← 普鲁塔克

健康养生说

§1-2

哲学涉足养生的辩护与四肢保温

莫斯基翁与宙克西波斯谈论格劳孔医生指责哲学家讨论医学是越界一事,宙克西波斯为哲学家关注健康辩护,并开始复述有关保持手部温暖有益健康的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ΜΟΣΧΙΩΝ. σὺ δὴ Γλαῦκον χθές, ὦ Ζεύξιππε, τὸν ἰατρὸν ἀπετρίψω συμφιλοσοφεῖν ὑμῖν βουλόμενον. ΖΕΥΞΙΠΠΟΣ. οὔτʼ ἀπετριψάμην, ὦ φίλε Μοσχίων, οὔτʼ ἐβούλετο συμφιλοσοφεῖν ἐκεῖνος, ἀλλʼ ἔφυγον καὶ ἐφοβήθην λαβὴν φιλομαχοῦντι παρασχεῖν. ἐν μὲν γὰρ ἰατρικῇ καθʼ Ὅμηρον ὁ ἀνὴρ "πολλῶν ἀντάξιος ἄλλων" οὐκ εὐμενὴς δὲ πρὸς φιλοσοφίαν, ἀλλʼ ἀεί τι τραχὺ καὶ δύσκολον ἔχων ἐν τοῖς λόγοις. καὶ νῦν ἐναντίος ἐφʼ ἡμᾶς ἐχώρει, βοῶν ἔτι πρόσωθεν οὐ μικρὸν οὐδʼ ἐπιεικὲς ἔργον ἡμῖν σύγχυσιν ὅρων τετολμῆσθαι, διαλεχθεῖσι περὶ διαίτης ὑγιεινῆς.1 χωρίς γὰρ ἔφη τὰ φιλοσόφων καὶ ἰατρῶν ὥσπερ τινῶν Μυσῶν καὶ Φρυγῶν ὁρίσματα, καί τινα τῶν οὐ μετὰ σπουδῆς, οὐ μὴν ἀχρήστως εἰρημένων παρʼ ἡμῶν διὰ στόματος ἔχων ἐσπάραττεν. ΜΟΣΧΙΩΝ. ἀλλὰ καὶ τούτων ἔγωγε καὶ τῶν ἄλλων, ὦ Ζεύξιππε, πρόθυμος ἀκροατὴς ἡδέως ἂν γενοίμην. ΖΕΥΞΙΠΠΟΣ. φιλόσοφος γὰρ εἶ τὴν φύσιν, ὦ Μοσχίων, καὶ τῷ μὴ φιλιατροῦντι χαλεπαίνεις φιλοσόφῳ, καὶ ἀγανακτεῖς εἰ μᾶλλον αὑτὸν οἴεται προσήκειν γεωμετρίας καὶ διαλεκτικῆς καὶ μουσικῆς ὁρᾶσθαι μεταποιούμενον ἢ ζητεῖν καὶ μανθάνειν βουλόμενον "ὅττι τοι ἐν μεγάροισι κακὸν τʼ ἀγαθόν τε τέτυκται" τῷ σώματι. καίτοι πλείους ἂν ἴδοις ἐκεῖ θεατάς, ὅπου θεωρικόν τι νέμεται τοῖς συνιοῦσιν, ὥσπερ Ἀθήνησι· τῶν ἐλευθερίων δὲ τεχνῶν ἰατρικὴ τὸ μὲν γλαφυρὸν καὶ περιττὸν καὶ ἐπιτερπὲς οὐδεμιᾶς ἐνδεέστερον ἔχει, θεωρικὸν δὲ μέγα τοῖς φιλομαθοῦσι τὴν σωτηρίαν καὶ τὴν ὑγίειαν ἐπιδίδωσιν. ὥστʼ οὐ παράβασιν ὅρων ἐπικαλεῖν δεῖ τοῖς περὶ ὑγιεινῶν διαλεγομένοις φιλοσόφοις, ἀλλʼ εἰ μὴ παντάπασιν ἀνελόντες τοὺς ὅρους οἴονται δεῖν ὥσπερ ἐν μιᾷ χώρᾳ κοινῶς ἐμφιλοκαλεῖν,2 ἅμα τὸ ἡδὺ τῷ λόγῳ καὶ τὸ ἀναγκαῖον διώκοντες. ΜΟΣΧΙΩΝ. ἀλλὰ Γλαῦκον μὲν ἐῶμεν, ὦ Ζεύξιππε , ὑπὸ σεμνότητος αὐτοτελῆ βουλόμενον εἶναι καὶ ἀπροσδεᾶ φιλοσοφίας, σὺ δὲ τοὺς λόγους ἡμῖν δίελθε πάντας εἰ δὲ βούλει, πρώτους ἐκείνους ὧν ἔφης οὐ πάνυ μετὰ σπουδῆς εἰρημένων ἐπιλαμβάνεσθαι τὸν Γλαῦκον.

莫斯基翁:宙克西波斯啊,昨天格劳科斯医生想要与你们一起探讨哲学,你却把他打发走了吗? 宙克西波斯:我亲爱的莫斯基翁,我既没有打发他走,他也没有想要与我们共同探讨哲学;相反,我只是逃避并害怕给一个好斗之人提供把柄。因为在医术方面,正如荷马所言,此人确实“抵得上许多旁人”,但他对哲学却并不友善,言辞之中总是带着某种粗暴与乖戾。这一次他也正冲着我们走来,老远就在大喊,说我们在谈论健康养生时混淆界线,敢于做出这种事情绝非小可或温和之举。因为他说,哲学家与医生的领域是截然分开的,就像密细亚人与弗律癸亚人的边界一般;而且他口中念叨着我们所说的某些并非深思熟虑、却也绝非无益的话,横加撕扯。 莫斯基翁:不过,宙克西波斯啊,无论是那些话还是其余的话,我本人都极乐意成为一名热心的听众。 宙克西波斯:因为你天生就是个哲学家,莫斯基翁,你对不喜爱医术的哲学家感到不悦;如果一个人认为自己被看见致力于几何学、辩证法和音乐,比之愿意去探求和了解“在你的厅堂里究竟发生了何等祸福”,即就身体而言发生了什么,更为相称,你就会愤愤不平。然而,凡是向聚集者分发观剧金的地方,就像在雅典那样,人们在那里往往能见到更多的观众;而在自由技艺之中,医术在精致、卓异和愉悦方面不逊于任何一门技艺,更为好学之人提供了健康与拯救这一笔巨大的观剧金。因此,人们不应当指责谈论健康之事的哲学家越界,反倒是若他们不认为应当彻底消除界线、如同在同一片土地上共同追求美好事物——在言辞中兼求愉悦与必需——人们才应当加以责备。 莫斯基翁:宙克西波斯啊,那就让我们把格劳孔抛在一边吧,他自视甚高,想要自给自足而不需要哲学;请你把那些言论全部讲给我们听。如果你愿意,就先从那些据你说格劳孔挑剔的、并非十分郑重其事的话讲起。

§2

ΖΕΥΞΙΠΠΟΣ. ἔφη τοίνυν ὁ ἑταῖρος ἡμῶν ἀκοῦσαί τινος λέγοντος ὡς τὸ τὰς χεῖρας ἀεὶ θερμὰς ἔχειν καὶ μὴ περιορᾶν ψυχομένας οὐ μικρὸν εἴη πρὸς ὑγίειαν, καὶ τοὐναντίον ἡ τῶν ἄκρων περίψυξις εἰς τὰ μέσα συνελαύνουσα τὸ θερμὸν ὥσπερ τινὰ συνήθειαν ἢ μελέτην ἐμποιεῖ πυρετοῦ· τὸ δʼ ἔξω στρέφοντα μετὰ τῆς θερμότητος ἕλκειν ἐπὶ πάντα καὶ διανέμειν τὴν ὕλην ὑγιεινόν.3 ἂν μὲν οὖν ἐνεργοῦντές τι ταῖς χερσὶ καὶ χρώμενοι τυγχάνωμεν, αὐτὴν τὴν κίνησιν ἐπάγειν ἐνταῦθα καὶ συνέχειν τὸ θερμόν· ἔργων δὲ τοιούτων σχολὴν ἄγοντας ἥκιστα δεῖν προσδέχεσθαι τοῖς ἄκροις τὸ ψυχρόν.

宙克西波斯:那么,我们的同伴说,他曾听某人讲过,始终保持双手温暖而不任其变冷,对于健康而言绝非小补;相反,四肢末端的受凉会将热量驱赶到体内深处,从而引发某种类似发烧的习惯或演习;而将热量导向外部,连同热量一起将物质牵引并分配到各处,才是健康的。因此,如果我们正在用手做工和活动,这运动本身就会将热量引向那里并加以保持;但如果从这类劳作中歇息下来,就绝不应当让寒冷侵入肢体末端。

语法注3 条
  1. 122cοὐ μικρὸν οὐδʼ ἐπιεικὲς ἔργον ἡμῖν σύγχυσιν ὅρων τετολμῆσθαι, διαλεχθεῖσι περὶ διαίτης ὑγιεινῆς

    间接引语中的“带对格的不定式”结构。完成时被动不定式 τετολμῆσθαι 的主语是对格短语 σύγχυσιν ὅρων(“界线的混淆/侵越”),οὐ μικρὸν οὐδʼ ἐπιεικὲς ἔργον 为宾语补足语(述语对格)。与格成分 ἡμῖν ... διαλεχθεῖσι 作被动不定式的施事与格(或关涉与格),表“由我们这些谈论健康养生的人所敢于做出的”。

  2. 122eὥστʼ οὐ παράβασιν ὅρων ἐπικαλεῖν δεῖ τοῖς περὶ ὑγιεινῶν διαλεγομένοις φιλοσόφοις, ἀλλʼ εἰ μὴ παντάπασιν ἀνελόντες τοὺς ὅρους οἴονται δεῖν ὥσπερ ἐν μιᾷ χώρᾳ κοινῶς ἐμφιλοκαλεῖν

    结构为 οὐ ... δεῖ ... ἀλλʼ εἰ μή。后半部分含有动词承前省略(补全 δεῖ 或 ἐπικαλεῖν):“不应当谴责[哲学家]越界,而若是他们不认为应当[消除界线并一同追求美],才应当加以谴责”。分词 ἀνελόντες 与不定式 ἐμφιλοκαλεῖν 的逻辑主语(哲学家们)保持主格一致。

  3. 123aτὸ δʼ ἔξω στρέφοντα μετὰ τῆς θερμότητος ἕλκειν ἐπὶ πάντα καὶ διανέμειν τὴν ὕλην ὑγιεινόν

    在间接引语中,不定式 εἶναι 省略,带冠词的不定式短语 τὸ ... ἕλκειν ... καὶ διανέμειν 作主语,ὑγιεινόν 为中性单数对格的表语形容词。分词 στρέφοντα 为阳性单数对格,用作不定式的逻辑主语,指代不特定的人(“将热量导向外部,牵引并分配物质是健康的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg077.humanitext-grc2:1-2