← 普鲁塔克

七贤宴饮录

§12

关于家的本质与最善之家的七贤论辩

狄奥克勒斯提议探讨治家之道,引发了伊索与阿那卡尔西斯关于家的真正本质的论辩,随后七贤依次发表了各自关于最善之家的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

τέλος δὲ καὶ τούτου τοῦ λόγου λαβόντος ἠξίουν ἐγὼ καὶ περὶ οἴκου ᾗ χρηστέον εἰπεῖν τοὺς ἄνδρας ἡμῖν· βασιλείας μὲν γὰρ καὶ πόλεις ὀλίγοι κυβερνῶσιν, ἑστίας δὲ πᾶσιν ἡμῖν καὶ οἴκου μέτεστι. γελάσας οὖν ὁ Αἴσωπος οὔκ, εἴγε τῶν πάντων ἔφη καὶ Ἀνάχαρσιν ἀριθμεῖς· τούτῳ γὰρ οἶκος οὐκ ἔστιν, ἀλλὰ καὶ σεμνύνεται τῷ ἄοικος εἶναι, χρῆσθαι δʼ ἁμάξῃ, καθάπερ τὸν ἥλιον ἐν ἅρματι λέγουσι περιπολεῖν, ἄλλοτʼ ἄλλην ἐπινεμόμενον τοῦ οὐρανοῦ χώραν. Καὶ ὁ Ἀνάχαρσις διὰ τοῦτό τοι εἶπεν ἢ μόνος ἢ μάλιστα τῶν θεῶν ἐλεύθερός ἐστι καὶ αὐτόνομος, καὶ κρατεῖ πάντων, κρατεῖται δʼ ὑπʼ οὐδενός, ἀλλὰ βασιλεύει καὶ ἡνιοχεῖ. πλὴν σέ γε τὸ ἅρμα λέληθεν αὐτοῦ, ὡς ὑπερφυὲς κάλλει καὶ μεγέθει θαυμάσιόν ἐστιν· οὐ γὰρ ἂν παίζων ἐπὶ γέλωτι παρέβαλες ἐκεῖνο τοῖς ἡμετέροις. οἶκον δέ μοι δοκεῖς, ὦ Αἴσωπε, ταυτὶ τὰ πήλινα καὶ ξύλινα καὶ κεραμεᾶ στεγάσματα νομίζειν, ὥσπερ εἰ κοχλίαν ἡγοῖο τὸ κέλυφος, ἀλλὰ μὴ τὸ ζῷον, εἰκότως οὖν σοι γέλωτα παρέσχεν ὁ Σόλων, ὅτι τοῦ Κροίσου τὴν οἰκίαν κεκοσμημένην πολυτελῶς θεασάμενος οὐκ εὐθὺς ἀπεφήνατο τὸν κεκτημένον εὐδαιμόνως οἰκεῖν καὶ μακαρίως, ἅτε δὴ τῶν ἐν αὐτῷ μᾶλλον ἀγαθῶν ἢ τῶν παρʼ αὐτῷ1 βουλόμενος γενέσθαι θεατής· σὺ δʼ ἔοικας οὐδὲ τῆς σεαυτοῦ μνημονεύειν ἀλώπεκος. ἐκείνη μὲν γὰρ εἰς ἀγῶνα ποικιλίας καταστᾶσα πρὸς τὴν πάρδαλιν ἠξίου τὰ ἐντὸς αὐτῆς καταμαθεῖν τὸν δικαστήν, ποικιλωτέρα γὰρ ἐκεῖθεν φανεῖσθαι· σὺ δὲ τὰ τεκτόνων καὶ λιθοξόων ἔργα περινοστεῖς, οἶκον ἡγούμενος οὐ τὰ ἐντὸς ἑκάστου καὶ οἰκεῖα, παῖδας καὶ γάμον καὶ φίλους καὶ θεράποντας, οἷς κἂν ἐν μυρμηκιᾷ τις ἢ νεοττιᾷ νοῦν ἔχουσι καὶ σωφρονοῦσι κοινωνῇ τῶν ὑπόντων,2 χρηστὸν οἶκον οἰκεῖ καὶ μακάριον. ἐγὼ μὲν οὖν ἔφη ταῦτα καὶ πρὸς Αἴσωπον ἀποκρίνομαι καὶ Διοκλεῖ συμβάλλομαι· τῶν δʼ ἄλλων ἕκαστος ἀποφαίνεσθαι δίκαιός ἐστι3 τὴν ἑαυτοῦ γνώμην. τοῦτον οὖν ἄριστον ὁ Σόλων εἶπεν αὑτῷ δοκεῖν οἶκον, ὅπου τὰ κτήματα μήτε κτωμένοις ἀδικία μήτε φυλάττουσιν ἀπιστία μήτε δαπανῶσι μετάνοια πρόσεστιν. ὁ δὲ Βίας ἐν ᾧ τοιοῦτός ἐστιν ὁ δεσπότης διʼ αὑτὸν οἷος ἔξω διὰ τὸν νόμον. ὁ δὲ Θαλῆς ἐν ᾧ πλείστην ἄγειν τῷ δεσπότῃ σχολὴν ἔξεστιν. ὁ δὲ Κλεόβουλος εἰ πλείονας ἔχοι τῶν φοβουμένων αὐτὸν τοὺς φιλοῦντας ὁ δεσπότης. ὁ δὲ Πιττακὸς εἶπεν ὡς ἄριστος οἶκός ἐστιν ὁ τῶν περιττῶν μηδενὸς δεόμενος καὶ τῶν ἀναγκαίων μηδενὸς ἐνδεόμενος. ὁ δὲ Χίλων ἔφη δεῖν μάλιστα βασιλευομένῃ πόλει προσεοικέναι τὸν οἶκον. εἶτα προσεπεῖπεν ὅτι καὶ Λυκοῦργος πρὸς τὸν κελεύοντα δημοκρατίαν ἐν τῇ πόλει καταστῆσαι πρῶτος ἔφη ποίησον ἐν τῇ οἰκίᾳ σου δημοκρατίαν.

待这一席话也告一段落后,我便请这几位贤达也向我们讲讲应当如何治家: “因为统治王国与城邦者固然鲜少,但壁炉与家园却是我们人人皆有的。” 伊索于是笑着说道: “倘若你在‘人人’之中也算上阿那卡尔西斯,那可就不尽然了;因为他并无房屋,反而以无家可归、以大车为居为荣,正如人们所说太阳乘着战车巡行、时而驰骋于天空的这一处、时而驰骋于另一处那般。” 阿那卡尔西斯便说道: “正因如此,太阳在诸神之中若非唯一、亦是首屈一指的自由与自主之神,统御万物而不为任何事物所统御,而是君临一切、执掌缰绳。然而你却未曾看清他的战车,那是何等超迈绝伦之美、何等令人惊叹之巨;否则你便不会为了博人一笑而戏噱地将其与我们的大车相比了。依我之见,伊索啊,你似乎将这些泥土、木料和陶瓦的遮蔽之所当成了家,宛如你将螺壳当作蜗牛本身而非那活物一般。因此,梭伦自然成了你的笑柄,全因他在看过了克罗伊索斯那装饰得极尽奢华的宅邸之后,未曾立即断言其主人过着幸福美满的生活,因为他所愿观察的是其人内在的品德,而非其身外的财富。但你似乎连自己笔下的狐狸也记不得了;因为那只狐狸在同豹子比拼色彩斑斓时,曾请求裁判仔细审视它的内在,声称从内在来看它会显得更加多姿多彩。而你却只在木匠与石匠的造物周围转悠,不把每个人的内在与至亲之属——儿女、配偶、友人以及仆从——视作真正的家;若这些人明理而节制,哪怕在蚁穴或鸟巢中同他们分享现成之物,所居的亦是优良而幸福的家。就我而言,”他说道,“这既是对伊索的回答,也是对狄奥克勒斯所提话题的贡献;而其余各位亦理当发表各自的高见。” 梭伦于是说道,依他之见,最善之家具备这样的财产:获取时无不义,看管时无猜忌,消费时无懊悔。比阿斯说,乃是家长在家庭内部出于自觉所表现出的为人,如同他在外界因顾忌法律而表现出的一样。泰勒斯说,乃是家长能够享有最多闲暇之处。克列奥布洛斯说,乃是爱戴家长的家人多于惧怕他的人。皮塔库斯说,最善之家无须任何多余之物,亦不缺任何必需之物。奇隆则说,家庭应当与由君王统治的城邦最为相似;随后他又补充道,当年有人劝吕库古在城邦中建立民主政体时,吕库古也曾对那人说道: “你且先在自己家中建立民主政体吧。”

语法注3 条
  1. 155bτῶν ἐν αὐτῷ μᾶλλον ἀγαθῶν ἢ τῶν παρʼ αὐτῷ

    介词短语 ἐν αὐτῷ(“他内在的善”,指美德与心灵层面的善)与 παρʼ αὐτῷ(“他身旁的善”,指外在的财富与物质装饰)的鲜明对比。定冠词 τῶν 将两个短语名词化为中性复数,构成了克罗伊索斯外在奢华与内在德性之间的对立。

  2. 155cοἷς κἂν ἐν μυρμηκιᾷ τις ἢ νεοττιᾷ νοῦν ἔχουσι καὶ σωφρονοῦσι κοινωνῇ τῶν ὑπόντων

    关系代名词 οἷς 指代前文的先行词(儿女、婚姻/配偶、朋友、仆从),并充当动词 κοινωνῇ(现在虚拟语气)的与格间接宾语,同时被与格分词短语 νοῦν ἔχουσι καὶ σωφρονοῦσι 所修饰。κἂν 为 καὶ ἐάν(“哪怕/即便”)的合写。动词 κοινωνέω 遵循“与某人(与格)分享某物(属格)”的句型,所分享的对象由此体现为部分属格 τῶν ὑπόντων(“现成之物”)。

  3. 155cἀποφαίνεσθαι δίκαιός ἐστι

    人称句式“δίκαιός ἐστι + 不定词”。希腊语中常用该句式代替无人称句式 δίκαιόν ἐστιν 加宾格不定词(“……是应当的/合宜的”),将逻辑主语(ἕκαστος)提升为主格并与形容词一致,意为“其余每人发表自己的意见乃是理所应当的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:12