- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Bernardakis, Gregorius N., editor; Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg077.humanitext-grc2:20-21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宙克西波斯论述道,应借助文学与自然哲学等温和的智性消遣来克制食欲并在晚餐与就寝之间实现健康的过渡,而非采用沉重的辩证论争,并建议食后在身体保暖与轻快的心智活动之间保持平衡。
ΖΕΥΞΙΠΠΟΣ. τοὺς μὲν οὖν Λυδοὺς ἐν τῷ λιμῷ λέγουσι διαγαγεῖν παρʼ ἡμέραν τρεφομένους, εἶτα παίζοντας καὶ κυβεύοντας· φιλόλογον δʼ ἄνδρα καὶ φιλόμουσον ἐν καιρῷ δεομένῳ βραδυτέρου δείπνου διάγραμμα παρακείμενον ἤ τι βιβλίδιον ἢ λύριον οὐ προΐενται τῇ γαστρὶ λεηλατούμενον, ἀλλʼ ἀποστρέφων συνεχῶς καὶ μεταφέρων ἐπὶ ταῦτα τὴν διάνοιαν ἀπὸ τῆς τραπέζης ὥσπερ Ἁρπυίας τὰς ὀρέξεις διασοβήσει1 ταῖς Μούσαις. οὐ γὰρ ὁ μὲν Σκύθης, ὅταν πίνῃ, πολλάκις ἐφάπτεται τοῦ τόξου καὶ παραψάλλει τὴν νευράν, ἐκλυόμενον ὑπὸ τῆς μέθης ἀνακαλούμενος τὸν θυμόν, Ἕλλην δʼ ἀνὴρ φοβήσεται τοὺς καταγελῶντας αὐτοῦ, γράμμασι καὶ βιβλίοις ἀγνώμονα καὶ δυσπαραίτητον ἐπιθυμίαν ἀνιέντος ἀτρέμα καὶ χαλῶντος. τῶν μὲν γὰρ παρὰ τῷ Μενάνδρῳ νεανίσκων ὑπὸ τοῦ πορνοβοσκοῦ παρὰ πότον ἐπιβουλευομένων καλὰς καὶ πολυτελεῖς εἰσάγοντος ἑταίρας ἕκαστος, ὥς φησι. "κύψας καθʼ αὑτὸν τῶν τραγημάτων ἔφλα2" , φυλαττόμενος καὶ φοβούμενος ἐμβλέπειν οἱ δὲ φιλόλογοι πολλὰς καὶ καλὰς καὶ ἡδείας ἀπόψεις καὶ ἀποστροφὰς ἔχουσιν, ἄνπερ ἄλλως μὴ δύνωνται τὸ κυνικὸν καὶ θηριῶδες τῶν ὀρέξεων κατέχειν παρακειμένης τραπέζης. ἀλειπτῶν δὲ φωνὰς καὶ παιδοτριβῶν λόγους ἑκάστοτε λεγόντων ὡς τὸ παρὰ δεῖπνον φιλολογεῖν τὴν τροφὴν διαφθείρει καὶ βαρύνει τὴν κεφαλὴν τότε φοβητέον, ὅταν τὸν Ἰνδὸν ἀναλύειν ἢ διαλέγεσθαι περὶ τοῦ Κυριεύοντος3 ἐν δείπνῳ μέλλωμεν. τὸν μὲν γὰρ ἐγκέφαλον τοῦ φοίνικος, γλυκὺν ὄντα τῶν σφόδρα κεφαλαλγῶν λέγουσιν εἶναι· διαλεκτικὴ δὲ τρωγάλιον ἐπὶ δείπνῳ γλυκὺ μὲν οὐδαμῶς κεφαλαλγὲς δὲ καὶ κοπῶδες ἰσχυρῶς ἐστιν. ἂν δʼ ἡμᾶς μὴ ἄλλο τι ζητεῖν ἢ φιλοσοφεῖν ἢ ἀναγιγνώσκειν παρὰ δεῖπνον ἐῶσι τῶν ἐν τῷ καλῷ καὶ ὠφελίμῳ τὸ ἐπαγωγὸν ὑφʼ ἡδονῆς καὶ γλυκὺ μόριον ἐχόντων, κελεύσομεν αὐτοὺς μὴ ἐνοχλεῖν, ἀλλʼ ἀπιόντας ἐν τῷ ξυστῷ ταῦτα καὶ ταῖς παλαίστραις διαλέγεσθαι τοῖς ἀθληταῖς, οὓς τῶν βιβλίων ἐξελόντες ἀεὶ διημερεύειν ἐν σκώμμασι καὶ βωμολοχίαις ἐθίζοντες, ὡς ὁ κομψὸς Ἀρίστων ἔλεγε, τοῖς ἐν γυμνασίῳ κίοσιν ὁμοίως λιπαροὺς πεποιήκασι καὶ λιθίνους. αὐτοὶ δὲ πειθόμενοι τοῖς ἰατροῖς παραινοῦσιν ἀεὶ τοῦ δείπνου καὶ τοῦ ὕπνου λαμβάνειν μεθόριον καὶ μὴ συμφορήσαντας εἰς τὸ σῶμα τὰ σιτία καὶ τὸ πνεῦμα καταθλίψαντας εὐθὺς ὠμῇ καὶ ζεούσῃ τῇ τροφῇ βαρύνειν τὴν πέψιν ἀλλʼ ἀναπνοὴν καὶ χάλασμα παρέχειν, ὥσπερ οἱ τὰ σώματα κινεῖν μετὰ δεῖπνον ἀξιοῦντες οὐ δρόμοις οὐδὲ παγκρατίοις τοῦτο ποιοῦσιν ἀλλὰ βληχροῖς περιπάτοις καὶ χορείαις ἐμμελέσιν, οὕτω καὶ ἡμεῖς οἰησόμεθα δεῖν τὰς ψυχὰς διαφέρειν μετὰ τὸ δεῖπνον μήτε πράγμασι μήτε φροντίσι μήτε σοφιστικοῖς ἀγῶσι πρὸς ἅμιλλαν ἐπιδεικτικὴν ἢ νικητικὴν περαινομένοις. ἀλλὰ πολλὰ μέν ἐστι τῶν φυσικῶν προβλημάτων ἐλαφρὰ καὶ πιθανά, πολλὰ δʼ ἠθικὰς σκέψεις ἔχοντα καὶ τοῦτο δὴ τὸ μενοεικές, ὡς Ὅμηρος ἔφη, καὶ μὴ ἀντίτυπον. τὰς δʼ ἐν ἱστορικαῖς καὶ ποιητικαῖς ζητήσεσι διατριβὰς οὐκ ἀηδῶς ἔνιοι δευτέρας τραπέζας ἀνδράσι φιλολόγοις καὶ φιλομούσοις προσεῖπον. εἰσὶ δὲ καὶ διηγήσεις ἄλυποι καὶ μυθολογίαι, καὶ τὸ περὶ αὐλοῦ τι καὶ λύρας ἀκοῦσαι καὶ εἰπεῖν ἐλαφρότερον ἢ λύρας αὐτῆς φθεγγομένης ἀκούειν καὶ αὐλοῦ. μέτρον δὲ τοῦ καιροῦ τὸ τῆς τροφῆς καθισταμένης ἀτρέμα καὶ συμπνεούσης τὴν πέψιν ἐγκρατῆ γενέσθαι καὶ ὑπερδέξιον.4
宙克西波斯:据说,吕底亚人在饥荒期间隔日进食,而在间歇之日嬉戏掷骰以度日;但对于一位好学好乐之人而言,在需要推迟进食的时节,身旁所备的几何图形、小书卷或小竖琴,绝不会任由他被肚腹劫掠,反而会通过不断将心智从餐桌引开并转移至这些事物上,以缪斯女神驱散那些如哈尔庇厄一般的欲望。因为,难道塞西亚人饮酒时,常常抚弓拨弦以唤回因醉酒而松弛的豪气,而希腊男儿借由文献与书卷从容松解那蛮横难劝的欲望时,倒要畏惧那些嘲弄他的人吗?诚然,在米南德剧中,当那些年轻人在饮酒时遭遇老鸨设局、引入美貌而昂贵的交际花时,正如诗人所言,他们每一个人“独自俯身猛嚼蜜饯”,以此保持戒备并畏惧举目注视;而好学之人则拥有许多美好愉悦的避开与转向之法,只要他们在面对陈设的餐桌时无法以其他方式抑制那如犬似兽的欲望。至于教练们的声音和体育教师的言论——他们总是声称餐桌上的文雅探讨会败坏食物并加重头部负担——唯有当我们打算在晚餐时破解“印度人悖论”或辩论“主辞论式”时,才需对此心存忌惮。因为据说棕榈的心髓虽甜,却属于极易致人头痛之物;而在晚餐时施展辩证法,绝非甜美的餐后甜点,反倒极易致人头痛和疲惫。但若他们不允许我们在晚餐时探寻、探讨或研读其他那些在崇高与有益中因愉悦而带有诱人且甜美成分的事理,我们便当喝令他们莫来滋扰,而当走开去有顶跑道和角力场中同运动员们谈论这些去——那些人已被他们剥夺了书卷,习惯于整日沉溺在嘲弄与粗俗谑浪之中,正如风趣的阿里斯同所言,被造就得如同健身房里的石柱一般,既油光水滑又僵如顽石。而我们自身听从医师们的教诲,他们始终劝导在晚餐与就寝之间留出间歇,切莫在将食物堆聚入体并压迫气息之后,立即以生硬沸滚的食物重压消化系统,而当给予呼吸与舒缓之机——正如那些认为食后宜活动身体的人并非通过赛跑或混斗,而是借由平缓漫步与合度的舞蹈来达成,我们亦当认为晚餐之后应使心灵得到舒展,既非通过俗务,亦非通过忧思,亦非通过为炫耀或求胜而进行的诡辩论争。实际上,自然哲学问题中有许多既轻快又令人信服,还有许多包含伦理省思,恰合荷马所谓的“惬意顺心”而不生牴触。有些人将历史与诗学探讨中的留连,饶有风趣地称为好学好乐之士的“第二道餐台”。此外还有无害的叙事与神话传说,谈论或聆听关于长笛和竖琴的事情,比聆听竖琴和长笛本身的声响更为轻快。而这一时机的尺度,乃是食物平稳落定且与气息融和,消化能力已占据主导并处于优位之时。
ΖΕΥΞΙΠΠΟΣ. ἐπεὶ δʼ Ἀριστοτέλης οἴεται τῶν δεδειπνηκότων τὸν μὲν περίπατον ἀναρριπίζειν τὸ θερμόν, τὸν δʼ ὕπνον, ἂν εὐθὺς καθεύδωσι, καταπνίγειν, ἕτεροι δὲ τὴν μὲν ἡσυχίαν οἴονται τὰς πέψεις βελτίονας ποιεῖν, τὴν δὲ κίνησιν ταράττειν τὰς ἀναδόσεις, καὶ τοῦτο τοὺς μὲν περιπατεῖν εὐθὺς ἀπὸ δείπνου τοὺς δʼ ἀτρεμεῖν πέπεικεν, ἀμφοτέρων ἂν οἰκείως ἐφάπτεσθαι δόξειεν ὁ τὸ μὲν σῶμα συνθάλπων καὶ συνέχων μετὰ τὸ δεῖπνον, τὴν δὲ διάνοιαν μὴ καταφερόμενος μηδʼ ἀργῶν εὐθὺς ἀλλʼ ὥσπερ εἴρηται διαφορῶν ἐλαφρῶς τὸ πνεῦμα καὶ λεπτύνων τῷ λαλεῖν τι καὶ ἀκούειν τῶν προσηνῶν καὶ μὴ δακνόντων μηδὲ βαρυνόντων.
宙克西波斯:另外,既然亚里士多德认为在进餐者中,散步能激荡热力,而若食后立即就寝,睡眠则会窒息热力;另一些人却认为静息能使消化更佳,运动则会扰乱营养的输布——这促使前一部分人食后立即散步,后一部分人则保持静止——那么,若有人在晚餐之后使身体保暖凝聚,同时心灵既不立即沉堕怠惰,反而如前所述,通过谈论和聆听温和、既不刺痛亦不压抑的话题,使气息轻快地发散与澄澈,此人便可被视为恰如其分地兼顾了二者的长处。
- 20φιλόλογον δʼ ἄνδρα καὶ φιλόμουσον ... οὐ προΐενται ... ἀλλʼ ἀποστρέφων ... διασοβήσει
此处出现从宾格短语 φιλόλογον δʼ ἄνδρα(语境中预期的逻辑主语)向主格分词 ἀποστρέφων 及主动词 διασοβήσει 的句法转折(破格语法/句式倒错)。前半句的主语是并列的中性单数名词(διάγραμμα ... βιβλίδιον ἢ λύριον)支配动词 οὐ προΐενται,而在后半句中,叙述自然过渡到以这位好学之士自身为主语,主动将心智从餐桌引开。
- 133bτῶν τραγημάτων ἔφλα
τῶν τραγημάτων 是由动词 ἔφλα(φλάω 的未完成过去时,意为“咬碎”、“猛吃”)支配的部分属格(partitive genitive),意为“嚼食着一些甜点/蜜饯”,表现了青年们为避免目视交际花而借吃零食转移注意力的举止。
- 133cτὸν Ἰνδὸν ἀναλύειν ἢ διαλέγεσθαι περὶ τοῦ Κυριεύοντος
此处指古代辩证法中讨论的艰深逻辑难题(诡辩命题)。τὸν Ἰνδὸν 指解开“印度人”悖论(涉及整体与部分属性归属的逻辑难题),而 περὶ τοῦ Κυριεύοντος 则指麦加拉学派狄奥多洛·克罗诺提出的关于模态逻辑与决定论的著名“主辞论式”(Master Argument)。作者以此作为极不适合餐桌讨论的繁难思辨的代表。
- 133eμέτρον δὲ τοῦ καιροῦ τὸ τῆς τροφῆς καθισταμένης ἀτρέμα καὶ συμπνεούσης τὴν πέψιν ἐγκρατῆ γενέσθαι καὶ ὑπερδέξιον
该句的基本结构为:带冠词的不定式短语 τὸ ... γενέσθαι 作主语,μέτρον δὲ τοῦ καιροῦ 作表语名词短语(省略系动词 ἐστί)。在不定式短语内部,τὴν πέψιν 作不定式的对格主语,ἐγκρατῆ ... καὶ ὑπερδέξιον 作表语形容词,并由属格绝对结构 τῆς τροφῆς καθισταμένης ἀτρέμα καὶ συμπνεούσης 作为前提条件嵌入其间。
