- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Bernardakis, Gregorius N., editor; Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg077.humanitext-grc2:24-25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宙克西波斯论证健康并非无为怠惰的产物,而是崇高行动的工具,劝勉从政者在细琐之事上休整以保养身躯,避免在极度劳顿与纵情享乐的骤变中折损肉体。
ΖΕΥΞΙΠΠΟΣ. οὐ γὰρ ἀργίας ὤνιον ἡ ὑγίεια καὶ ἀπραξίας, ἅ γε δὴ μέγιστα κακῶν ταῖς νόσοις πρόσεστι, καὶ οὐδὲν διαφέρει τοῦ τὰ ὄμματα τῷ μὴ διαβλέπειν καὶ τὴν φωνὴν τῷ μὴ φθέγγεσθαι φυλάττοντος ὁ τὴν ὑγίειαν ἀχρηστίᾳ καὶ ἡσυχίᾳ σῴζειν οἰόμενος·1 πρὸς οὐδὲν γὰρ ἑαυτῷ χρήσαιτʼ ἄν τις ὑγιαίνοντι κρεῖττον ἢ πρὸς πολλὰς ὡς σὺ φιλανθρώπους πράξεις. ἥκιστα δὴ τὴν ἀργίαν ὑγιεινὸν ὑποληπτέον, εἰ τὸ τῆς ὑγιείας τέλος ἀπόλλυσι, καὶ οὐδʼ ἀληθές ἐστι τὸ μᾶλλον ὑγιαίνειν τοὺς ἡσυχίαν ἄγοντας· οὔτε γὰρ Ξενοκράτης μᾶλλον διυγίαινε Φωκίωνος οὔτε Δημητρίου Θεόφραστος, Ἐπίκουρόν τε καὶ τοὺς περὶ Ἐπίκουρον οὐδὲν ὤνησε πρὸς τὴν ὑμνουμένην σαρκὸς εὐστάθειαν ἡ πάσης φιλοτιμίαν ἐχούσης πράξεως ἀπόδρασις. ἀλλὰ καὶ ἑτέραις ἐπιμελείαις διασωστέον ἐστὶ τῷ σώματι τὴν κατὰ φύσιν ἕξιν, ὡς παντὸς βίου καὶ νόσον δεχομένου καὶ ὑγίειαν. οὐ μὴν ἀλλὰ καὶ τοῖς πολιτικοῖς ἔφη παραινετέον εἶναι τοὐναντίον οὗ Πλάτων παρῄνει τοῖς νέοις.2 ἐκεῖνος μὲν γὰρ λέγειν ἐκ τῆς διατριβῆς ἀπαλλαττόμενος εἰώθει ἄγε, ὅπως εἰς καλόν τι καταθήσεσθε τὴν σχολήν, ὦ παῖδες· ἡμεῖς δʼ ἂν τοῖς πολιτευομένοις παραινέσαιμεν εἰς τὰ καλὰ χρῆσθαι τοῖς πόνοις καὶ ἀναγκαῖα, μὴ μικρῶν ἕνεκα μηδὲ φαύλων τὸ σῶμα παρατείνοντας, ὥσπερ οἱ πολλοὶ κακοπαθοῦσιν ἐπὶ τοῖς τυχοῦσιν, ἀποκναίοντες ἑαυτοὺς ἀγρυπνίαις καὶ πλάναις καὶ περιδρομαῖς εἰς οὐδὲν χρηστὸν οὐδʼ ἀστεῖον, ἀλλʼ ἐπηρεάζοντες ἑτέροις ἢ φθονοῦντες ἢ φιλονεικοῦντες ἢ δόξας ἀκάρπους καὶ κενὰς διώκοντες. πρὸς τούτους γὰρ οἶμαι μάλιστα τὸν Δημόκριτον εἰπεῖν ὡς εἰ τὸ σῶμα δικάσαιτο τῇ ψυχῇ κακώσεως, οὐκ ἂν αὐτὴν ἀποφυγεῖν.3 ἴσως μὲν γάρ τι καὶ Θεόφραστος ἀληθὲς εἶπεν, εἰπὼν ἐν μεταφορᾷ πολὺ τῷ σώματι τελεῖν ἐνοίκιον τὴν ψυχήν. πλείονα μέντοι τὸ σῶμα τῆς ψυχῆς ἀπολαύει κακὰ μὴ κατὰ λόγον αὐτῷ χρωμένης μηδʼ ὡς προσήκει θεραπευόμενον ὅταν γὰρ ἐν πάθεσιν ἰδίοις γένηται καὶ ἀγῶσι καὶ σπουδαῖς, ἀφειδεῖ τοῦ σώματος. ὁ μὲν οὖν Ἰάσων οὐκ οἶδʼ ὅ τι παθὼν τὰ μικρὰ δεῖν ἀδικεῖν ἔλεγεν ἕνεκεν τοῦ τὰ μεγάλα δικαιοπραγεῖν ἡμεῖς δʼ ἂν εὐλόγως τῷ πολιτικῷ παραινέσαιμεν τὰ μικρὰ ῥᾳθυμεῖν καὶ σχολάζειν καὶ ἀναπαύειν αὑτὸν ἐν ἐκείνοις, εἰ βούλεται πρὸς τὰς καλὰς πράξεις καὶ μεγάλας μὴ διάπονον ἔχειν τὸ σῶμα μηδʼ ἀμβλὺ μηδʼ ἀπαγορεῦον ἀλλʼ ὥσπερ ἐν νεωλκίᾳ τῇ σχολῇ τεθεραπευμένον, ὅπως αὖθις ἐπὶ τὰς χρείας τῆς ψυχῆς ἀγούσης; "ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχῃ"
宙克西波斯:因为健康并非以懒惰与无为为代价所能买到的,而懒惰与无为恰是伴随疾病的最大恶端;企图借无所事事与静居来保全健康的人,与借闭目不看来保全双目、借噤声不语来保全嗓音的人毫无二致。因为正如你所言,任何人处于健康时,都无法将自身用于胜过诸多造福人类的事业。因此,如果懒惰断送了健康的目的,它便绝不可被视为是有益健康的;而静居之人更为健康,亦非实情。因为色诺克拉底并不比福基翁更健康,泰奥弗拉斯托斯亦不比德米特里奥斯更健康,而避开一切带来雄心荣誉的行动,对伊壁鸠鲁及其党徒所谓肉体的稳态未曾带来丝毫益处。相反,由于任何一种生活方式都会遭遇疾病与健康,人们必须借其他调护手段来保全肉体的自然禀性。而且他说,对于投身城邦政务之人,应当给出与柏拉图对青年人的劝诫截然相反的忠告。因为柏拉图每次结束学园的讨论离去时,总习惯说: ‘去吧,孩子们,务必将闲暇用于崇高的事物!’ 而我们则会劝告从政者,当将劳苦用于崇高而必要的事宜,不可为微不足道或卑下之事损耗身躯;寻常大众却往往为平庸之事忍受劳顿,借失眠、游荡与奔波将自己消耗殆尽,无益于任何良善或雅致,反倒侮弄他人、嫉妒、争胜,或追逐无果而虚幻的声名。因为我认为德谟克利特正是针对这些人所言:如果肉体以虐待罪控告灵魂,灵魂必不能免于罪责。因为泰奥弗拉斯托斯借隐喻说灵魂向肉体缴纳巨额租金,或许亦道出了一些真理;然而肉体从灵魂那里遭受的灾祸更为深重,只要灵魂不按理性对待肉体,亦不给予应有的呵护。因为每当灵魂陷入自身的私欲、争斗与热望之中,它便对肉体毫不吝惜。昔日伊阿宋不知出于何种心境,曾声称: ‘为行大义,必须微有不正’;然而我们大可合情合理地劝告从政者,在细琐之事上应当放松、优游并使自身休整,若他希望在崇高伟大的行动中,肉体不致过劳、迟钝或衰竭,而是如船只拉上船台受修整那般得享闲暇的滋养,以便每当灵魂因需要而再度领路时,‘如未断奶的小马伴随着母马奔跑’。
ΖΕΥΞΙΠΠΟΣ. διὸ τῶν πραγμάτων διδόντων ἀναληπτέον ἑαυτοὺς μήθʼ ὕπνου φθονοῦντας τῷ σώματι μήτʼ ἀρίστου μήτε ῥᾳστώνης τὸν μέσον ἡδυπαθείας καὶ κακοπαθείας φυλαττούσης ὅρον,4 οἷον οἱ πολλοὶ μὴ φυλάττοντες ἐπιτρίβουσι τὸ σῶμα ταῖς μεταβολαῖς ὥσπερ τὸν βαπτόμενον σίδηρον, ὅταν ἐνταθῇ καὶ πιεσθῇ σφόδρα τοῖς πόνοις, αὖθις ἐν ἡδοναῖς τηκόμενον ἀμέτρως καὶ λειβόμενον, εἶτα πάλιν ἐξ ἀφροδισίων καὶ οἴνου διάλυτον καὶ μαλακὸν εἰς ἀγορὰν ἢ αὐλὴν ἤ τινα πραγματείαν διαπύρου καὶ συντόνου δεομένην σπουδῆς ἐλαυνόμενον. Ἡράκλειτος μὲν γὰρ ὑδρωπιάσας ἐκέλευσεν αὐχμὸν ἐξ ἐπομβρίας ποιῆσαι τὸν ἰατρόν· οἱ δὲ πολλοὶ τοῦ παντὸς ἁμαρτάνουσιν, ὅταν ἐν κόποις καὶ πόνοις καὶ ἐνδείαις γένωνται, μάλιστα ταῖς ἡδοναῖς ἐξυγραίνειν καὶ ἀνατήκειν τὰ σώματα παραδιδόντες, αὖθις δὲ μετὰ τὰς ἡδονὰς οἷον ἐπιστρέφοντες καὶ κατατείνοντες. ἡ γὰρ φύσις οὐ ζητεῖ τοιαύτην ἀνταπόδοσιν τοῦ σώματος. ἀλλὰ τῆς ψυχῆς τὸ ἀκόλαστον καὶ ἀνελεύθερον ἐκ τῶν ἐπιπόνων ὥσπερ οἱ ναῦται πρὸς ἡδονὰς καὶ ἀπολαύσεις ὕβρει φερόμενον καὶ μετὰ τὰς ἡδονὰς πάλιν ἐπʼ ἐργασίας καὶ πορισμοὺς ὠθούμενον οὐκ ἐᾷ λαβεῖν τὴν φύσιν ἧς μάλιστα δεῖται καταστάσεως καὶ γαλήνης, ἀλλʼ ἐξίστησι καὶ ταράττει διὰ τὴν ἀνωμαλίαν. οἱ δὲ νοῦν ἔχοντες ἥκιστα μὲν ἡδονὰς πονοῦντι τῷ σώματι προσφέρουσιν οὐ γὰρ δέονται τὸ παράπαν οὐδὲ μέμνηνται τῶν τοιούτων πρὸς τῷ καλῷ τῆς πράξεως τὴν διάνοιαν ἔχοντες, καὶ τῷ χαίροντι τῆς ψυχῆς ἢ σπουδάζοντι τὰς ἄλλας ἐξαμαυροῦντες ἐπιθυμίας. ὅπερ γάρ φασιν εἰπεῖν τὸν Ἐπαμεινώνδαν μετὰ παιδιᾶς, ἀνδρὸς ἀγαθοῦ περὶ τὰ Λευκτρικὰ νόσῳ τελευτήσαντος, ὦ Ἡράκλεις, πῶς ἐσχόλασεν ἁνὴρ ἀποθανεῖν ἐν τοσούτοις πράγμασι, τοῦτʼ ἀληθῶς ἔστιν εἰπεῖν ἐπʼ ἀνδρὸς ἢ πολιτικὴν πρᾶξιν ἢ φιλόσοφον φροντίδα διὰ χειρὸς ἔχοντος, τίς δὲ σχολὴ τῷ ἀνδρὶ τούτῳ νῦν ἀπεπτεῖν ἢ μεθύειν ἢ λαγνεύειν; γενόμενοι δὲ πάλιν ἀπὸ τῶν πράξεων ἐν ἡσυχίᾳ κατατίθενται τὸ σῶμα καὶ διαναπαύουσι, τῶν τε πόνων τοὺς ἀχρήστους καὶ μᾶλλον ἔτι τῶν ἡδονῶν τὰς οὐκ ἀναγκαίας ὡς τῇ φύσει πολεμίας φυλαττόμενοι καὶ φεύγοντες.
宙克西波斯:因此,只要时机允许,我们必须休整自身,既不吝惜让肉体安歇,亦不吝惜进食,更不吝惜保持在纵欲与受苦之中道的安适;寻常大众因未能坚守此道,像淬火的铁一般,在急剧的转变中折损肉体:当受到劳苦的紧绷与极度压榨之后,转而无度地在快感中融解涣散,随后又带着因房事与醇酒而松弛疲软的身躯,被驱赶进广场、宫廷,或需要炽热专注精力的实务之中。赫拉克利特在患水肿时曾要求医者‘从暴雨之中造出干旱’;而大众却铸成大错:每逢疲敝、劳苦与匮乏之际,尤将身躯交托于快感加以湿润消融,在快感之后又再度勒紧与绷紧。因为天性绝不需要肉体遭受这等代偿。反倒是灵魂的放纵与卑贱,在劳苦之后如水手般傲慢地奔向快感与享乐,在快感之后又被迫重返劳作与营生,不容天性获得其最需要的稳定与宁静,反因失衡而使其动荡混乱。然而明达之士绝不在肉体劳苦时施以快感;因为他们一心系于行动的崇高,全然不需要亦想不起此类事物,凭借灵魂的喜悦与专注消弭了其余的欲望。正如人们传闻埃帕米农达在留克特拉战役期间,闻听一位良士因病辞世时戏言道: ‘赫拉克勒斯啊,在那等纷繁重务之中,此人怎会有闲暇死去?’ 这话正可真实地施于手中操持政务或哲学沉思之士: ‘此人眼下哪有闲暇消化不良、沉醉或纵欲?’ 他们从政务中归来后,便在宁静中安顿肉体并让其充分休憩,防范并逃避无益的劳苦,更防范并逃避不必要的享乐,视其为天性的仇敌。
- 24οὐδὲν διαφέρει τοῦ τὰ ὄμματα τῷ μὴ διαβλέπειν καὶ τὴν φωνὴν τῷ μὴ φθέγγεσθαι φυλάττοντος ὁ τὴν ὑγίειαν ἀχρηστίᾳ καὶ ἡσυχίᾳ σῴζειν οἰόμενος
句式骨架为主语 ὁ ... οἰόμενος 加上谓语动词 οὐδὲν διαφέρει 以及表示比较的属格短语 τοῦ ... φυλάττοντος。在提前的属格分词短语内部,并列嵌入了两个表示方式手段的定冠词与格动名词短语(τῷ μὴ διαβλέπειν, τῷ μὴ φθέγγεσθαι)。
- 135dτοὐναντίον οὗ Πλάτων παρῄνει τοῖς νέοις
τοὐναντίον 作状语性宾格(或作为 παραινετέον εἶναι 的宾语),关系代词 οὗ 则是受省略了的属格先行词同化(格吸引)的形式(相当于 τοὐναντίον ἐκείνου ὅ,即“与柏拉图对青年人所劝告之事相反的事”)。
- 135eὡς εἰ τὸ σῶμα δικάσαιτο τῇ ψυχῇ κακώσεως, οὐκ ἂν αὐτὴν ἀποφυγεῖν
在 ὡς 引导的间接引语中,不定式 ἀποφυγεῖν 带有 ἄν,对应于直接引语中的潜势希求法(οὐκ ἂν ἀποφύγοι),与条件从句 εἰ δικάσαιτο 构成潜在条件句。司法术语 δικάζομαι 支配被控告者的与格(τῇ ψυχῇ)以及指控罪名的属格(κακώσεως,即虐待罪)。
- 136aτὸν μέσον ἡδυπαθείας καὶ κακοπαθείας φυλαττούσης ὅρον
现在分词 φυλαττούσης 与在先的阴性名词 ῥᾳστώνης(安逸、放松)在性数格上一致并修饰之。属格 ἡδυπαθείας καὶ κακοπαθείας 依附于 ὅρον,表示两极的界限,意为“维持纵欲与劳苦之中道界限的安逸”。
