戒惧或警惕的独立虚拟语气从句(带有委婉劝诫色彩)。承接前面的 πάνυ μὲν οὖν(确是如此),意为“免得我们显得……”或“我们切不可显得……”。

  2. 16τοῦ δʼ ἄλλου σώματος ὡς ἤδη καθαροῦ γεγονότος ἐπιμέλονται

    τοῦ ἄλλου σώματος 为动词 ἐπιμέλονται 所支配的属格宾语。紧随其后的 ὡς ἤδη καθαροῦ γεγονότος 是带有表示主观认定之 ὡς 的属格独立结构(或同格分词短语),表述主观理由:“将身体的其余部分视作已然洁净而加以照料”。

  3. 159cκαὶ πᾶσαν φθείρεται φθοράν

    同源宾格(内在宾格)结构。名词 φθοράν 作被动动词 φθείρεται 的同源宾语,强化了被毁灭的彻底程度,意即“遭受一切形式的毁灭”或“彻底毁损”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:16