- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对梭伦提出的全然不需要食物乃是至善的观点,克列奥多洛斯与讲述者(狄奥克勒斯)反驳指出,废除食物将毁灭人伦社群、农耕百工、神明祭祀乃至肉身自身存在的意义。
καὶ ὁ Σόλων ἔφη τί δὲ τοῦτʼ ἐκεῖνον ἐρωτᾶν ἔδει; δῆλον γὰρ ἦν ὅτι τοῦ μεγίστου τῶν ἀγαθῶν καὶ κρατίστου δεύτερόν ἐστι τὸ δεῖσθαι τροφῆς βραχυτάτης. ἢ τὸ μέγιστον οὐ δοκεῖ σοι τὸ μηδʼ ὅλως τροφῆς δεῖσθαι; οὐδαμῶς ὁ Κλεόδωρος ἔμοιγʼ εἶπεν, εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν, καὶ μάλιστα παρακειμένης τραπέζης, ἣν ἀναιροῦσιν αἰρομένης τροφῆς1 φιλίων θεῶν βωμὸν οὖσαν καὶ ξενίων δὲ Θαλῆς λέγει τῆς γῆς ἀναιρεθείσης σύγχυσιν τὸν ὅλον ἕξειν κόσμον, οὕτως οἴκου διάλυσις ἡ τροφῆς ἀναίρεσίς ἐστι· συναναιρεῖται γὰρ αὐτῇ πῦρ ἑστιοῦχον ἑστία κρατῆρες ὑποδοχαὶ ξενισμοί, φιλανθρωπότατα καὶ πρῶτα κοινωνήματα πρὸς ἀλλήλους, μᾶλλον δὲ σύμπας ὁ βίος, εἴ γε διαγωγὴ τίς ἐστιν ἀνθρώπου πράξεων ἔχουσα διέξοδον, ὧν ἡ τῆς τροφῆς χρεία καὶ παρασκευὴ τὰς πλείστας παρακαλεῖ. δεινὸν μὲν οὖν, ὦ ἑταῖρε, καὶ τὸ γεωργίας αὐτῇ· διολλυμένη γὰρ αὖθις ἀπολείπει γῆν ἡμῖν ἄμορφον καὶ ἀκάθαρτον, ὕλης ἀκάρπου καὶ ῥευμάτων πλημμελῶς φερομένων ὑπʼ ἀργίας ἀνάπλεων. συναπόλλυσι δὲ καὶ τέχνας πάσας καὶ ἐργασίας, ὧν ἔξαρχός ἐστι καὶ παρέχει βάσιν πάσαις καὶ ὕλην, καὶ τὸ μηδέν εἰσι, ταύτης ἐκποδὼν γενομένης. καταλύονται δὲ καὶ τιμαὶ θεῶν, Ἡλίῳ μὲν μικράν, ἔτι δʼ ἐλάττω Σελήνῃ χάριν αὐγῆς μόνον καὶ ἀλέας ἀνθρώπων ἐχόντων. ὀμβρίῳ δὲ Διὶ καὶ προηροσίᾳ Δήμητρι καὶ φυταλμίῳ Ποσειδῶνι ποῦ βωμὸς ἔσται, ποῦ δὲ θυσία; πῶς δὲ χαριδότης ὁ Διόνυσος, εἰ δεησόμεθα μηδενὸς ὧν δίδωσι; τί δὲ θύσομεν ἢ σπείσομεν; τίνος δʼ ἀπαρξόμεθα; πάντα γὰρ ταῦτα τῶν μεγίστων ἀνατροπὴν καὶ σύγχυσιν ἔχει πραγμάτων. ἡδονῆς δὲ πάσης μὲν περιέχεσθαι καὶ πάντως ἀλόγιστόν ἐστι, πᾶσαν δὲ φεύγειν καὶ πάντως ἀναίσθητον. τὴν μὲν οὖν ψυχὴν ἑτέραις τισὶν ἡδοναῖς χρῆσθαι κρείττοσιν ὑπαρχέτω, τῷ δὲ σώματι λαβεῖν ἡδονὴν τῆς ἀπὸ τοῦ τρέφεσθαι δικαιοτέραν οὐκ ἔστιν, ὅπερ οὐδένα λέληθεν ἀνθρώπων· ταύτην γὰρ ἐν μέσῳ θέμενοι κοινωνοῦσιν ἀλλήλοις δείπνων καὶ τραπέζης, ἀφροδισίων δὲ νύκτα καὶ πολὺ προβάλλονται σκότος, ἡγούμενοι τὸ τούτων κοινωνεῖν ἀναίσχυντον εἶναι καὶ θηριῶδες, ὡς τὸ μὴ κοινωνεῖν ἐκείνης.2 ὑπολαβὼν οὖν ἐγὼ τοῦ Κλεοδώρου διαλιπόντος ἐκεῖνο δʼ οὐ λέγεις εἶπον, ὅτι καὶ τὸν ὕπνον ἅμα τῇ τροφῇ συνεκβάλλομεν; ὕπνου δὲ μὴ ὄντος οὐδʼ ὄνειρός ἐστιν, ἀλλʼ οἴχεται τὸ πρεσβύτατον ἡμῖν μαντεῖον. ἔσται δὲ μονοειδὴς ὁ βίος καὶ τρόπον τινὰ μάτην τὸ σῶμα περικείσεται τῇ ψυχῇ· τὰ πλεῖστα γὰρ αὐτοῦ καὶ κυριώτατα τῶν μερῶν ἐπὶ τὴν τροφὴν ὄργανα παρεσκεύασται, γλῶττα καὶ ὀδόντες καὶ στόμαχος καὶ ἧπαρ. ἀργὸν γὰρ οὐδέν ἐστιν οὐδὲ πρὸς ἄλλην συντεταγμένον χρείαν· ὥσθʼ ὁ μὴ δεόμενος τροφῆς οὐδὲ σώματος δεῖται. τοῦτο δʼ αὐτὸν ἦν αὑτοῦ μὴ δεῖσθαι·3 σὺν σώματι γὰρ ἡμῶν ἕκαστος. ἡμεῖς μὲν οὖν ἔφην ἐγὼ ταύτας τῇ γαστρὶ συμβολὰς εἰσφέρομεν· εἰ δὲ Σόλων ἤ τις ἄλλος τι κατηγορεῖ, ἀκουσόμεθα.
梭伦说道: “何必向他询问这事呢?因为显而易见的是,所需食物极微,乃是仅次于最高、至善之事的第二等善事。难道在你看来,全然不需要食物并非最大的善事么?” “绝非如此,”克列奥多洛斯说道,“至少在我看来绝非如此,倘若应当吐露实情的话;尤其是在眼前摆设着餐桌之际——一旦废止了食物,人们也就废弃了这餐桌,而它本是执掌友爱与好客之神祇的祭坛。正如泰勒斯所说,大地若被挪去,整个宇宙都将陷入混乱,同样,食物的废除便是家庭的解体。因为与之一同被摧毁的,还有炉火、灶膛、调酒缸、盛情款待与客礼——这些人类彼此之间最富人情且最初始的交往——或者不如说,是整个人生,倘若人生的确是一种包含诸般行动施展的生活方式,而食物的需要与筹备正是激发了其中绝大部分行动的话。因此,我的朋友啊,对农业的危害也是可怕的;因为农业一旦毁灭,留给我们的又将是一片不成形状、污秽不堪的大地,充斥着不毛的荒莽和因荒芜而泛滥横流的溪涧。它还会一同消灭一切技艺和劳作,农业本是这些技艺的始源,为所有技艺提供了基础与原料;一旦农业被清除,它们便归于虚无。神明的尊荣也将被废弃;因为人们对太阳仅存微薄感激,对月亮更是感激寥寥,仅仅因其光辉与暖意而已。然而对于降雨的宙斯、耕前赐谷的德墨忒尔以及育植的波塞冬,哪里还会有祭坛,哪里还会有祭牲呢?而狄奥尼索斯又怎能被称为赐乐者,倘若他所赐予的一切我们都毫无所需?我们拿什么来献祭或奠酒?又以何物作为初熟之果来奉献呢?因为这一切都包含着对最重大事物的颠覆与混淆。对一切快乐并以一切方式去执迷固然缺乏理智,但对一切快乐并以一切方式去逃避也是麻木不仁。因此,姑且让灵魂去享有其他更为崇高的快乐吧,但对于身体而言,绝不可能获得比来自受滋养更具正当性的快乐,这一点没有哪个人未曾察觉;因为人们将这一快乐公之于众,彼此共享餐宴与食桌,而对于肉欲的快乐,他们则以黑夜和深沉的幽暗掩盖之,认为共享肉欲是寡廉鲜耻、禽兽一般的,正如不共享食桌亦被视为如此一般。” 克列奥多洛斯停顿下来,我于是接过话头: “难道你未曾提到那一点么,”我说道,“即我们将睡眠连同食物一并驱逐了?而若是没有睡眠,也就没有梦境,我们最古老的神谕所也就荡然无存了。生活将变得单调单一,而肉体在某种意义上将徒劳地附着于灵魂周围;因为肉体绝大部分且最重要的部分,都是作为获取食物的器官而预备的:舌头、牙齿、胃和肝脏。因为没有哪个器官是闲置的,亦非为了其他需要而配置的;因而不需要食物的人,同样也就不需要肉体。而这也就等于说人不需要自己;因为我们每个人都是与肉体共存的。 无论如何,”我说道,“我们已经为肚腹缴纳了这些份子钱;倘若梭伦或其他人有什么指控,我们且洗耳恭听。”
- 158cἣν ἀναιροῦσιν αἰρομένης τροφῆς
关系代词 ἣν 指代先行词 τραπέζης,作动词 ἀναιροῦσιν(废弃、撤除)的直接宾语。αἰρομένης τροφῆς 为表示时间或条件的分词属格独立结构。此处使用了简单动词 αἴρω(拿走、撤去)与其复合动词 ἀναιρέω(废除、毁坏)之间的修辞性对照与拈连。
- 158eὡς τὸ μὴ κοινωνεῖν ἐκείνης
句末的比较结构。承接前文的 ἡγούμενοι τὸ τούτων κοινωνεῖν ἀναίσχυντον εἶναι(“认为共享后者[肉欲]是无耻的……”),连词 ὡς(正如……一样)引出带冠词不定式 τὸ μὴ κοινωνεῖν ἐκείνης(“不共享前者[食物]”),省略了相同的表语。指示代名词 τούτων 指代紧邻的肉欲之事(ἀφροδισίων),而远指代词 ἐκείνης 则指代更早提到的餐桌与饮食(τῆς ἀπὸ τοῦ τρέφεσθαι / δείπνων καὶ τραπέζης),构成对偶对比。
- 159aτοῦτο δʼ αὐτὸν ἦν αὑτοῦ μὴ δεῖσθαι
未完成过去时 ἦν 在此表示逻辑推论或揭示本质的用法(即所谓“哲学性未完成过去时”,意为“这意味着/归结为……”)。不定式短语 αὐτὸν αὑτοῦ μὴ δεῖσθαι 充当 ἦν 的主语或表语,其中宾格代词 αὐτόν 作不定式的逻辑主语,反身代词属格 αὑτοῦ 则是动词 δεῖσθαι 所要求的支配属格。
