← 普鲁塔克

七贤宴饮录

§13

梭伦的节制与饮宴增进友爱的真谛

宴席上传饮酒杯之际,众人就梭伦不饮酒一事展开争论,阿那卡尔西斯与伊索各抒机智之词。姆内西菲洛斯代表梭伦发话,指出饮酒宴饮的真正目的并非酩酊沉醉,而是藉由言辞所激发的友爱与精神融洽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

ἐπεὶ δὲ καὶ οὗτος ἔσχεν ὁ λόγος τέλος, ἡ μὲν Εὔμητις ἐξῆλθε μετὰ τῆς Μελίσσης, τοῦ δὲ Περιάνδρου τῷ Χίλωνι προπιόντος εὐμεγέθη κύλικα, τῷ δὲ Βίαντι τοῦ Χίλωνος, Ἄρδαλος ἐπαναστὰς καὶ προσαγορεύσας τὸν Αἴσωπον σὺ δʼ οὐκ ἄν ἔφη διαπέμψαιο δεῦρο τὸ ποτήριον πρὸς ἡμᾶς, ὁρῶν τούτους ὥσπερ τὴν Βαθυκλέους κύλικα1 διαπεμπομένους ἀλλήλοις, ἑτέρῳ δὲ μὴ μεταδιδόντας; Καὶ ὁ Αἴσωπος ἀλλʼ οὐ δεῖ τοῦτʼ ἔφη τὸ ποτήριον δημοτικὸν εἶναι· Σόλωνι γὰρ ἔκπαλαι παράκειται μόνῳ. Τὸν οὖν Μνησίφιλον προσαγορεύσας ὁ Πιττακὸς ἠρώτησε τί οὐ πίνει Σόλων ἀλλὰ καταμαρτυρεῖ τῶν ποιημάτων2 ἐν οἷς γέγραφεν "ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου καὶ Μουσέων, ἃ τίθησʼ ἀνδράσιν εὐφροσύνας" ὑποφθάσας δʼ Ἀνάχαρσις σὲ γάρ, ὦ Πιττακέ, καὶ τὸν σὸν ἐκεῖνον τὸν χαλεπὸν φοβεῖται νόμον, ἐν ᾧ γέγραφας Ἐάν τις ὁτιοῦν μεθύων ἁμάρτῃ, διπλασίαν ἢ τῷ νήφοντι τὴν ζημίαν εἶναι3 Καὶ ὁ Πιττακός σὺ δὲ γʼ εἶπεν οὕτως ἐξύβρισας εἰς τὸν νόμον, ὥστε πέρυσι παρὰ λίβυτʼ ἀδελφῷ μεθυσθεὶς ἆθλον αἰτεῖν καὶ στέφανον. τί δʼ οὐκ ἔμελλον ἔφη ὁ Ἀνάχαρσις τῷ πλεῖστον πιόντι προκειμένων ἄθλων πρῶτος μεθυσθεὶς ἀπαιτεῖν τὸ νικητήριον;4 ἢ διδάξατέ μʼ ὑμεῖς, τί τέλος ἐστὶ τοῦ πολὺν πιεῖν ἄκρατον ἢ τὸ μεθυσθῆναι. τοῦ δὲ Πιττακοῦ γελάσαντος ὁ Αἴσωπος λόγον εἶπε τοιοῦτον· λύκος ἰδὼν ποιμένας ἐσθίοντας ἐν σκηνῇ πρόβατον ἐγγὺς προσελθών ἡλίκος ἂν ἦν ἔφη θόρυβος ὑμῖν, εἰ ἐγὼ τοῦτʼ ἐποίουν. καὶ ὁ Χίλων ὀρθῶς ἔφη Αἴσωπος ἠμύνατο, μικρὸν ἔμπροσθεν ἐπιστομισθεὶς ὑφʼ ἡμῶν, εἶτα νῦν ὁρῶν ἑτέρους τὸν Μνησιφίλου λόγον ὑφηρπακότας· Μνησίφιλος γὰρ τὴν ὑπὲρ Σόλωνος ἀπόκρισιν καὶ λέγω ὁ Μνησίφιλος εἶπεν εἰδὼς ὅτι Σόλωνι δοκεῖ πάσης τέχνης καὶ δυνάμεως ἀνθρωπίνης τε καὶ θείας ἔργον εἶναι τὸ γιγνόμενον μᾶλλον ἢ διʼ οὗ γίγνεται, καὶ τὸ τέλος ἢ τὰ πρὸς τό τέλος. ὑφάντης τε γὰρ ἂν οἶμαι χλαμύδα ποιήσαιτο μᾶλλον ἔργον αὑτοῦ καὶ ἱμάτιον ἢ κανόνων διάθεσιν καὶ ἀνέγερσιν ἀγνύθων, χαλκεύς τε κόλλησιν σιδήρου καὶ στόμωσιν πελέκεως μᾶλλον ἤ τι τῶν ἕνεκα τούτου γιγνομένων ἀναγκαίων, οἷον ἀνθράκων ἐκζωπύρησιν ἢ λατύπης παρασκευήν. ἔτι δὲ μᾶλλον ἀρχιτέκτων μέμψαιτʼ ἂν ἡμᾶς ἔργον αὐτοῦ μὴ ναῦν μηδʼ οἰκίαν ἀποφαίνοντας, ἀλλὰ τρυπῆσαι ξύλα καὶ φυρᾶσαι πηλόν· αἱ δὲ Μοῦσαι καὶ παντάπασιν, εἰ νομίζοιμεν αὐτῶν ἔργον εἶναι κιθάραν καὶ αὐλούς, ἀλλὰ μὴ τὸ παιδεύειν τὰ ἤθη καὶ παρηγορεῖν τὰ πάθη τῶν χρωμένων μέλεσι καὶ ἁρμονίαις. οὐκοῦν οὐδὲ τῆς Ἀφροδίτης ἔργον ἐστὶ συνουσία καὶ μῖξις, οὐδὲ τοῦ Διονύσου μέθη καὶ οἶνος, ἀλλʼ ἣν ἐμποιοῦσι διὰ τούτων φιλοφροσύνην καὶ πόθον καὶ ὁμιλίαν ἡμῖν καὶ συνήθειαν πρὸς ἀλλήλους· ταῦτα γὰρ ἔργα θεῖα καλεῖ Σόλων, καὶ ταῦτά φησιν ἀγαπᾶν καὶ διώκειν μάλιστα πρεσβύτης γενόμενος. ἔστι δὲ τῆς μὲν πρὸς γυναῖκας ἀνδρῶν ὁμοφροσύνης καὶ φιλίας δημιουργὸς ἡ Ἀφροδίτη, τοῖς σώμασιν ὑφʼ ἡδονῆς ἅμα συμμιγνύουσα καὶ συντήκουσα τὰς ψυχάς· τοῖς δὲ πολλοῖς καὶ μὴ πάνυ συνήθεσι μηδʼ ἄγαν γνωρίμοις ὁ Διόνυσος ὥσπερ ἐν πυρὶ τῷ οἴνῳ μαλάττων τὰ ἤθη καὶ ἀνυγραίνων ἀρχήν τινα συγκράσεως πρὸς ἀλλήλους καὶ φιλίας ἐνδίδωσιν. ὅταν δὲ τοιοῦτοι συνέλθωσιν ἄνδρες, οἵους ὁ Περίανδρος ὑμᾶς παρακέκληκεν, οὐδὲν ἔργον ἐστὶν οἶμαι κύλικος οὐδʼ οἰνοχόης, ἀλλʼ αἱ Μοῦσαι καθάπερ κρατῆρα νηφάλιον ἐν μέσῳ προθέμεναι τὸν λόγον, ᾧ πλεῖστον ἡδονῆς ἅμα καὶ παιδιᾶς καὶ σπουδῆς ἔνεστιν, ἐγείρουσι τούτῳ καὶ κατάρδουσι καὶ διαχέουσι τὴν φιλοφροσύνην, ἐῶσαι τὰ πολλὰ τὴν οἰνοχόην ἀτρέμα κεῖσθαι κρητῆρος ὕπερθεν, ὅπερ ἀπηγόρευσεν Ἡσίοδος ἐν τοῖς πίνειν μᾶλλον ἢ διαλέγεσθαι δυναμένοις. ἐπεὶ τάς γε προπόσεις αὐτάς ἔφη πυνθάνομαι λέγειν τοῖς παλαιοῖς ἐνδεῖν,5 δαιτρόν, ὡς Ὅμηρος ἔφη, καὶ μετρητὸν ἑκάστου πίνοντος, εἶθʼ ὥσπερ Αἴας μερίδος μεταδιδόντος τῷ πλησίον Εἰπόντος δὲ ταῦτα τοῦ Μνησιφίλου Χερσίας ὁ ποιητής ἀφεῖτο γὰρ ἤδη τῆς αἰτίας καὶ διήλλακτο τῷ Περιάνδρῳ νεωστί, Χίλωνος δεηθέντος ἆρʼ οὖν ἔφη καὶ τοῖς θεοῖς ὁ Ζεύς, ὥσπερ τοῖς ἀριστεῦσιν ὁ Ἀγαμέμνων, μετρητὸν ἐνέχει τὸ ποτόν, ὅτε προύπινον ἀλλήλοις ἑστιώμενοι παρʼ αὐτῷ; Καὶ ὁ Κλεόδωρος σὺ δʼ ὦ Χερσία εἶπεν, εἰ τὴν ἀμβροσίαν τῷ Διὶ πελειάδες τινὲς κομίζουσιν, ὡς ὑμεῖς λέγετε, τὰς Πλαγκτὰς ὑπερπετόμεναι χαλεπῶς καὶ μόλις, οὐ νομίζεις καὶ τὸ νέκταρ αὐτῷ δυσπόριστον εἶναι καὶ σπάνιον, ὥστε φείδεσθαι καὶ παρέχειν ἑκάστῳ τεταμιευμένον;

待这一席话也告一段落后,欧墨提斯便同墨利萨一同出去了。佩里安德用一只大杯向奇隆敬酒,奇隆又向比阿斯敬酒,阿尔达洛斯于是站起身来,向伊索说道: “难道你就不把那酒杯传到我们这边来么?你明明看着他们像对待巴费克勒斯之杯那样彼此传饮,却不分给其他人。” 伊索说道: “可是这只杯子不应当是平民化共有的;因为很久以来它就单单摆在梭伦身旁。” 皮塔库斯于是向姆内西菲洛斯发问,梭伦为何不饮酒,反而与他自己所写的诗作作对;他在那些诗中曾写道: ‘如今我钟情于塞浦路斯女神、狄奥尼索斯以及缪斯们的作为,它们为人世带来欢愉。’ 阿那卡尔西斯抢先插话道: “皮塔库斯啊,他怕的是你,还有你那条严酷的法律;你在其中写道:‘若有人在酒醉中犯下任何过失,其罚当为清醒者之双倍。’” 皮塔库斯说道: “可是你自己对那条法律如此肆意践踏,以致去年在你兄弟利比斯处喝醉时,竟要求赏赐与桂冠!” “我何以不该如此呢?” 阿那卡尔西斯说道: “既然对饮酒最多者设有奖赏,那我既是第一个喝醉的,要求胜利之赏又有何不可?抑或是你们来指教我,多饮纯酒的目的,除了喝醉之外究竟还有什么?” 皮塔库斯笑了起来,伊索便讲了这样一个故事: “一只狼看见牧人们在帐篷里吃羊肉,便走上前去说道:‘若是我做这事,你们不知该闹出多大的喧嚣呢!’” 奇隆说道: “伊索反击得正是。他刚才被我们堵住了嘴,如今见旁人抢夺了姆内西菲洛斯的话头,便再次开口;因为代梭伦作答的原该是姆内西菲洛斯。” “那我便说吧,”姆内西菲洛斯说道: “因为我知道,梭伦认为一切属人与属神的技艺与能力的产物,乃是最终成就之物,而非藉以成就之手段,乃是终极目的,而非通向目的之步骤。我想,织工会把斗篷与长袍视为自己的产物,而非摆弄经线杆与挂起织坠;铁匠会把锻接铁件与斧刃淬火视为自己的产物,而非为此所需的那些必不可少之预备,如拨旺炭火或备办磨石。建筑师若见我们不把船舶或房屋称作他的产物,反而指认钻木与和泥,岂不更要责难我们?而缪斯们若是得知我们把齐特拉琴和长笛视为她们的产物,而非教化品格、抚慰那些借助歌咏与和声之人的情欲,更会愤慨万分。同理,阿佛洛狄忒的作为并非同房与交合本身,狄奥尼索斯的作为亦非沉醉与酒浆本身,而是他们藉由这些而在我们心中激发的亲睦、渴望、交往以及彼此的亲近;因为梭伦将这些称为神圣的作为,并声称自己年事渐高时尤为珍视和追求这些。阿佛洛狄忒是男女之间同心与友谊的塑造者,以欢愉将灵魂连同肉体一并交融销化;而狄奥尼索斯面对大众以及并不太相熟或知心之人,则以酒如在火中一般软化其性情并予以滋润,赋予彼此交融与结友的开端。但当聚集起如佩里安德所邀请诸位这般的人物时,我想便丝毫不需要酒杯与酌酒器了;缪斯们将言辞作为无酒的调酒缸置于席中,言辞之中蕴含着至高无上的快乐、戏谑与庄重,她们以此激发、浇灌并流布亲善之情,而在绝大多数时间里任凭酌酒器静静地留在‘调酒缸之上’ ——这正是赫西俄德在那些只知痛饮而不善交谈之人中所禁绝的做法。因为关于敬酒习俗本身,”他说道,“我听闻人们谈及古人缺乏此道,每个人如荷马所言只饮‘分配有度’且经计量的酒,随后如埃阿斯那样将自己的一份分给身旁之人。” 姆内西菲洛斯说完这番话后,诗人赫尔西亚斯——他此前已被免除了指控,并在奇隆的恳求下不久前刚与佩里安德和解——说道: “那么宙斯在神明于他座旁饮宴并互相敬酒时,是否也如同阿伽门农对待诸将士那般,为诸神倾倒限额计量的酒浆呢?” 克列奥多洛斯说道: “赫尔西亚斯啊,倘若如你们〔诗人〕所说,鸽群历经艰险艰难飞越漂移岩才为宙斯送来仙馔,难道你不认为仙酿对他而言也是不易获取而珍稀之物,以至于他必须节省并定额供给每一位么?”

语法注5 条
  1. 13ὥσπερ τὴν Βαθυκλέους κύλικα

    此处典指相传在七贤之间辗转相赠的“巴费克勒斯之金杯”。阿尔达洛斯以此讽刺佩里安德、奇隆和比阿斯只在他们几位贤人之间互相敬酒传杯,而不分予席间其他人。

  2. 13καταμαρτυρεῖ τῶν ποιημάτων

    动词 καταμαρτυρέω 后接属格补足语(τῶν ποιημάτων),意为“作不利于……的证明”或“违背、抵触”。此处指梭伦不饮酒的行为与他自己在诗篇中对酒与爱神的赞美自相矛盾。

  3. 13Ἐάν τις ὁτιοῦν μεθύων ἁμάρτῃ, διπλασίαν ἢ τῷ νήφοντι τὴν ζημίαν εἶναι

    引述皮塔库斯的法令文句。主句采用宾格不定式结构(διπλασίαν... τὴν ζημίαν εἶναι),既反映了法律条文中常见的指令性不定式用法,亦体现了受 γέγραφας 统摄的间接引语。ἢ τῷ νήφοντι 中的与格是由比较连词 ἢ 所引导,指代“相对于清醒者所受之罚”。

  4. 156aτί δʼ οὐκ ἔμελλον... ἀπαιτεῖν τὸ νικητήριον;

    未完成过去时 ἔμελλον 用于修辞性反问,表示理所应当或必然性(“我怎能不……理应索取”)。随后的与格 τῷ πλεῖστον πιόντι 与独立属格句 προκειμένων ἄθλων 相关联,指“奖赏是为饮酒最多之人设立的”。

  5. 156eπυνθάνομαι λέγειν τοῖς παλαιοῖς ἐνδεῖν

    双重不定式结构:πυνθάνομαι 统摄不定主语的 λέγειν(“我听闻人们谈论”),后者再统摄 τοῖς παλαιοῖς ἐνδεῖν(“古人缺乏……”)。与格 τοῖς παλαιοῖς 充当表示缺乏的动词 ἐνδέω 的补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:13