- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Bernardakis, Gregorius N., editor; Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg077.humanitext-grc2:22-23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宙克西波斯警告不可滥用药物进行催吐与泄下,指出此举不仅摧残身体且反会助长贪欲,主张代之以温和的饮食调理;同时,他也批评了刻板机械的周期性断食,认为这会剥夺人体的应变能力并使人脱离健全的城邦公民生活。
ΖΕΥΞΙΠΠΟΣ. ἐμέτους δὲ καὶ κοιλίας καθάρσεις ὑπὸ φαρμάκων, μιαρὰ παραμύθια πλησμονῆς, ἄνευ μεγάλης ἀνάγκης οὐ κινητέον,1 ὥσπερ οἱ πολλοὶ κενώσεως ἕνεκα πληροῦντες τὸ σῶμα καὶ πάλιν πληρώσεως κενοῦντες παρὰ φύσιν, ταῖς πλησμοναῖς οὐχ ἧττον ἢ ταῖς ἐνδείαις ἀνιώμενοι, μᾶλλον δʼ ὅλως τὴν μὲν πλήρωσιν ὡς κώλυσιν ἀπολαύσεως βαρυνόμενοι, τὴν δʼ ἔνδειαν ὡς χώραν ἀεὶ ταῖς ἡδοναῖς παρασκευάζοντες. τὸ γὰρ βλαβερὸν ἐν τούτοις προῦπτόν ἐστι· ταραχάς τε γὰρ ἀμφότερα τῷ σώματι παρέχεται καὶ σπαραγμούς. ἴδιον δὲ τῷ μὲν ἐμέτῳ κακὸν πρόσεστι τὸ τὴν ἀπληστίαν αὔξειν τε καὶ τρέφειν· γίγνονται γὰρ αἱ πεῖναι καθάπερ τὰ κοπτόμενα ῥεῖθρα τραχεῖαι καὶ χαραδρώδεις, καὶ βίᾳ τὴν τροφὴν ἕλκουσιν ἀεὶ λυττῶσαι, οὐκ ὀρέξεσιν ἐοικυῖαι σιτίων δεομέναις ἀλλὰ φλεγμοναῖς φαρμάκων καὶ καταπλασμάτων. ὅθεν ἡδοναὶ μὲν ὀξεῖαι καὶ ἀτελεῖς καὶ πολὺν ἔχουσαι σφυγμὸν καὶ οἶστρον ἐν ταῖς ἀπολαύσεσι λαμβάνουσιν αὐτούς, διατάσεις δὲ καὶ πληγαὶ πόρων καὶ πνευμάτων ἐναπολήψεις διαδέχονται, μὴ περιμένουσαι τὰς κατὰ φύσιν ἐξαγωγάς, ἀλλʼ ἐπιπολάζουσαι τοῖς σώμασιν ὥσπερ ὑπεράντλοις σκάφεσι, φορτίων ἐκβολῆς οὐ περιττωμάτων δεομένοις. αἱ δὲ περὶ τὴν κάτω κοιλίαν ἐκταράξεις διὰ φαρμακείας φθείρουσαι καὶ τήκουσαι τὰ ὑποκείμενα πλείονα ποιοῦσι περίττωσιν ἢ ἐξάγουσιν. ὥσπερ οὖν, εἴ τις Ἑλλήνων ὄχλον ἐν πόλει βαρυνόμενος σύνοικον, Ἀράβων ἐμπλήσειε καὶ Σκυθῶν τὴν πόλιν ἐπηλύδων, οὕτως ἔνιοι τοῦ παντὸς διαμαρτάνουσιν ἐπʼ ἐκβολῇ περιττωμάτων συνήθων καὶ συντρόφων ἐμβάλλοντες ἔξωθεν εἰς τὸ σῶμα κόκκους τινὰς Κνιδίους καὶ σκαμωνίαν καὶ δυνάμεις ἄλλας ἀσυγκράτους καὶ ἀγρίας καὶ καθαρμοῦ δεομένας μᾶλλον ἢ καθῆραι τὴν φύσιν δυναμένας. ἄριστον μὲν οὖν τὸ μετρίᾳ διαίτῃ καὶ σώφρονι τὸ σῶμα ποιεῖν περὶ τε πληρώσεις καὶ κενώσεις αὐτοτελὲς ἀεὶ καὶ σύμμετρον· εἰ δʼ ἀνάγκη ποτὲ καταλάβοι, τοὺς μὲν ἐμέτους ποιητέον ἄνευ φαρμακείας καὶ περιεργίας, μηδὲν ἐκταράττοντας ἀλλʼ ὅσον ἀπεψίαν διαφυγεῖν αὐτόθεν ἀφιέντας ἀπραγμόνως τῷ πλεονάζοντι τὴν ἀπέρασιν. ὡς γὰρ τὰ ὀθόνια ῥύμμασι καὶ χαλαστραίοις πλυνόμενα μᾶλλον ἐκτρίβεται τῶν ὑδατοκλύστων, οὕτως οἱ μετὰ φαρμάκων ἔμετοι λυμαίνονται τῷ σώματι καὶ διαφθείρουσιν. ὑφισταμένης δὲ κοιλίας οὐδὲν φάρμακον οἷα τῶν σιτίων ἔνια2 μαλακὰς ἐνδιδόντα προθυμίας καὶ διαλύοντα πράως, ὧν ἥ τε πεῖρα πᾶσι συνήθης καὶ ἡ χρῆσις ἄλυπος. ἂν δὲ τούτοις ἀπειθῇ, πλείονας ἡμέρας ὑδροποσίαν ἢ ἀσιτίαν ἢ κλυστῆρα προσδεκτέον μᾶλλον ἢ ταρακτικὰς καὶ φθαρτικὰς φαρμακείας, ἐφʼ ἃς οἱ πολλοὶ φέρονται προχείρως, καθάπερ ἀκόλαστοι γυναῖκες, ἐκβολίοις χρώμεναι καὶ φθορίοις ὑπὲρ τοῦ πάλιν πληροῦσθαι καὶ ἡδυπαθεῖν.
宙克西波斯:至于借助药物催吐和清泻下腹,作为过饱所带来的可鄙补救,若非出于万不得已,绝不可擅动;切不可像寻常大众那样,为了排空而填满身躯,又为了再次填满而反乎自然地加以排空,因过饱而受的痛苦不亚于因饥馁,或者说,他们完全把饱足视作妨碍享乐的重负,而一味将虚空备作迎接享乐的空间。因为这其中的危害是显而易见的:两者都会给身体带来紊乱与抽搐。而且催吐还有其特有的弊端,即助长并滋养无厌的贪婪;因为他们的饥饿感宛如受阻断的水流,变得粗暴而如山洪奔泻,且在狂乱之中始终强行攫取食物,不再像需要食物的食欲,倒像需要药物和敷剂的炎症。由此,剧烈而不完全、在享用时伴随强烈悸动与狂躁的快感攫住了他们,随后便是脉络的扩张与损伤,以及气息的阻滞,不待自然的排泄发生,便漫溢于肉体,如同严重积水的舟船,所需的乃是抛弃货物而非排解废垢。此外,通过药物引发的下腹剧烈震荡,因败坏并消融底层组织,所造成的废垢远多于其排出的数量。正如若有人厌恶城邦中同处一城的希腊民众,反倒引入外来的阿拉伯人与塞西亚人充塞城邦,某些人企图排出习染已久、一同滋长的排泄物,却从外部向体内灌入某些克尼多斯子、欧亚旋花汁以及其他未经调和、暴戾刚烈的猛力,这类东西非但不能净化天性,自身反而更需净化,这些人实乃大错特错。因此,至善之策乃是凭借适度而清明的摄生,使身体在充盈与排空方面始终自足而均调;但若偶尔为必然所迫,催吐亦当不用药物且不事繁复,不作任何过激搅扰,仅以避免积食为度,当场从容为过剩之物提供排解之途即可。正如用洗剂和碱土洗涤的亚麻织物比用水冲洗的更易磨损,掺杂药物的催吐亦会摧残并败坏躯体。而当下腹秘结不通时,任何药物都比不上某些能赋予柔和便意并平稳化解的食物,这类食物人人惯于试用且使用时毫无痛楚。若〔下腹〕依然不顺从这些,宁可承受数日的饮水疗法、禁食或灌肠,亦不可诉诸那些剧烈紊乱且具破坏性的药物;而寻常大众往往轻易奔向这些药物,恰似放荡妇人为了再次被填满并纵情享乐而施用堕胎与败胎之药。
ΖΕΥΞΙΠΠΟΣ. ἀλλὰ τούτους μὲν ἐατέον· οἱ δʼ ἄγαν αὖ πάλιν ἀκριβεῖς καὶ τεταγμένας τινὰς ἐκ περιόδου κριτικὰς ἐμβάλλοντες ἀσιτίας οὐκ ὀρθῶς τὴν φύσιν μὴ δεομένην διδάσκουσι δεῖσθαι συστολῆς καὶ ποιεῖν ἀναγκαίαν τὴν οὐκ ἀναγκαίαν ὑφαίρεσιν ἐν καιρῷ ζητούμενον ἔθος ἀπαιτοῦντι.· βέλτιον γὰρ ἐλευθέροις τοῖς τοιούτοις χρῆσθαι κολασμοῖς εἰς τὸ σῶμα, μηδεμιᾶς προαισθήσεως οὔσης μηδʼ ὑποψίας, καὶ τὴν ἄλλην δίαιταν, ὥσπερ εἴρηται, πρὸς τὸ συντυγχάνον ἀεὶ ταῖς μεταβολαῖς ὑπήκοον ἔχειν, μὴ καταδεδουλωμένην μηδʼ ἐνδεδεμένην ἑνὶ σχήματι βίου πρός τινας καιροὺς ἢ ἀριθμοὺς ἢ περιόδους ἄγεσθαι μεμελετηκότος. οὐ γὰρ ἀσφαλὲς οὐδὲ ῥᾴδιον οὐδὲ πολιτικὸν οὐδʼ ἀνθρωπικὸν ἀλλʼ ὀστρέου τινὸς ζωῇ προσεοικὸς ἢ στελέχους τὸ ἀμετάστατον τοῦτο καὶ κατηναγκασμένον ἐν τροφαῖς καὶ ἀποχαῖς καὶ κινήσεσι καὶ ἡσυχίαις εἰς ἐπίσκιόν τινα βίον καὶ σχολαστὴν καὶ μονότροπόν τινα καὶ ἄφιλον καὶ ἄδοξον ἀπωτάτω πολιτείας καθίσασιν ἑαυτοὺς καὶ συστείλασιν3 οὐ κατά γε τὴν ἐμήν ἔφη γνώμην
宙克西波斯:不过这些人暂且置之不理;但另一方,那些过分拘泥刻板、按固定周期推行某些决定性断食的人,亦非正确:他们让原本无需收缩的天性去习惯收缩,在要求那被寻求之习惯的时节,把不必要的削减变成了必然。因为更佳的做法乃是在既无预兆亦无怀疑时,以自由自主的方式对身体施加此类克制,正如前文所述,使其余的养生方式始终顺应变故而能随遇而化,不至于被奴役并束缚于单一的生活模式,不至于习于受制于特定的时辰、日数或周期。因为在饮食、断食、活动与静息中这种不可变更且被迫受压的状态,对于那些将自己安置并缩限在某种隐蔽、避世、孤僻、无友亦无名、极度远离城邦事务的生活中的人而言,绝非稳妥、轻易、合乎城邦亦不合乎人性,反倒如同某种牡蛎或树桩的生命,至少‘依我之见’,他说。
- 22ἐμέτους δὲ καὶ κοιλίας καθάρσεις ... οὐ κινητέον
中性动形容词 κινητέον 作非人称用法,统辖带宾格的宾语(ἐμέτους 与 κοιλίας καθάρσεις),具有主动含义,意为“不应当引发/触动”。
- 134eὑφισταμένης δὲ κοιλίας οὐδὲν φάρμακον οἷα τῶν σιτίων ἔνια
在独立属格 ὑφισταμένης ... κοιλίας(当下腹结滞时)之后的句中,系动词 ἐστιν(或相应的比较表语)被省略:οὐδὲν φάρμακον [τοιοῦτόν ἐστιν] οἷα τῶν σιτίων ἔνια,意为“没有哪种药物能像某些食物那样(温和化解)”。
- 135bκαθίσασιν ἑαυτοὺς καὶ συστείλασιν
与格不定过去时分词,作为与前述谓语(οὐ γὰρ ἀσφαλὲς οὐδὲ ῥᾴδιον ... [ἐστιν])相关的参照与格(dative of reference),意为“对于那些将自己安置并缩限(于孤僻生活)的人而言(既不安全也不容易)”。
