- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Bernardakis, Gregorius N., editor; Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg077.humanitext-grc2:3-4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宙克西波斯讲述了被格劳孔嘲笑的养生法,即平素就当习惯病患餐食与清简饮食,并以提图斯皇帝因洗澡致死的例证为戒。随后他建议在面对宴会和不可避免的社交前应预先节制饮食,像腓力国王留肚吃甜点的故事一样,在身体里预留余地。
ΖΕΥΞΙΠΠΟΣ. ἓν μὲν οὖν τοῦτο τῶν γελασθέντων ἦν· δεύτερον δʼ οἶμαι τὸ περὶ τὰς τροφὰς ἃς προσφέρετε τοῖς κάμνουσιν. ἅπτεσθαι γὰρ αὐτῶν διὰ χρόνου παρῄνει καὶ γεύεσθαι, συνεθίζοντας αὑτοὺς ἐν τῷ ὑγιαίνειν καὶ μὴ τρέμοντας ὥσπερ τὰ παιδάρια μηδὲ μισοῦντας ἐκείνην τὴν δίαιταν, ἀλλὰ ποιουμένους ἀτρέμα χειροήθη ταῖς ὀρέξεσι καὶ σύντροφον, ὅπως ἐν τῷ νοσεῖν μὴ δυσχεραίνωμεν ὡς φάρμακα τὰ σιτία μηδʼ ἀσχάλλωμεν ἁπλοῦν τι καὶ ἄνοψον καὶ ἄκνισον λαμβάνοντες. ὅθεν οὐδʼ ἀλούτους ποτὲ φευκτέον ἐλθεῖν ἐπὶ τροφὴν οὐδʼ ὕδωρ πιεῖν οἴνου παρόντος οὐδὲ θερμὸν ἐν θέρει, χιόνος παρακειμένης, τὰς μὲν ἐπιδεικτικὰς καὶ σοφιστικὰς χαίρειν ἐῶντας1 ἀποσχέσεις τῶν τοιούτων καὶ μεγαλαυχίας ἐπὶ ταῖς ἀποσχέσεσιν, αὐτοὺς δὲ καθʼ ἑαυτοὺς σιωπῇ τήν τε ὄρεξιν ἅμα τοῦ συμφέροντος ὑπήκοον ἐθίζοντας εἶναι μετʼ εὐκολίας, καὶ τῆς ψυχῆς ἀφαιροῦντας πόρρωθεν ἔτι τὴν περὶ ταῦτα μικρολογίαν ἐν ταῖς νόσοις καὶ τὸ ἐπιθρηνεῖν, ἀνοδυρομένης ὡς ἐξ ἡδονῶν μεγάλων καὶ ἀγαπητῶν εἰς ἀγεννῆ καὶ ταπεινὴν ἀπελήλαται δίαιταν. εὖ γὰρ εἰρημένον τὸ ἑλοῦ βίον τὸν ἄριστον, ἡδὺν δʼ αὐτὸν ἡ συνήθεια ποιήσει καὶ κατὰ μέρος ὡς ἕκαστα πειρωμένῳ χρήσιμόν ἐστι, μάλιστα δὲ τῶν περὶ τὸ σῶμα διαιτημάτων ἐν τοῖς ὑγιεινοτάτοις ἐπάγοντα τὴν συνήθειαν εὐμενῆ καὶ γνώριμα τῇ φύσει καὶ οἰκεῖα παρασκευάζειν, μεμνημένον ἃ πάσχουσιν ἔνιοι καὶ ποιοῦσιν ἐν ταῖς ἀρρωστίαις, χαλεπαίνοντες καὶ δυσανασχετοῦντες ὕδατος θερμοῦ προσφερομένου καὶ ῥοφήματος ἢ ἄρτου, μιαρὰ μὲν ταῦτα καὶ ἀηδῆ μιαροὺς δὲ καὶ χαλεποὺς τοὺς ἀναγκάζοντας ἀποκαλοῦντες. πολλοὺς δὲ καὶ λουτρὸν ἀπώλεσεν, οὐδὲν ἐν ἀρχῇ μέγα κακὸν ἔχοντας ἀλλʼ ἢ τὸ μὴ δύνασθαι2 μηδʼ ὑπομένειν γεύσασθαι τροφῆς ἀλούτους· ὧν καὶ Τίτος ἦν ὁ αὐτοκράτωρ, ὥς φασιν οἱ νοσηλεύσαντες.
宙克西波斯:那么,这就是遭到嘲笑的事项之一;第二项,我想是关于你们〔医生〕提供给病患的那些食物。因为他劝告人们应当在平时健康之时不时地接触并品尝这些食物,使自己养成习惯,既不至于像小孩子那样战战兢兢,也不厌恶那种养生之法,而是让食欲渐渐对其驯顺且熟悉,以便我们在患病时不把食物当作药物一样厌烦,在领受简单、未调味且无油脂香气的餐食时也不烦躁不安。因此,我们也不应当避忌偶尔不洗澡就进餐,或者在有酒时饮水,甚至在夏天堆着雪时饮用热水;应当摒弃对这些事情炫耀式、诡辩式的戒绝以及因戒绝而产生的自夸,而是私下里静静地使食欲乐于顺从对身体有益的事物,并且预先从灵魂中彻底消除在患病时对这些事情的斤斤计较与哀叹——免得灵魂悲泣自己从盛大而可喜的享乐中被驱赶进了一种卑贱而屈辱的饮食制度。因为那句名言说得极好: “选择至善的生活,习惯会令其变得惬意”,这句话对于逐一亲身尝试各项事物的人是十分有用的,尤其是在身体的起居养生方面,应当将习惯施加于最健康的事项上,使之对于本性而言变得亲和、熟稔而相宜,同时牢记一些人在患病时的遭遇与作为:当温水、麦粥或面包被呈上时,他们恼怒愤懑,咒骂这些东西污浊难以下咽,并咒骂强迫他们进食的人卑劣严苛。事实上,沐浴夺去了许多人的性命,他们起初并没有什么大病,除了既不能、也无法忍受不洗澡就品尝食物之外;据说提图斯皇帝也是其中之一,服侍过他的医护人员如是说。
ΖΕΥΞΙΠΠΟΣ. ἔτι τοίνυν ἐλέχθη τοιοῦτον, ὡς ἀεὶ μὲν ὑγιεινότερα σώματι τὰ εὐτελέστερα, μάλιστα δὲ φυλακτέον πλησμονὰς καὶ μέθας καὶ ἡδυπαθείας ἑορτήν τινα μέλλουσαν ἢ φίλων, ὑποδοχὴν ἐν χερσὶν ἔχοντας ἢ προσδοκῶντας ἑστίασιν βασιλικὴν καὶ ἡγεμονικὴν καὶ συμπεριφορὰν ἀπαραίτητον, οἷον ἐπιόντος ἀνέμου καὶ κύματος εὐσταλὲς τὸ σῶμα καὶ κοῦφον ἐν εὐδίᾳ παρασκευάζοντας. ἔργον γάρ ἐστιν ἐν συνουσίαις καὶ φιλοφροσύναις αὑτὸν ἐπὶ τῶν μετρίων καὶ τῶν συνήθων φυλάξαι μὴ πᾶσι μετʼ ἀηδίας δεινῆς ἐπαχθῆ φανέντα καὶ φορτικόν. ἵνʼ οὖν μὴ πῦρ ἐπὶ πυρί, ὥς φασι, πλησμονή τις ἐπὶ πλησμονῇ καὶ ἄκρατος ἐπʼ ἀκράτῳ γένηται, τὸ παιχθὲν ἀστείως ὑπὸ Φιλίππου μετὰ σπουδῆς μιμητέον· ἦν δὲ τοιοῦτον. ἄνθρωπος αὐτὸν ἐπὶ χώρας ὡς σὺν ὀλίγοις ὄντα δειπνῆσαι παρεκάλεσεν, εἶθʼ ὁρῶν πολλοὺς ἄγοντα παρεσκευασμένων οὐ πολλῶν ἐταράττετο. συναισθόμενος οὖν ὁ Φίλιππος ὑπέπεμπε τῶν φίλων ἑκάστῳ κελεύων πλακοῦντι καταλιπεῖν χώραν, οἱ δὲ πειθόμενοι καὶ προσδοκῶντες ἐφείδοντο τῶν παρακειμένων. ἤρκεσεν οὖν ἅπασι, τὸ δεῖπνον. οὕτω δὴ προπαρασκευαστέον αὑτοὺς τῶν ἀναγκαίων συμπεριφορῶν,3 καὶ ὄψῳ καὶ πέμματι καὶ νὴ Δία μέθῃ χώραν φυλάττοντας ἐν τῷ σώματι, καὶ πρόσφατον ἐπὶ ταῦτα καὶ βουλομένην τὴν ὄρεξιν ἄγοντας.
宙克西波斯:此外还说了这样一件事:对于身体而言,更廉价之物往往总是更健康的;但尤其需要防备过饱、醉酒和贪图享乐的时机,乃是当手头正操办着或期盼着某个即将来临的节日、朋友的款待,抑或预料到某场君王与权贵的宴饮以及不可推辞的社交时,这就好比在风平浪静之时使身体轻便而敏捷,以应对即将来临的狂风巨浪。因为在聚会与应酬中,要让自己守在适度与惯常的分寸之内,而不至于在众人面前显得极其令人扫兴、沉重而粗俗,是一件极难办到的事。因此,为了不致如俗话所说“火上浇油”——过饱之上又添过饱,浓酒之上又添纯酒——人们应当郑重其事地效仿腓力曾经风趣地演出的一幕。事情是这样的:一个人在乡下请他吃饭,以为他只带少数人,随后见他带了许多人来,由于备办不多便慌了手脚。腓力察觉到了这一点,便暗中派人转告每一位朋友,叫他们给点心留出肚子;他们遵命照办,怀着期待便对摆在面前的菜肴有所节制。于是这顿饭便足够所有人享用。因此,我们正应当这样为那些不可避免的社交往来预先让自己做好准备,在身体里给佳肴、糕点、甚至对宙斯起誓还有沉醉留出空间,并带着新鲜而渴求的食欲去对待它们。
- 123cχαίρειν ἐῶντας
χαίρειν ἐάω 是表示“向……告别”、“弃之不顾”或“置之不理”的成语。此处分词修饰主句的隐含主语,并与下文的 αὐτοὺς δὲ ... ἐθίζοντας 形成 μέν...δέ 的对举结构。
- 123dἀλλʼ ἢ τὸ μὴ δύνασθαι
ἀλλʼ ἤ 位于否定词(此处为 οὐδὲν μέγα κακόν)之后,构成“除……之外”的习惯表达。带冠词的不定式短语 τὸ μὴ δύνασθαι μηδʼ ὑπομένειν 作其补足语。
- 124aτῶν ἀναγκαίων συμπεριφορῶν
依附于动词性形容词 προπαρασκευαστέον 的属格。动词前缀 πρό 的前置词含义在句中起作用,该属格相当于表示“在不可避免的交际之前/为此作准备”的时间或关联属格。
