← 普鲁塔克

健康养生说

§8-10

健康作为快乐之本与节制过剩

宙克西波斯论述了健康与真正快乐的关系,指出健康是使一切享乐成为可能的至高调味品。他主张以生病的痛苦为鉴戒来克制暴饮暴食,避免体内体液过剩,始终保持身体轻捷利落。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

ΖΕΥΞΙΠΠΟΣ. ἄλλοτε μὲν οὖν πρὸς τὰς ἡδονὰς λεκτέον ἴσως, τὸ καλὸν καὶ σεμνὸν ἐφʼ ἑαυτοῦ τῆς ἐγκρατείας οἷόν ἐστι, δεικνύοντας·1 ὁ δὲ νῦν λόγος ὑπὲρ πολλῶν ἡδονῶν καὶ μεγάλων ἐστίν. οὔτε γὰρ πράξεις οὔτʼ ἐλπίδας οὔτʼ ἀποδημίας οὔτε διαγωγὰς αἱ νόσοι τοσαύτας ὅσας ἡδονὰς ἡμῶν ἀφαιροῦνται καὶ διαφθείρουσιν. ὅθεν ἥκιστα λυσιτελεῖ καταφρονεῖν τῆς ὑγιείας τοῖς μάλιστα τὴν ἡδονὴν διώκουσι. καὶ γὰρ φιλοσοφεῖν ἀρρωστίαι πολλοῖς παρέχουσι καὶ στρατηγεῖν νὴ Δία καὶ βασιλεύειν, ἡδοναὶ δὲ σωματικαὶ καὶ ἀπολαύσεις ἔνιαι μὲν οὐδʼ ὅλως γένεσιν ἐν νόσῳ λαμβάνουσιν, αἱ δὲ λαμβάνουσαι βραχὺ τὸ οἰκεῖον καὶ οὐ καθαρὸν ἀλλὰ συμπεφυρμένον πολλῷ τῷ ἀλλοτρίῳ καὶ μεμωλωπισμένον ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος ἀναφέρουσιν. οὐ γὰρ ἐν πλησμοναῖς Κύπρις, ἀλλὰ μᾶλλον ἐν εὐδίᾳ σαρκὸς καὶ γαλήνῃ καὶ Κύπρις εἰς ἡδονὴν τελευτᾷ καὶ βρῶσις καὶ πόσις· ἡ δʼ ὑγίεια ταῖς ἡδοναῖς ὥσπερ ἡ γαλήνη ταῖς ἀλκυόσιν ἀσφαλῆ καὶ καλὴν γένεσιν καὶ λοχείαν ἐνδίδωσι. κομψῶς γὰρ ἔοικεν ὁ Πρόδικος εἰπεῖν ὅτι τῶν ἡδυσμάτων ἄριστόν ἐστι τὸ πῦρ· ἀληθέστερον δʼ ἄν τις εἴποι τὴν ὑγίειαν ἥδυσμα θειότατον εἶναι καὶ προσηνέστατον· ἑφθὰ μὲν γὰρ καὶ ὀπτὰ καὶ πεπτὰ βρώματα νοσοῦσιν ἢ κραιπαλῶσιν ἢ ναυτιῶσιν οὐδεμίαν ἡδονὴν οὐδὲ χάριν ἀποδίδωσι, καθαρὰ δὲ καὶ ἀκραιφνὴς ὄρεξις ὑγιαίνοντι σώματι πᾶν ἡδὺ ποιεῖ καὶ ἁρπαλέον, ὡς Ὅμηρος ἔφη, καὶ πρόσφορον.

宙克西波斯:在别的时候,我们或许应当针对快乐发言,指出克制自守本身所具有的美好与崇高;但如今的这番谈话,却是为了众多而重大的快乐。因为疾病剥夺和败坏我们的事业、希望、远游以及消遣,都远不如它剥夺和败坏我们的快乐那样严重。因此,对于那些极力追求快乐的人来说,轻视健康是最不划算的。事实上,疾病不妨碍许多人从事哲学,甚至凭宙斯起誓,不妨碍他们统率军队或统治为王;但肉体上的快乐与享受,有的在生病时根本无法产生,而能够产生的那些,也仅保留极微弱的本性且并不纯净,而是夹杂着大量异质的东西,伤痕累累,宛如刚从狂风恶浪与暴风雨中浮出水面一般。因为阿佛洛狄忒的欢悦不在饱胀之中,唯有在肉体的晴和与风平浪静之中,阿佛洛狄忒以及饮食才能达到快乐的终境。健康赋予快乐以安全而美好的生成与孕育,正如风平浪静赋予翠鸟一样。普罗狄科似乎曾巧妙地说过,火是最好的调味品;但若有人说健康才是最神圣、最悦人的调味品,则更为真确。因为无论是煮熟的、烤熟的还是烘焙的食物,都不能给生病、宿醉或作呕的人带来任何快乐与恩惠;但在健康的身体中,纯净无损的食欲能使一切变得甘甜,“令人急欲攫取” ——正如荷马所言——且合乎心意。

§9

ΖΕΥΞΙΠΠΟΣ. ἐπεὶ δʼ ὥσπερ ὁ Δημάδης πολεμικοὺς ἀκαίρως τοὺς Ἀθηναίους ὄντας ἔλεγε μηδέποτε χειροτονεῖν εἰρήνην ἄνευ μελάνων ἱματίων, οὕτω καὶ ἡμεῖς οὐδέποτε μεμνήμεθα λιτῆς διαίτης καὶ σώφρονος ἄνευ καύσεων καὶ καταπλασμάτων ἔν τε τούτοις γιγνόμενοι πιέζομεν σφόδρα τὰς ἁμαρτίας, ἀντερειδόμενοι τῇ μνήμῃ καὶ καθάπερ οἱ πολλοὶ νῦν μὲν ἀέρας νῦν δὲ χώρας ἐπιμεμφόμενοι νοσώδεις, ἐξαιρούμενοι τῆς αἰτίας τὴν ἀκρασίαν καὶ φιληδονίαν ὥσπερ ὁ Λυσίμαχος ἐν Γέταις συσχεθεὶς2 δίψῃ καὶ παραδοὺς ἑαυτὸν μετὰ τοῦ στρατεύματος αἰχμάλωτον εἶτα πιὼν ὕδωρ ψυχρὸν ὦ θεοί εἶπεν, ὡς βραχείας ἡδονῆς ἕνεκα μεγάλην εὐδαιμονίαν ἀπεβάλομεν, οὕτως ἀνοιστέον ἐν ταῖς ἀρρωστίαις πρὸς αὑτοὺς ὡς διὰ ψυχροποσίαν ἢ λουτρὸν ἄκαιρον ἢ συμπεριφορὰν πολλὰς μὲν αὑτῶν διεφθείραμεν ἡδονάς, καλὰς δὲ πράξεις ἐπιτερπεῖς τε διαγωγὰς ἀπωλέσαμεν. ὁ γὰρ ἐκ τῶν τοιούτων ἀναλογισμῶν δηγμὸς αἱμάσσει τὴν μνήμην, ὥστε οἷον οὐλὴν παραμένουσαν ἐν τῷ ὑγιαίνειν εὐλαβεστέρους ποιεῖν περὶ τὴν δίαιταν, οὐδὲ γὰρ ἄγαν τὸ ὑγιαῖνον σῶμα φύσει μεγάλας ἐπιθυμίας3 οὐδὲ δυσπειθεῖς οὐδʼ ἀσυνήθεις οὐδὲ δυσεκβιάστους, ἀλλὰ δεῖ θαρρεῖν πρὸς τὰς ὀρέξεις ἐκφερομένας καὶ ἐπιπηδώσας ταῖς ἀπολαύσεσιν, ὡς ἐλαφρὸν καὶ παιδικὸν ἐχούσας τὸ μεμψιμοιροῦν καὶ κλαυθμυριζόμενον, εἶτα παυομένας ἀρθείσης τῆς τραπέζης καὶ μηδὲν ἐγκαλούσας μηδʼ ἀδικουμένας, ἀλλὰ τοὐναντίον καθαρὰς καὶ ἱλαρὰς καὶ οὐ βαρείας οὐδὲ ναυτιώδεις περιμενούσας τὴν αὔριον. ὥσπερ ἀμέλει καὶ Τιμόθεος εἶπε τῇ προτεραίᾳ δεδειπνηκὼς ἐν Ἀκαδημείᾳ παρὰ Πλάτωνι μουσικὸν καὶ λιτὸν δεῖπνον, ὡς οἱ παρὰ Πλάτωνι δειπνήσαντες καὶ εἰς αὔριον ἡδέως γίγνονται. λέγεται δὲ καὶ Ἀλέξανδρος εἰπεῖν τοὺς τῆς Ἄδας ὀψοποιοὺς ἀποπεμψάμενος ὡς ἔχει βελτίονας ἀεὶ σὺν αὑτῷ, πρὸς μὲν τὸ ἄριστον τὴν νυκτοπορίαν, πρὸς δὲ τὸ δεῖπνον τὴν ὀλιγαριστίαν.

宙克西波斯:正如德玛得斯曾说雅典人总是不合时宜地好战,非得身穿黑袍(丧服)才肯投票赞成和平一样,我们若非面对灼烙与敷药,也绝不会想起简朴而克制的饮食方式。当我们身陷这些痛苦之中时,我们极力掩盖自己的过失,抗拒记忆,并且像大多数人那样,时而责怪空气、时而责怪地方致病,从而将放纵与贪乐从病因中撇除。吕西马库斯在盖塔人之地受困于干渴,连同军队一道投降沦为俘虏,随后喝到冷水时说道:“诸神啊,为了多么短暂的快乐,我们竟抛弃了如此巨大的幸福!”因此,在患病时我们也应当同样反躬自省:由于饮用冷水、不合时宜的沐浴或应酬交际,我们败坏了自己诸多快乐,并丧失了美好的作为与愉快的消遣。因为源自这类省思的刺痛会在记忆中留下伤痕,从而宛如在健康时依旧留存的疤痕一般,使我们在饮食调理上更加小心谨慎。因为健康的身体天生并不具有过大、不服管教、怪异或难以遏制的欲望;相反,面对那些冲动狂躁、扑向享乐的食欲,人们应当充满自信地应对,因为知道其抱怨和呜咽是轻微且幼稚的,只要撤下餐桌它们便会平息,既无所抱怨也不曾受委屈,反而清爽、欢愉、毫无沉重与恶心之感地等待着明天。正如提摩太前一日在学院与柏拉图共进了一顿风雅而简朴的晚餐后所说的那样:与柏拉图共餐的人,到了次日也同样感到惬意。据说亚历山大在遣散阿达派来的厨师时也曾说过,自己身边常备着更好的厨师:应对早餐的是夜行军,应对晚餐的则是少吃早餐。

§10

ΖΕΥΞΙΠΠΟΣ. οὐκ ἀγνοῶ δʼ ὅτι καὶ διὰ κόπους πυρέττουσιν ἄνθρωποι καὶ διʼ ἐγκαύσεις καὶ διὰ περιψύξεις. ἀλλʼ ὥσπερ αἱ τῶν ἀνθέων ὀσμαὶ καθʼ ἑαυτὰς ἀσθενεῖς εἰσι, μιχθεῖσαι δὲ τῷ ἐλαίῳ ῥώμην ἴσχουσι καὶ τόνον, οὕτω ταῖς ἔξωθεν αἰτίαις καὶ ἀρχαῖς οἷον οὐσίαν καὶ σῶμα παρέχει τὸ πλῆθος ὑποκείμενον. ἄνευ δὲ τούτων χαλεπὸν οὐδέν, ἀλλʼ ἐξαμαυροῦνται καὶ διαχέονται ῥᾳδίως, αἵματος λεπτοῦ καὶ πνεύματος καθαροῦ δεχομένου4 τὴν κίνησιν ἐν δὲ πλήθει καὶ περιττώματι οἷον ἰλὺς ἀναταραττομένη μιαρὰ ποιεῖ πάντα καὶ δυσχερῆ καὶ δυσαπάλλακτα. διὸ δεῖ μὴ καθάπερ οἱ ἄπλοοι ναύκληροι πολλὰ διʼ ἀπληστίαν ἐμβαλόμενοι, τοὐντεῦθεν ἤδη διατελοῦσιν ἀντλοῦντες καὶ ὑπεξαιροῦντες τὴν θάλατταν, οὕτως ἐμπλήσαντας τὸ σῶμα καὶ βαρύναντας ὑποκαθαίρειν αὖθις καὶ ὑποκλύζειν, ἀλλὰ διατηρεῖν εὐσταλές, ὅπως κἂν πιεσθῇ ποτε, φελλοῦ δίκην ὑπὸ κουφότητος, ἀναφέρηται.

宙克西波斯:我也并非不知道,人们也会因劳累、暴晒和受凉而发烧。然而,正如花香本身是微弱的,但与油脂混合后便获得了力量与浓烈度一样,体内潜藏的过剩体液为外在的病因和肇端提供了某种实体与躯干。若没有这些体液过剩,则没有任何严重的事情发生,当稀薄的血液与纯净的气接纳这种波动时,病因便很容易黯淡并消散;但若存在过剩与残渣,它就如同被搅动的污泥一般,使一切变得污浊、棘手且难以摆脱。因此,决不能像那些无法航行的船东因贪心装载过多货物,自此之后便一直不停地汲水和排空海水那样,先使身体塞得满满的并变得沉重,然后再行导泻与灌肠;而是应当保持身体轻捷利落,以便即使偶受压迫,也能凭借轻盈如软木塞一般迅速浮起。

语法注4 条
  1. 8δεικνύοντας

    此处的阳性宾格复数分词与非人称动词性形容词 λεκτέον(“应当谈论”)所隐含的泛指主体(“我们”)保持一致。虽然在语法上也可以补出与格动作发出者(ἡμῖν),但在非人称动词性形容词或不定式结构中,施事者常作为主语性宾格出现,此处即作此解。

  2. 126eὥσπερ ὁ Λυσίμαχος ἐν Γέταις συσχεθεὶς

    主格 ὁ Λυσίμαχος 为 ὥσπερ 从句的主语,阳性单数主格分词 συσχεθεὶς 与第三人称单数限定动词 εἶπεν 均以此作主语(“正如吕西马库斯……说”)。

  3. 127aοὐδὲ γὰρ ἄγαν τὸ ὑγιαῖνον σῶμα φύσει μεγάλας ἐπιθυμίας

    此处为主谓动词(如 ἔχει,“具有/产生”)省略的省略句。以 τὸ ὑγιαῖνον σῶμα 为主语,μεγάλας ἐπιθυμίας 为直接宾语,整体理解为“因为健康的身体天生并不[拥有]过大的欲望”。

  4. 127cαἵματος λεπτοῦ καὶ πνεύματος καθαροῦ δεχομένου

    属格绝对结构。逻辑主语为 αἵματος λεπτοῦ 和 πνεύματος καθαροῦ,述谓分词 δεχομένου 因邻近一致而采用单数形式,表示在何种条件或背景下接纳前述外在因素所引起的波动(τὴν κίνησιν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg077.humanitext-grc2:8-10