← 普鲁塔克

健康养生说

§5-6

告诫切莫因宴席上的虚荣害羞而伤身

宙克西波斯列举亚历山大和雷古鲁斯等因虚荣害羞而带病赴宴致死的教训,告诫人们切莫因面子伤身,并援引苏格拉底之说批判在饮食与声色中受虚荣心驱使的不良习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

ΖΕΥΞΙΠΠΟΣ. ἂν δὲ τοιαῦταί τινες ἄφνω βαρεῖς ὄντας ἡμᾶς καὶ διακειμένους φαύλως ἀνάγκαι καταλάβωσιν ἡγεμόνων καλούντων ἢ ξένων ἐπιφανέντων ὑπʼ αἰδοῦς βαδίζειν εἰς ταὐτὸ τοῖς ἱκανῶς ἔχουσι καὶ συμπίνειν,1 ἐνταῦθα μάλιστα δεῖ παρατετάχθαι πρὸς τὴν μέγα σινομένην ἄνδρας αἰδῶ2 καὶ δυσωπίαν, τὰ τοῦ τραγικοῦ Κρέοντος λέγοντας "κρεῖσσον δέ μοι νῦν πρὸς σʼ ἀπέχθεσθαι, ξένε, ἢ μαλθακισθένθʼ ὕστερον μέγα στένειν." τὸ γὰρ ἀγροικίας φοβηθέντα δόξαν εἰς πλευρῖτιν ἢ φρενῖτιν ἐμβάλλειν ἑαυτὸν ἀγροίκου τινὸς ὡς ἀληθῶς ἐστι καὶ νοῦν οὐκ ἔχοντος οὐδὲ λόγον ἄνευ κύλικος καὶ κνίσης ἀνθρώποις ἐπιστάμενον ὁμιλεῖν. ἥ τε γὰρ παραίτησις ἂν τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον ἔχῃ, οὐχ ἧττον ἔσται κεχαρισμένη τῆς συμπεριφορᾶς· ἄν τέ τις παρέχων ἑστίασιν ὥσπερ θυσίαν ἄγευστον αὐτὸς ἀπέχηται παρά τε τῇ κύλικι καὶ τῇ τραπέζῃ, μετὰ προθυμίας καὶ φιλοφροσύνης ἅμα τι παίζων καὶ λέγων εἰς ἑαυτόν, ἡδίων φανεῖται τοῦ συμμεθυσκομένου καὶ συνοψοφαγοῦντος. ἐμνήσθη δὲ τῶν μὲν παλαιῶν Ἀλεξάνδρου μετὰ πότον πολὺν αἰσχυνθέντος ἀντειπεῖν Μηδίῳ παρακαλοῦντι καὶ καταβαλόντος αὖθις ἐξ ἀρχῆς αὑτὸν εἰς ἄκρατον ἀφʼ οὗ διεφθάρη, τῶν δὲ καθʼ ἡμᾶς Ῥήγλου τοῦ παγκρατιαστοῦ. καλοῦντος γὰρ ἐπὶ τὸ λουτρὸν ἅμʼ ἡμέρᾳ Τίτου Καίσαρος ἧκε καὶ συνελούσατο, καὶ πιὼν ἅπαξ, ὥς φασιν, ἀποπληξίας καταλαβούσης εὐθὺς ἀπέθανε. ταῦθʼ ἡμῖν ὁ Γλαῦκος ἐν γέλωτι προύφερεν ὡς παιδαγωγικά· τῶν δʼ ἄλλων οὐ πάνυ πρόθυμος ἦν ἀκούειν, οὐδʼ ἡμεῖς ἐκείνῳ διηγεῖσθαι. σὺ δʼ ἐπισκόπει τῶν λεχθέντων ἕκαστον.

宙克西波斯:但是,如果我们身体沉重、状态不佳时,突然遇上了诸如统治者的召集或宾客的不期而至这类不可抗拒的情由,迫使我们出于情面而不得不与那些身体健旺的人聚在一起共饮,那么此时就尤其应当严阵以待,去对抗“大害于人的羞耻”以及腼腆害羞,口中念诵悲剧人物克瑞翁的名言: “异乡人啊,如今与你结怨, 胜过心肠一软而后抱恨终生。” 因为害怕担上不近人情的名声而将自己投入胸膜炎或脑膜炎的危险之中,实在属于真正粗鄙且既无心智、也无懂得在杯盏与油烟之外如何与人交往的言谈之人的所作所为。其实,若推脱之辞具备机智与风趣,其受人欢迎的程度并不亚于屈尊顺从;而如果有人主持宴席,自己却在杯盏与筵席旁如同面对不可品尝的祭品一般克制不食,带着热情与亲和自嘲打趣,他反而会比那些一同沉醉暴食的人显得更为讨人喜欢。他提及的古人中有亚历山大,在痛饮之后因羞于拒绝梅迪乌斯的邀请而从头再次痛饮纯酒,由此丧了性命;当代人中则有潘克拉辛搏击选手雷古鲁斯。因为当提图斯·恺撒在破晓时分召他沐浴时,他前去一同沐浴,据说仅饮了一次酒,便中风发作立刻毙命。格劳科斯嘲笑着向我们提出这些事情,当作管教孩童式的说教;对于其他的事情他并无意倾听,我们也不想对他细述。不过你倒可以逐一考察这些言论。

§6

ΖΕΥΞΙΠΠΟΣ. πρῶτος μὲν ὁ Σωκράτης παρακελευόμενος φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει, καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας, οὐχ ἁπλῶς τὸ χρῆσθαι τούτοις ἀπηγόρευσεν, ἀλλὰ χρῆσθαι δεομένους ἐδίδασκε καὶ τὸ ἡδὺ κατατάττοντας αὐτῶν εἰς τὸ ἀναγκαῖον, ὥσπερ οἱ τὰ θεωρικὰ ποιοῦντες ἐν ταῖς πόλεσι στρατιωτικά.3 τὸ γὰρ ἡδὺ τῇ φύσει μέχρι ἂν ᾖ μέρος τοῦ τρέφοντος οἰκεῖόν ἐστι, καὶ δεῖ πεινῶντας ἔτι τῶν ἀναγκαίων ἀπολαύειν τῶν ἡδέων, ἰδίᾳ δὲ μὴ κινεῖν ἑτέρας ὀρέξεις τῶν κοινῶν ἀπηλλαγμένους. ὥσπερ γὰρ αὖ τῷ Σωκράτει γυμνάσιον ἦν οὐκ ἀηδὲς ἡ ὄρχησις, οὕτως ᾧτινι τὸ πέμμα καὶ τὸ τράγημα δεῖπνόν ἐστι καὶ σιτίον, ἧττον βλάπτεται· τὸ δʼ ἀπέχοντα τῇ φύσει τὸ μέτριον καὶ πεπληρωμένον ἐπιδράττεσθαι τῶν τοιούτων φυλακτέον ἐν τοῖς μάλιστα. φυλακτέον δὲ τῆς περὶ ταῦτα φιληδονίας καὶ γαστριμαργίας οὐδὲν ἧττον ἀπειροκαλίαν καὶ φιλοτιμίαν καὶ γὰρ αὗται πολλάκις συναναπείθουσι μὴ πεινῶντας ἐσθίειν, ἔνια καὶ πίνειν μὴ διψῶντας, ἀνελευθέρους κομιδῇ καὶ φορτικὰς ὑποβάλλουσαι φαντασίας, ὡς ἄτοπόν ἐστι πράγματος σπανίου καὶ πολυτελοῦς μὴ ἀπολαῦσαι παρόντος, οἷον οὔθατος ἢ μυκήτων Ἰταλικῶν ἢ Σαμίου πλακοῦντος ἢ χιόνος ἐν Αἰγύπτῳ. ταῦτα γὰρ δήπου προάγεται πολλάκις χρῆσθαι τοῖς περιβοήτοις καὶ σπανίοις, ὥσπερ ὑπὸ κνίσης τῆς κενῆς δόξης ἀγομένους4 καὶ τὸ σῶμα κοινωνεῖν μηδὲν δεόμενον ἀναγκάζοντας, ὅπως ἔχωσιν ἑτέροις διηγεῖσθαι, ζηλούμενοι τῆς ἀπολαύσεως τῶν οὕτω δυσπορίστων καὶ περιττῶν. ὅμοια δὲ καὶ πρὸς γυναῖκας ἐνδόξους πάσχουσιν. ἰδίαις μὲν γὰρ ἔστιν ὅτε καὶ καλαῖς καὶ ἀγαπώσαις συναναπαυόμενοι τὴν ἡσυχίαν ἄγουσι, Φρύνῃ δὲ τελέσαντες ἀργύριον ἢ Λαΐδι καὶ τὸ σῶμα φαύλως καὶ πρὸς συνουσίαν ἀργῶς ἔχοντες διακείμενον ἐγείρουσιν ἅμα καὶ παρακαλοῦσι τὸ ἀκόλαστον ἐπὶ τὴν ἡδονὴν ὑπὸ τῆς κενῆς δόξης. αὐτὴ γοῦν ἔλεγεν ἡ Φρύνη πρεσβυτέρα γεγενημένη τὴν τρύγα πλείονος πωλεῖν διὰ τὴν δόξαν.

宙克西波斯:首先,苏格拉底告诫人们要防备那些引诱不饥者进食的食物、以及促使不渴者饮用的饮品,但他并非一概禁止享用这些,而是教导人们在有所需要时才享用,将它们的愉悦归入必需之列,正如城邦中将观剧专款改充军费的人一样。因为愉悦只要属于滋养的一部分,本性上就是亲和的,人应当在对必需品尚感饥饿之时享受愉悦之物,而不该在解除了日常需求之后另行激发别的食欲。正如对苏格拉底而言跳舞是不无快意的锻炼一样,如果有人把糕点和甜食当作正餐和饭食,受到的损害就会较小;但当本性已获得适度并已饱足时,却伸手去抓取这类东西,则是最当防备的。在这些事情上,防备恶趣味与虚荣心丝毫不亚于防备贪欢与暴食;因为这两者也常常引诱不饥者进食、引诱不渴者饮用某些饮品,向人灌输极其下贱和粗俗的念头,诸如眼前有珍奇奢华之物却不享用是荒谬的——例如母猪的乳房、意大利的蘑菇、萨摩斯岛的糕点或埃及的雪。正是这些东西往往促使人们去品尝声名远扬而罕见的珍馐,如同被虚荣的香气牵引着,强迫毫无需要的身体一同参与,只为了能向他人夸耀,因享受了如此难得且多余的事物而引来羡慕。他们对待名妓时也抱有同样的情形。当他们与身边的女人——有时既美貌又多情——同宿时往往安守平静,然而一旦付钱给弗里涅或拉伊斯,即使身体状况不济、对交合怠惰无力,却仍在虚荣心的驱使下激发并催逼纵欲去寻欢作乐。难怪弗里涅本人年老时常说,由于她的盛名,她能把酒渣卖出更高的价钱。

语法注4 条
  1. 5ἀνάγκαι καταλάβωσιν ... βαδίζειν εἰς ταὐτὸ τοῖς ἱκανῶς ἔχουσι καὶ συμπίνειν

    不定式 βαδίζειν 与 συμπίνειν 在此作名词 ἀνάγκαι(必然、迫不得已的情况)的同位说明或结果补足成分,指“迫使我们走上前去……并共饮”。τοῖς ἱκανῶς ἔχουσι 是与格短语,指那些身体状态良好充足的人。

  2. 124bτὴν μέγα σινομένην ἄνδρας αἰδῶ

    此句脱胎自赫西俄德《工作与时日》第318行(αἰδώς, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησιν)。宾格 αἰδῶ 受介词 πρός(对抗)支配,指因人情面子而无法拒绝的虚妄羞耻心或腼腆,而非真正的自律克制。

  3. 124eὥσπερ οἱ τὰ θεωρικὰ ποιοῦντες ἐν ταῖς πόλεσι στρατιωτικά

    此处为双宾格结构(ποιέω A B,即将A变为B)。典指希腊城邦(如雅典)在紧急战时将观剧公款(τὰ θεωρικά)改划为军费(στρατιωτικά)的财政举措。以此比喻应当把饮食的愉悦(A)纳入生命必需品(B)的范畴加以统合。

  4. 124eταῦτα γὰρ δήπου προάγεται πολλάκις χρῆσθαι τοῖς περιβοήτοις καὶ σπανίοις, ὥσπερ ὑπὸ κνίσης τῆς κενῆς δόξης ἀγομένους

    单数主动词 προάγεται 以中性复数主格 ταῦτα 为主语,作及物中动态用法,表示“这些念头促使/引诱(人们)”。后续的宾格分词 ἀγομένους(被牵引)与 ἀναγκάζοντας(强迫)在语法上与不定式 χρῆσθαι 的逻辑主语(泛指的人们)保持格的一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg077.humanitext-grc2:5-6