- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Bernardakis, Gregorius N., editor; Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg077.humanitext-grc2:7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宙克西波斯论证了克制源自灵魂虚荣的非自然食欲、仅遵从身体天然需求的重要性,指出质朴的饮食最能维系健康。他进一步批评了厨师的技巧与人工调料对食欲的无度煽动,认为过度刺激味觉无异于使用春药催生情欲。
ΖΕΥΞΙΠΠΟΣ. ἔστι δὲ μέγα καὶ θαυμαστόν, ἂν ὅσον ἡ φύσις δεομένη δέχεται τῶν ἡδονῶν προσιέμενοι τῷ σώματι, μᾶλλον δʼ ἂν τὰ πολλὰ παρὰ τὰς ὀρέξεις αὐτῷ διαμαχόμενοι καὶ ἀναβαλλόμενοι καὶ μόλις πάνυ ταῖς ἀναγκαίαις χρηματίζοντες ἢ ὥς φησιν ὁ Πλάτων καὶ δάκνοντος καὶ κατατείνοντος ἐνδιδόντες ἀβλαβεῖς ἀπαλλάττωμεν.1 τὰς δʼ ἀνάπαλιν ἐκ τῆς ψυχῆς ἐπὶ τὸ σῶμα κατιούσας ἐπιθυμίας καὶ καταβιαζομένας τοῖς ἐκείνης ὑπηρετεῖν καὶ συνεξανίστασθαι πάθεσιν οὐδεμία μηχανὴ τὸ μὴ σφοδροτάτας βλάβας καὶ μεγίστας ἐφʼ ἡδοναῖς ἀσθενέσι καὶ ἀμαυραῖς ἐναπολιπεῖν.2 ἥκιστα δὲ ψυχῆς ἐπιθυμίᾳ σῶμα πρὸς ἡδονὰς κινητέον· ἡ γὰρ ἀρχὴ παρὰ φύσιν γίγνεται. καὶ καθάπερ αἱ τῶν μασχαλῶν ψηλαφήσεις οὐκ ἴδιον οὐδὲ πρᾶον οὐδʼ ἵλεων γέλωτα τῇ ψυχῇ παρέχουσιν ἀλλʼ ἐοικότα σπασμῷ καὶ χαλεπόν, οὕτω πάλιν ὅσας τὸ σῶμα νυττόμενον ὑπὸ τῆς ψυχῆς ἡδονὰς ἴσχει καὶ ταραττόμενον, ἐκστατικαὶ καὶ ταρακτικαὶ αὗται καὶ ἀλλότριαι τῆς φύσεώς εἰσιν. ὅταν οὖν τι τῶν σπανίων ἀπολαυσμάτων ἢ ἐνδόξων παραγένηται, φιλοτιμητέον ταῖς ἀποσχέσεσι μᾶλλον ἢ ταῖς ἀπολαύσεσι, μεμνημένους ὅτι καθάπερ ὁ Σιμωνίδης ἔλεγε μηδέποτʼ αὐτῷ μεταμελῆσαι σιγήσαντι, φθεγξαμένῳ δὲ πολλάκις, οὕτως ἡμῖν οὔτʼ ὄψον παρωσαμένοις μετεμέλησεν οὔθʼ ὕδωρ ἀντὶ Φαλερίνου πιοῦσιν. ἀλλὰ τοὐναντίον οὐ μόνον οὐ προσβιαστέον ἐστὶ τὴν φύσιν, ἀλλὰ κἂν δεομένῃ προσφέρηταί τι τῶν τοιούτων, ἐπὶ τὰ λιτὰ καὶ συνήθη πολλάκις ἀποτρεπτέον ἔθους ἕνεκα καὶ μελέτης τὴν ὄρεξιν. "εἴπερ γὰρ ἀδικεῖν χρὴ" φησὶν ὁ Θηβαῖος οὐκ ὀρθῶς λέγων, "τυραννίδος πέρι κάλλιστον ἀδικεῖν" ἡμεῖς δὲ βέλτιον ὡς, εἴπερ φιλοδοξεῖν πρὸς τὰ τοιαῦτα, ἐγκρατείᾳ κάλλιστον ὑπὲρ ὑγιείας. οὐ μὴν ἀλλὰ καὶ μικρολογία καὶ γλισχρότης ἐνίους ἀναγκάζει πιέζοντας οἴκοι τὰς ἐπιθυμίας καὶ κατισχναίνοντας ἐμπίπλασθαι παρʼ ἑτέροις τῶν πολυτελῶν καὶ ἀπολαύειν, καθάπερ ἐκ πολεμίας ἀφειδῶς ἐπισιτιζομένους· εἶτα κακῶς διατεθέντες ἀπίασιν, εἰς τὴν ὑστεραίαν ἐφόδιον τῆς ἀπληστίας τὴν ἀπεψίαν ἔχοντες. ὁ μὲν οὖν Κράτης διὰ τρυφὴν καὶ πολυτέλειαν οἰόμενος οὐχ ἥκιστα τὰς στάσεις καὶ τὰς τυραννίδας ἐμφύεσθαι ταῖς πόλεσι, μετὰ παιδιᾶς παρῄνει "μὴ πρὸ φακῆς λοπάδʼ αὔξων εἰς στάσιν ἄμμε βάλῃς" αὐτὸς δέ τις ἑαυτῷ παρακελευέσθω μὴ πρὸ φακῆς λοπάδʼ αὔξων μηδὲ πάντως ὑπερβαίνων τὴν καρδαμίδα καὶ τὴν ἐλαίαν ἐπὶ τὸ θρῖον καὶ τὸν ἰχθὺν εἰς στάσιν ἐκ πλησμονῆς τὸ σῶμα καὶ ταραχὰς ἐμβάλλειν καὶ διαρροίας. τὰ γὰρ εὐτελῆ κρατεῖ τὴν ὄρεξιν ἐπὶ τῶν φυσικῶν μέτρων, ὀψοποιῶν δὲ τέχναι καὶ δημιουργῶν καὶ "τὰ πανοῦργα ταῦτʼ ὀψάρια χὐποτρίμματα" κατὰ τὸν κωμικὸν ἀεὶ τοὺς ὅρους τῆς ἡδονῆς μετατίθησιν εἰς τοὔμπροσθεν καὶ παραλλάττει τὸ συμφέρον. οὐκ οἶδα δʼ ὅντινα τρόπον, ἡμῶν τὰς γυναῖκας ὅσαι φίλτρα μηχανῶνται καὶ γοητείας ἐπὶ τοὺς ἄνδρας βδελυττομένων καὶ δυσχεραινόντων, μισθωτοῖς τε καὶ δούλοις προσεφιᾶσι τὰ σιτία καὶ τὰ ὄψα μονονοὺ μαγγανεύειν καὶ φαρμάττειν. εἰ τοίνυν καὶ πικρότερον φανεῖται τὸ τοῦ Ἀρκεσιλάου πρὸς τοὺς μοιχικοὺς καὶ ἀκολάστους εἰρημένον, μηδὲν διαφέρειν ὄπισθέν τινα ἢ ἔμπροσθεν εἶναι κίναιδον οὐκ ἀνάρμοστόν ἐστι τοῖς ὑποκειμένοις. τί γὰρ ὡς ἀληθῶς διαφέρει σατύρια προσάγοντα κινεῖν καὶ παροξύνειν τὸ ἀκόλαστον ἐπὶ τὰς ἡδονάς, ἢ τὴν γεῦσιν ὀσμαῖς καὶ καρυκείαις ἐθίζειν ὥσπερ τὰ ψωριῶντα κνησμῶν ἀεὶ δεῖσθαι καὶ γαργαλισμῶν;3
宙克西波斯:如果我们只容许身体在天性有所需要时接受同等程度的愉悦——或者说,更多时候是与身体的欲望抗争并加以推延,对那些必需的欲望也极其勉强地应付,或者正如柏拉图所说,唯有在〔身体〕撕咬紧逼时才屈服让步,从而免受伤害地脱身——那便是一件伟大且令人赞赏的事。然而,相反对于那些由灵魂向下灌入身体、强迫身体服从并随同灵魂的情欲一同骚动的欲望,则绝无任何可能不在微弱黯淡的愉悦之后留下极其剧烈而沉重的祸害。最不可因灵魂的欲望而驱动身体去享乐;因为其开端就是违背天性的。正如搔挠腋窝给灵魂带来的绝非自然、温和或愉快的欢笑,而是一种类似痉挛的痛苦笑声,同样,身体在被灵魂刺激和搅扰时所获得的愉悦,也是令人癫狂、不安且有违天性的。因此,每当出现某种罕见或声名显赫的享受时,更应当在克制之中而非在享乐之中争求荣誉,并牢记正如西摩尼得斯常说的那样,他从未因保持沉默而后悔,却屡次因开口说话而后悔,我们同样也从未因推拒美味佳肴或以水代法勒诺斯酒而后悔过。相反,不仅不可勉强天性,而且即使在天性有所需求时端上了这类珍馐,为了习惯和训练的缘故,也往往应当将食欲引向质朴日常的饮食。 “如果必须行不义,”那位底比斯人说得并不对, “那么为了篡得僭主权 去行不义便是最美好的。” 而我们则说得更为恰当:如果要在这些事情上追求名誉,那么为了健康而克己自制才是最美好的。不仅如此,狭隘与吝啬还迫使某些人在家中压制食欲、使其枯竭,却在他人的宴席上如同在敌国境内毫无节制地搜刮粮秣一般,将昂贵的食物塞个饱足并尽情享用;随后他们身体不适地离席,以消化不良作为贪得无厌留给第二天的行囊。因此,克拉特斯认为城邦中的内讧与僭主政体在很大程度上由奢靡滋生,便带着戏谑告诫道: “切勿在吃小扁豆之前把大锅做满, 从而将我们投入内讧之中。” 每个人自己也当告诫自己,不要在小扁豆之前把锅做满,也不要完全越过水芹与橄榄去享用裹叶肉卷与鲜鱼,免得因饱胀而把身体投入内乱、紊乱与腹泻之中。因为便宜的饮食能使食欲维持在天然的适度范围之内,但厨师和匠人的手艺,以及正如喜剧诗人所说的“这些奸诈的菜肴与浓稠的酱汁”,却总是在不断地将愉悦的界限向前推进,从而使有益之事失之交臂。不知为何,我们对那些对丈夫施展春药与巫术的妇人深恶痛绝,〔人们〕却任凭雇工和奴隶在饭食和佳肴上几乎施展魔法和下毒。因此,阿耳刻西拉奥对通奸与放荡之人所说的话—— “不论是从后面还是从前面成为淫荡之人,毫无区别”——即便显得有些过于刻薄,用在眼前的话题上也并非不合宜。因为事实上,使用春药来唤醒并煽动淫心去享乐,与用香气和辛辣调料驯化味觉、使其如同患疥疮者那般总是需要抓挠和搔痒,究竟又有什么不同呢?
- 7ἀβλαβεῖς ἀπαλλάττωμεν
动词 ἀπαλλάττω 在此作不及物用法,意为“脱身、摆脱(危险或困境)”,述语性形容词 ἀβλαβεῖς(未受损害的、无伤的)说明主语(“我们”)的状态。
- 125cοὐδεμία μηχανὴ τὸ μὴ ... ἐναπολιπεῖν
在否定表达 οὐδεμία μηχανή [ἐστι](绝无可能/绝无手段)之后,接以 τὸ μή 引导的不定式 ἐναπολιπεῖν,构成了表示不可避免之结果或必然性的句式(“绝不可能不留下……”即“必然会留下……”)。
- 126bὥσπερ τὰ ψωριῶντα κνησμῶν ἀεὶ δεῖσθαι καὶ γαργαλισμῶν
不定式 δεῖσθαι(需要)支配属格补足语 κνησμῶν(抓挠)与 γαργαλισμῶν(搔痒)。该不定式从属于 ἐθίζειν,其逻辑主语为 τὴν γεῦσιν(味觉),而实质化的中性复数分词 τὰ ψωριῶντα(患疥疮的皮肤/部位)则由 ὥσπερ 引导作比喻成分。
