- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫尔西亚斯就财产的适度标准发问,克列奥布洛以月亮小袍的寓言说明庸人不知节制。随后话题转向埃庇米尼得斯的断食养生法,众人围绕赫西俄德诗句的含义、节俭与健康展开讨论。
ἴσως εἶπεν ὁ Χερσίας· ἀλλʼ ἐπεὶ πάλιν περὶ οἰκονομίας λόγος γέγονε, τίς ἂν ὑμῶν φράσειεν ἡμῖν τὸ ἀπολειπόμενον; ἀπολείπεται δʼ οἶμαι κτήσεώς τι λαβεῖν μέτρον αὐτάρκους καὶ ἱκανῆς ἐσομένης.1 καὶ ὁ Κλεόβουλος ἀλλὰ τοῖς μὲν σοφοῖς ἔφη μέτρον ὁ νόμος δέδωκε, πρὸς δὲ τοὺς φαύλους ἐρῶ λόγον τῆς ἐμῆς θυγατρὸς ὃν πρὸς τὸν ἀδελφὸν εἶπεν. ἔφη γὰρ τὴν Σελήνην δεῖσθαι τῆς ἑαυτῆς μητρὸς ὅπως αὐτῇ χιτώνιον ὑφήνῃ σύμμετρον· τὴν δʼ εἰπεῖν καὶ πῶς σύμμετρον ὑφήνω; νῦν μὲν γὰρ ὁρῶ σε πανσέληνον, αὖθις δὲ μηνοειδῆ, τοτὲ δʼ ἀμφίκυρτον οὕτω δὴ, ὦ φίλε Χερσία, καὶ πρὸς ἄνθρωπον ἀνόητον καὶ φαῦλον οὐδέν ἐστι μέτρον οὐσίας· ἄλλοτε γὰρ ἄλλος ἐστὶ ταῖς χρείαις διὰ τὰς ἐπιθυμίας καὶ τὰς τύχας, ὥσπερ ὁ Αἰσώπειος κύων, ὃν οὑτοσί φησιν ἐν τῷ χειμῶνι συστρεφόμενον καὶ συσπειρώμενον διὰ τὸ ῥιγοῦν οἰκίαν ποιεῖν διανοεῖσθαι, θέρους δʼ αὖ πάλιν ἐκτεταμένον καθεύδοντα φαίνεσθαι μέγαν ἑαυτῷ καὶ μήτʼ ἀναγκαῖον ἡγεῖσθαι μήτε μικρὸν ἔργον οἰκίαν περιβαλέσθαι τοσαύτην. ἦ γὰρ οὐχ ὁρᾷς εἶπεν ὦ Χερσία, καὶ τοὺς μικροὺς νῦν μὲν εἰς μικρὰ κομιδῇ συστέλλοντας ἑαυτοὺς ὡς στρογγύλως καὶ Λακωνικῶς βιωσομένους, νῦν δέ, εἰ μὴ τὰ πάντων ἔχουσιν ἰδιωτῶν ἅμα καὶ βασιλέων, ὑπʼ ἐνδείας ἀπολεῖσθαι νομίζοντας; ὡς οὖν ὁ Χερσίας ἀπεσιώπησεν, ὑπολαβὼν ὁ Κλεόδωρος ἀλλὰ καὶ τοὺς σοφούς εἶπεν ὑμᾶς ὁρῶμεν ἀνίσοις μέτροις τὰς κτήσεις, νενεμημένας πρὸς ἀλλήλους ἔχοντας. Καὶ ὁ Κλεόβουλος ὁ γάρ τοι νόμος εἶπεν ὦ βέλτιστε ἀνδρῶν, ὡς ὑφάντης ἑκάστῳ τὸ πρέπον ἡμῶν καὶ τὸ μέτριον καὶ τὸ ἁρμόττον ἀποδίδωσι. καὶ σὺ καθάπερ τῳ νόμῳ τῷ λόγῳ τρέφων2 καὶ διαιτῶν καὶ φαρμακεύων τοὺς κάμνοντας οὐκ ἴσον ἑκάστῳ, τὸ δὲ προσῆκον ἀπονέμεις ἅπασιν ὑπολαβὼν δʼ ὁ Ἄρδαλος ἆρʼ οὖν ἔφη καὶ τὸν ἑταῖρον ὑμῶν Σόλωνος δὲ ξένον Ἐπιμενίδην νόμος τις ἀπέχεσθαι τῶν ἄλλων σιτίων κελεύει, τῆς δʼ ἀλίμου δυνάμεως ἣν αὐτὸς συντίθησι μικρὸν εἰς τὸ στόμα λαμβάνοντα διημερεύειν ἀνάριστον καὶ ἄδειπνον; ἐπιστήσαντος δὲ τοῦ λόγου τὸ συμπόσιον ὁ μὲν Θαλῆς ἐπισκώπτων εὖ φρονεῖν ἔφη τὸν Ἐπιμενίδην ὅτι μὴ βούλεται πράγματα ἔχειν ἀλῶν τὰ σιτία καὶ πέττων ἑαυτῷ, καθάπερ Πιττακός. ἐγὼ γάρ εἶπε τῆς ξένης ἤκουον ᾀδούσης πρὸς τὴν μύλην, ἐν Ἐρέσῳ γενόμενος, "ἄλει μύλα ἄλει· καὶ γὰρ Πιττακὸς ἄλει μεγάλας Μυτιλάνας βασιλεύων." ὁ δὲ Σόλων ἔφη θαυμάζειν τὸν Ἄρδαλον εἰ τὸν νόμον οὐκ ἀνέγνωκε τῆς διαίτης τοῦ ἀνδρὸς ἐν τοῖς ἔπεσι τοῖς Ἡσιόδου γεγραμμένον· ἐκεῖνος γάρ ἐστιν ὁ πρῶτος Ἐπιμενίδῃ σπέρματα τῆς τροφῆς ταύτης παρασχὼν καὶ ὁ ζητεῖν διδάξας "ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ" οἴει γάρ ὁ Περίανδρος εἶπε τὸν Ἡσίοδον ἐννοῆσαί τι τοιοῦτον, οὐκ ἐπαινέτην ὄντα φειδοῦς ἀεὶ καὶ πρὸς τὰ λιτότατα τῶν ὄψων ὡς ἥδιστα παρακαλεῖν ἡμᾶς; ἀγαθὴ μὲν γὰρ ἡ μαλάχη βρωθῆναι, γλυκὺς δʼ ὁ ἀνθέρικος· τὰ δʼ ἄλιμα ταῦτα καὶ ἄδιψα φάρμακα μᾶλλον ἢ σιτία πυνθάνομαι, καὶ μέλι καὶ τυρόν τινα βαρβαρικὸν δέχεσθαι καὶ σπέρματα πάμπολλα τῶν οὐκ εὐπορίστων. πῶς οὖν οὐκ ἂν τῷ Ἡσιόδῳ τὸ πηδάλιον μὲν ὑπὲρ καπνοῦ κείμενον "ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν" εἰ τοσαύτης δεήσει παρασκευῆς;3 θαυμάζω δέ σου τὸν ξένον ὦ Σόλων εἰ Δηλίοις ἔναγχος ποιησάμενος τὸν μέγαν καθαρμὸν οὐχ ἱστόρησε παρʼ αὐτοῖς εἰς τὸ ἱερὸν κομιζόμενα τῆς πρώτης ὑπομνήματα τροφῆς καὶ δείγματα μετʼ ἄλλων εὐτελῶν καὶ αὐτοφυῶν μαλάχην καὶ ἀνθέρικον, ὧν εἰκός ἐστι καὶ τὸν Ἡσίοδον προξενεῖν ἡμῖν τὴν λιτότητα καὶ τὴν ἀφέλειαν. οὐ ταῦτʼ ἔφη μόνον ὁ Ἀνάχαρσις ἀλλὰ καὶ πρὸς ὑγίειαν ἐν τοῖς μάλιστα τῶν λαχάνων ἑκάτερον ἐπαινεῖται Καὶ ὁ Κλεόδωρος ὀρθῶς ἔφη λέγεις. ἰατρικὸς γὰρ Ἡσίοδος ὢν δῆλός ἐστιν οὐκ ἀμελῶς οὐδʼ ἀπείρως περὶ διαίτης καὶ κράσεως οἴνου καὶ ἀρετῆς ὕδατος καὶ λουτροῦ καὶ γυναικῶν διαλεγόμενος καὶ συνουσίας καιροῦ καὶ βρεφῶν καθίσεως. ἀλλʼ Ἡσιόδου μὲν ἐμοὶ δοκεῖ δικαιότερον Αἴσωπος αὑτὸν ἀποφαίνειν μαθητὴν ἢ Ἐπιμενίδης· τούτῳ γὰρ ἀρχὴν τῆς καλῆς ταύτης καὶ ποικίλης καὶ πολυγλώσσου σοφίας ὁ πρὸς τὴν ἀηδόνα λόγος τοῦ ἱέρακος παρέσχηκεν. ἐγὼ δʼ ἂν ἡδέως ἀκούσαιμι Σόλωνος· εἰκὸς γὰρ αὐτὸν πεπύσθαι, πολὺν χρόνον Ἀθήνησιν Ἐπιμενίδῃ συγγενόμενον, ὅ τι δὴ παθὼν ἢ σοφιζόμενος ἐπὶ τοιαύτην ἦλθε δίαιταν.4
“或许如此,”赫尔西亚斯说道;“然而既然话头又回到了持家理财上,诸位当中又有谁能向我们阐明遗留的课题呢?我想,遗留的问题乃是如何把握适度且足以自足的财产标准。” 克列奥布洛说道: “对于智者,法律已赋予了标准;但针对庸劣之人,我要讲讲我女儿对她兄弟说过的一则故事。她说,月亮曾请求自己的母亲为她织一件合身的小袍;母亲却说:‘我怎能织出一件合身的呢?因为如今我见你是满月,接着又成弦月,有时又是凸月。’亲爱的赫尔西亚斯啊,对于愚妄昏聩之人,财产也同样没有尺度;因为由于欲望与际遇,他们在所需之物上时时变幻不定,恰似伊索寓言里的那条狗。据在座这位所言,那条狗在冬日因寒冷而卷缩蜷曲,便盘算着要建一所房子;但到了夏日,又伸长身子躺卧着,觉得自己身躯庞大,认为圈建那么大一所房子既无必要亦非易事。赫尔西亚斯啊,”他说道,“难道你没看见那些心胸狭隘之辈,时而为了活得规矩干练、斯巴达式而极力将自己缩减到极微小的境地,时而又以为若不兼并所有平民与君王的财物,自己就会因匮乏而丧命么?” 赫尔西亚斯于是沉默不语,克列奥多洛斯接茬说道: “可是我们看见,就连诸位智者彼此之间所拥有的财产,也是按不平等的尺度分配的啊。” 克列奥布洛说道: “最可敬的人啊,正是法律宛如织工一般,为我们每个人分配适宜、适度且相称的份额。正如你循着理性如奉法律一般调养、调理并医治病患时,并非给每个人分配均等之物,而是向所有人分配合适之物。” 阿尔达洛斯插话道: “那么,是否也是某种法律,命令你们的同伴兼梭伦的宾客埃庇米尼得斯戒绝其他食物,只取少许他自己配制的‘止饥’之剂含入口中,便终日不食早午餐亦不食晚餐呢?” 这番话让宴席顿时陷入沉思,泰勒斯便打趣道,埃庇米尼得斯明智得很,因为他不想像皮塔库斯那样,自找麻烦去磨粮做饭。 “因为我当年在埃雷索斯时,”他说道, “曾听见女房东对着石磨唱道: ‘磨啊,石磨,磨啊; 因为皮塔库斯也在磨面, 尽管他身为伟大的米蒂利尼之王。’”梭伦则表示,阿尔达洛斯若未曾在赫西俄德的诗行中读到过那人食疗生活的法则,实在令他惊讶;因为正是赫西俄德最早为埃庇米尼得斯提供了这等滋养的源头,并教导人去探索: ‘锦葵与阿斯福代尔草蕴含何等巨大的益处。’ “难道您真认为,”佩里安德说道,“赫西俄德想到了这类东西,而并非始终是节俭的称颂者,引导我们把最简朴的蔬食当作最惬意之物么?因为锦葵固然宜于食用,阿斯福代尔的花茎亦属甘甜;但我听说那些止饥止渴的方剂与其说是食物,不如说是药物,要掺入蜂蜜、某种外邦干酪以及极多不易求得的种籽。倘若需要如此繁复的筹备,赫西俄德所谓‘舵木便可悬于烟气之上,耕牛与耐劳骡马的劳作亦将废弃’的诗篇,岂非无法成立了么?梭伦啊,我对你的宾客感到不解的是,他不久前在为提洛岛人主持盛大的祓除仪式时,难道未曾在他们那里见到锦葵与阿斯福代尔草同其他低廉自生的植物一起被送入神庙,作为最初食物的纪念与标本么?赫西俄德向我们引介的,理应正是这等朴素与纯简。” “不仅如此,”阿那卡尔西斯说道,“而且在各种蔬菜中,这两者就健康而言也是备受赞誉的。” 克列奥多洛斯说道: “你说得极是。赫西俄德显然精通医理,在论述饮食起居、酒的调配、水与沐浴的功效、妇人、同房的时机以及婴儿的坐姿时,既非敷衍亦非外行。但在我看来,伊索比埃庇米尼得斯更有资格自称为赫西俄德的弟子;因为鹰与夜莺的故事正是为他提供了这一美妙、多姿而多语的智慧之开端。不过,我很乐意听听梭伦的高见;因为他曾在雅典与埃庇米尼得斯长久相处,理应探知他是遭遇了什么,抑或出于何种智巧考量,才采取了这样一套生活食制。”
- 14ἀπολείπεται δʼ οἶμαι κτήσεώς τι λαβεῖν μέτρον αὐτάρκους καὶ ἱκανῆς ἐσομένης
κτήσεως 作 μέτρον 的限定属格。将来时分词短语 αὐτάρκους καὶ ἱκανῆς ἐσομένης 与 κτήσεως 一致(属格阴性单数),作为形容词性修饰语表示结果或性质,意为“足以自足且充裕的(财产)”。
- 157dκαθάπερ τῳ νόμῳ τῷ λόγῳ τρέφων
τῳ νόμῳ(不定代词 τις 的与格形式 τῳ 加上 νόμῳ,或冠词 τῷ 的异读)属于由 καθάπερ 引导的比较从属短语(“仿佛遵循某种法律一般”)。主句中的手段与格是 τῷ λόγῳ(“依据理性”),修饰后随的三个分词(τρέφων, διαιτῶν, φαρμακεύων)。
- 157eπῶς οὖν οὐκ ἂν τῷ Ἡσιόδῳ τὸ πηδάλιον μὲν ὑπὲρ καπνοῦ κείμενον ... εἰ τοσαύτης δεήσει παρασκευῆς;
πῶς οὖν οὐκ ἂν ... εἰ ... 构成了潜在/反事实条件疑问句的骨架。所引用的赫西俄德诗句(《工作与时日》第45–46行)作为名词性主语短语嵌入其中,而谓语动词(如 μάταιον εἴη 或 ἀνατρέποιτο,“岂不失效/无法成立”)被省略。与格 τῷ Ἡσιόδῳ 为关涉/判断与格(“对赫西俄德而言”)。
- 158bὅ τι δὴ παθὼν ἢ σοφιζόμενος ἐπὶ τοιαύτην ἦλθε δίαιταν
作为 πεπύσθαι 宾语的间接疑问从句。惯用分词短语 τί παθών(“遭遇了什么/出于何故”,表示被动或偶发的原因)与现在分词 σοφιζόμενος(“运用智巧/作哲思谋划”,表示主动或深思熟虑的动机)形成并列对照,探问埃庇米尼得斯采取这一食疗法究竟是由于变故还是出于深思。
