- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Bernardakis, Gregorius N., editor; Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg077.humanitext-grc2:26-27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宙克西波斯指出每个人应当熟知自身的体质、脉搏及饮食的利害并自主调理,同时告诫学者与政务活动家切勿因过度沉溺学业而损耗肉体,强调必须维持身心共轭的平衡。
ΖΕΥΞΙΠΠΟΣ. ἤκουσα Τιβέριόν ποτε Καίσαρα εἰπεῖν ὡς ἀνὴρ ὑπὲρ ἑξήκοντα γεγονὼς ἔτη καὶ προτείνων ἰατρῷ χεῖρα καταγέλαστός ἐστιν. ἐμοὶ δὲ τοῦτο μὲν εἰρῆσθαι δοκεῖ σοβαρώτερον, ἐκεῖνο δʼ ἀληθὲς εἶναι, τὸ δεῖν ἕκαστον αὑτοῦ μήτε σφυγμῶν ἰδιότητος ἄπειρον εἶναι1 πολλαὶ γὰρ αἱ καθʼ ἕκαστον διαφοραί μήτε κρᾶσιν ἀγνοεῖν ἣν ἔχει τὸ σῶμα θερμότητος καὶ ξηρότητος, μήθʼ οἷς ὠφελεῖσθαι χρώμενον ἢ βλάπτεσθαι πέφυκεν. αὑτοῦ γὰρ ἀναίσθητός ἐστιν καὶ τυφλὸς ἐνοικεῖ τῷ σώματι καὶ κωφὸς ὁ ταῦτα μανθάνων παρʼ ἑτέρου καὶ πυνθανόμενος τοῦ ἰατροῦ πότερον μᾶλλον θέρους ἢ χειμῶνος ὑγιαίνει, καὶ πότερον τὰ ὑγρὰ ῥᾷον ἢ τὰ ξηρὰ προσδέχεται, καὶ πότερον φύσει πυκνὸν ἔχει τὸν σφυγμὸν ἢ μανόν· καὶ γὰρ ὠφέλιμον εἰδέναι τὰ τοιαῦτα καὶ ῥᾴδιον, ἀεί γε δὴ πειρωμένους καὶ συνόντας. βρωμάτων δὲ καὶ πωμάτων τὰ χρήσιμα μᾶλλον ἢ τὰ ἡδέα γιγνώσκειν προσήκει, καὶ μᾶλλον ἔμπειρον εἶναι τῶν εὐστομάχων ἢ τῶν εὐστόμων, καὶ τῶν τὴν πέψιν μὴ ταραττόντων ἢ τῶν τὴν γεῦσιν σφόδρα γαργαλιζόντων. τὸ γὰρ παρʼ ἰατροῦ πυνθάνεσθαι τί δύσπεπτον ἢ εὔπεπτον αὐτῷ καὶ τί δυσκοίλιον ἢ εὐκοίλιον οὐχ ἧττον αἰσχρόν ἐστιν ἢ τὸ πυνθάνεσθαι τί γλυκὺ καὶ τί πικρὸν καὶ αὐστηρόν. νῦν δὲ τοὺς μὲν ὀψοποιοὺς ἐπανορθοῦσιν, ἐμπείρως διαισθανόμενοι ποῦ πλέον τὸ γλυκὺ τοῦ προσήκοντος ἢ τὸ ἁλμυρὸν ἢ τὸ αὐστηρὸν ἔνεστιν· αὐτοὶ δʼ ἀγνοοῦσι τί τῷ σώματι μιχθὲν ἐλαφρὸν καὶ ἄλυπον ἔσται καὶ χρήσιμον. ὅθεν ζωμοῦ μὲν ἄρτυσις οὐ πολλάκις ἁμαρτάνεται παρʼ αὐτοῖς, αὑτοὺς δὲ φαύλως ὁμοῦ καὶ κακῶς ἀρτύοντες ὁσημέραι πολλὰ παρέχουσι πράγματα τοῖς ἰατροῖς. ζωμὸν μὲν γὰρ οὐκ ἄριστον ἡγοῦνται τὸν γλυκύτατον, ἀλλὰ καὶ πικρὰ καὶ δριμέα συμμιγνύουσιν εἰς δὲ τὸ σῶμα πολλὰς καὶ κατακόρους ἐμβάλλουσιν ἡδονάς, τὰ μὲν ἀγνοοῦντες τὰ δʼ οὐ μνημονεύοντες ὅτι τοῖς ὑγιεινοῖς καὶ ὠφελίμοις ἡ φύσις ἡδονὴν ἄλυπον καὶ ἀμεταμέλητον προστίθησιν. ἀλλὰ καὶ ταῦτα δεῖ μνημονεύειν, τὰ σύμφυλα καὶ πρόσφορα τῷ σώματι, καὶ τοὐναντίον ἐν ταῖς καθʼ ὥραν μεταβολαῖς καὶ ταῖς ἄλλαις περιστάσεσιν, εἰδότας οἰκείως προσαρμόττειν ἑκάστῳ τὴν δίαιταν.
宙克西波斯:我曾听说提比略·凯撒说过,凡年过六十岁而向医生伸出手去的人都是可笑的。但在我看来,这话未免说得过于傲慢,而真正切合实际的则是:每个人都不当对自身脉搏的独特性毫无经验——因为个体间的差异繁多——亦不当不知晓自己肉体所具有的热与燥的调和状况,以及在运用何物时天性会获益或受害。因为凡从他人处学习这些,向医生探询自己在夏季还是冬季更为健康、承受湿润还是干燥之物更为容易、以及脉搏在天性上是频密还是疏缓的人,都对自己毫无知觉,像盲人与聋子一样寄居在自己的躯体之内;毕竟对于时刻自我体验并与自身共处的人而言,知晓此类事情既有益又容易。在饮食方面,更应当知晓何者有益而非何者可口,更应熟悉健胃之物而非悦口之物,以及不扰乱消化之物而非强烈刺激味觉之物。因为向医生请教何者对自己难消化或易消化、何者致便秘或通便,并不比请教何者甘甜、何者苦涩或酸涩少一些羞耻。如今人们能够凭借经验敏锐地察觉何处的甘甜、咸味或酸涩超过了应有的分寸,从而纠正厨师;自己却不知晓何物与肉体调和后会是轻简、无痛且有益的。因此,在他们手中,肉汤的调味极少出错,但他们每日既粗鄙又拙劣地调理自身,给医生添了诸多麻烦。因为他们并不认为最甜的肉汤是最好的,反倒掺入苦味和辛辣之物;然而对于肉体,他们却投入诸多令人厌腻的享乐,一方面无知,另一方面未曾铭记:自然早已将无痛且不致悔恨的愉悦赋予了健康而有益之物。人们反倒必须铭记这些与肉体同气相求且相宜之物,并在时令更替及其他境况中牢记其反面,懂得使养生之法妥适地契合于每种情形。
ΖΕΥΞΙΠΠΟΣ. ὅσα μὲν γὰρ μικρολογίας καὶ ἀνελευθερίας προσκρούματα λαμβάνουσιν οἱ πολλοὶ2 περί τε συγκομιδὰς καρπῶν καὶ τηρήσεις ἐπιπόνους, ἀγρυπνίαις καὶ περιδρομαῖς ἐξελέγχοντες τὰ σαθρὰ καὶ ὕπουλα τοῦ σώματος, οὐκ ἄξιόν ἐστι δεδιέναι μὴ πάθωσιν ἄνδρες φιλόλογοι καὶ πολιτικοί, πρὸς οὓς ἐνέστηκεν ἡμῖν ὁ λόγος· ἀλλʼ ἑτέραν τινὰ φυλακτέον ἐστὶ τούτοις δριμυτέραν ἐν γράμμασι καὶ μαθήμασι μικρολογίαν, ὑφʼ ἧς ἀφειδεῖν καὶ ἀμελεῖν τοῦ σώματος ἀναγκάζονται, πολλάκις ἀπαγορεύοντος οὐκ ἐνδιδόντες ἀλλὰ προσβιαζόμενοι θνητὸν ἀθανάτῳ καὶ γηγενὲς Ὀλυμπίῳ συναμιλλᾶσθαι καὶ συνεξανύτειν. εἶθʼ ὡς ὁ βοῦς πρὸς τὴν ὁμόδουλον ἔλεγε κάμηλον, ἐπικουφίσαι τοῦ φορτίου μὴ βουλομένην, ἀλλὰ κἀμὲ καὶ ταῦτα πάντα μετὰ μικρὸν οἴσεις, ὃ καὶ συνέβη τελευτήσαντος αὐτοῦ, οὕτω συμβαίνει τῇ ψυχῇ· μικρὰ χαλάσαι καὶ παρεῖναι μὴ βουλομένη πονοῦντι καὶ δεομένῳ, μετʼ ὀλίγον πυρετοῦ τινος ἢ σκοτώματος ἐμπεσόντος ἀφεῖσα τὰ βιβλία καὶ τοὺς λόγους καὶ τὰς διατριβὰς ἀναγκάζεται συννοσεῖν ἐκείνῳ καὶ συγκάμνειν. ὀρθῶς οὖν ὁ Πλάτων παρῄνεσε μήτε σῶμα κινεῖν ἄνευ ψυχῆς μήτε ψυχὴν ἄνευ σώματος, ἀλλʼ οἷόν τινα ξυνωρίδος ἰσορροπίαν διαφυλάττειν , ὅτι μάλιστα τῇ ψυχῇ συνεργεῖ τὸ σῶμα καὶ συγκάμνει, πλείστην ἐπιμέλειαν αὐτῷ καὶ θεραπείαν ἀποδιδόντας καὶ τὴν καλὴν καὶ ἐράσμιον ὑγίειαν ὧν δίδωσιν ἀγαθῶν κάλλιστον ἡγουμένους διδόναι τὸ πρὸς κτῆσιν ἀρετῆς καὶ χρῆσιν ἔν τε λόγοις καὶ πράξεσιν ἀκώλυτον αὐτῶν.3
宙克西波斯:至于寻常大众因狭隘与卑吝而在收获庄稼和辛苦守成时所遭受的种种挫伤——他们借不眠与奔波暴露了肉体腐朽溃败之处——我们倒不必担忧致力于求知之士与从政者会遭遇这些,而我们当下的论说正是针对他们的;然而对他们而言,必须防范的是在文墨与学业中另一种更为剧烈的执念,在这一执念下,他们被迫苛待并轻忽肉体,在肉体屡次不支时亦不肯退让,反强迫会朽者与不朽者、地生者与奥林匹斯的神明争胜并一同奋争到底。随后,正如公牛对不愿分担重负的同伴骆驼所言: ‘不过稍过片刻,你既要驮我,又要驮走所有这些东西,’这在公牛死后果然应验了;灵魂所遭遇的亦是如此:当肉体劳顿匮乏之时,灵魂不愿稍作松弛与宽待,不久之后,某种热病或眩晕骤然降临,灵魂抛下典籍、辩辞与学园讲论,被迫与肉体一同卧病受苦。因此柏拉图劝诫得极是:既不可不动用灵魂而运动肉体,亦不可不动用肉体而运动灵魂,而当如两马共轭般保持某种均势;既然肉体与灵魂协力且同受劳苦的程度最深,便当向肉体施以最悉心的照护与调摄,并认定那美好而可亲的健康所赐予的诸般益处之中最美妙者,便是在言与行两方面为德性的获得与践行提供毫无阻滞的坦途。
- 26αὑτοῦ μήτε σφυγμῶν ἰδιότητος ἄπειρον εἶναι
反身代词属格 αὑτοῦ 既可作为所有格修饰 σφυγμῶν ἰδιότητος(“自身脉搏的独特性”),亦可直接作为形容词 ἄπειρον 的补足语,与 σφυγμῶν ἰδιότητος 并列(“对自身无知,亦对脉搏的独特性无知”)。结合下文强调每个人应当了解自身身体特征而非求诸外在医者的语境,将其理解为限定自身体质或修饰后文短语最为自然。
- 137cὅσα μὲν γὰρ μικρολογίας καὶ ἀνελευθερίας προσκρούματα λαμβάνουσιν οἱ πολλοὶ
此处为关系代词 ὅσα 与先行词名词 προσκρούματα 合并的前置先引结构(先行词同化/吸收)。在主句结构中,整个关系从句在语义上充当从属从句 μὴ πάθωσιν 的宾语(即 [ταῦτα] ὅσα προσκρούματα...)。句意骨架为:“大众多因狭隘与卑吝所遭受的那些挫折,我们无须担忧文人与从政者亦会遭遇”。
- 137eὧν δίδωσιν ἀγαθῶν κάλλιστον ἡγουμένους διδόναι τὸ πρὸς κτῆσιν ἀρετῆς καὶ χρῆσιν ἔν τε λόγοις καὶ πράξεσιν ἀκώλυτον αὐτῶν
结构繁密复杂的长句。短语 ὧν δίδωσιν ἀγαθῶν 呈现先行词吸收结构(即 τῶν ἀγαθῶν ἃ δίδωσιν)。宾格分词 ἡγουμένους 与潜在线索的主语相一致,支配由不定式 διδόναι 构成的宾语从句:其逻辑主语为 ὑγίεια(健康),直接宾语为冠词中性短语 τὸ ... ἀκώλυτον(无阻碍的状态),宾补为 κάλλιστον(最美之善)。句末代词 αὐτῶν 指代前文的言行。全句意为:“认定在健康所赐予的诸般益处中,赋予言行上德性的获得与践行毫无阻碍,乃是其中最美妙者”。
