← 普鲁塔克

健康养生说

§19

牛奶与酒水的合理饮用之道

宙克西波斯论述了牛奶应作为滋养食物而非饮品,并强调饮酒须讲求节度与时机;他特别指出在身心疲劳或内热发炎时应以水代酒,以维系机体之中道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19

ΖΕΥΞΙΠΠΟΣ. τῶν δʼ ὑγρῶν γάλακτι μὲν οὐχ ὡς ποτῷ χρηστέον, ἀλλʼ ὡς σιτίῳ δύναμιν ἐμβριθῆ καὶ πολύτροφον ἔχοντι. πρὸς δὲ τὸν οἶνον ἅπερ Εὐριπίδης πρὸς τὴν Ἀφροδίτην διαλεκτέον "εἴης μοι, μέτριον δέ πως εἴης, μηδʼ ἀπολείποις" καὶ γὰρ ποτῶν ὠφελιμώτατόν ἐστι καὶ φαρμάκων ἥδιστον καὶ ὄψων ἀσικχότατον, ἂν τύχῃ τῆς πρὸς τὸν καιρὸν εὐκρασίας μᾶλλον ἢ τῆς πρὸς τὸ ὕδωρ.1 ὕδωρ δʼ οὐ μόνον τὸ μιγνύμενον πρὸς οἶνον, ἀλλὰ καὶ τὸ καθʼ ἑαυτὸ τοῦ κεκραμένου μεταξὺ πινόμενον ἀβλαβέστερον ποιεῖ τὸ κεκραμένον. ἐθιστέον οὖν παρὰ τὴν καθʼ ἡμέραν δίαιταν ὕδατος προσφέρεσθαι καὶ δύο καὶ τρία ποτήρια, τήν τε δύναμιν τοῦ οἴνου ποιοῦντα μαλακωτέραν καὶ τοῦ σώματος συνήθη τὴν ὑδροποσίαν, ὅπως, ὅταν ἐν χρείᾳ γένηται, μὴ ξενοπαθῇ μηδʼ ἀπαναίνηται. συμβαίνει γὰρ ἐνίους φέρεσθαι μάλιστα πρὸς τὸν οἶνον ὅταν μάλιστα χρείαν ὑδροποσίας ἔχωσι. καὶ γὰρ ἡλιωθέντες καὶ ῥιγώσαντες πάλιν καὶ σφοδρότερον εἰπόντες καὶ συντονώτερον φροντίσαντες καὶ ὅλως μετὰ τοὺς κόπους καὶ τοὺς ἀγῶνας οἴονται ποτέον εἶναι τὸν οἶνον ὡς καὶ τῆς φύσεως ἀπαιτούσης εὐπάθειάν τινα τῷ σώματι καὶ μεταβολὴν ἐκ τῶν πόνων. ἡ δὲ φύσις εὐπάθειαν μέν, εἴ τις εὐπάθειαν καλεῖ τὴν ἡδυπάθειαν, οὐκ ἀπαιτεῖ, μεταβολὴν δʼ ἀπαιτεῖ τὴν εἰς τὸ μέσον ἡδονῆς καὶ πόνου καθιστᾶσαν. διὸ καὶ τροφῆς ὑφαιρετέον ἐν τούτοις, καὶ τὸν οἶνον ἢ παντελῶς ἀφαιρετέον ἢ προσοιστέον πολλῇ κατακεραννύμενον διὰ μέσου καὶ κατακλυζόμενον ὑδροποσίᾳ. πλήκτης γὰρ ὢν καὶ ὀξὺς ἐπιτείνει τὰς τοῦ σώματος ταραχάς, καὶ τραχύτερα ποιεῖ καὶ παροξύνει τὰ πεπληγμένα, παρηγορίας δεόμενα καὶ λειότητος, ἃς μάλιστα τὸ ὕδωρ ἐνδίδωσι. καὶ γὰρ ἂν οὐ διψῶντες, ἄλλως δὲ θερμὸν ὕδωρ πίωμεν μετὰ τοὺς κόπους καὶ τὰς διατάσεις καὶ τὰ καύματα, χαλάσματος καὶ μαλακότητος αἰσθανόμεθα περὶ τὰ ἐντός· ἤπιος γὰρ ἡ τοῦ ὕδατος ὑγρότης καὶ ἄσφυκτος, ἡ δὲ τοῦ οἴνου φορὰν ἔχει πολλὴν καὶ δύναμιν οὐκ εὐμενῆ τοῖς προσφάτοις πάθεσιν οὐδὲ φιλάνθρωπον. καὶ γὰρ ἃς λέγουσιν ἔνιοι τῷ σώματι τὴν ἀσιτίαν δριμύτητας ἐγγεννᾶν καὶ πικρότητας εἴ τις δέδιεν2 ἢ καθάπερ οἱ παῖδες δεινὸν ἡγεῖται πρὸ τοῦ πυρέττειν μὴ παρατίθεσθαι τράπεζαν ἐν ὑποψίᾳ γεγονώς, εὐάρμοστον ἡ ὑδροποσία μεθόριον. καὶ γὰρ αὐτῷ τῷ Διονύσῳ πολλάκις νηφάλια θύομεν, ἐθιζόμενοι καλῶς μὴ ζητεῖν ἀεὶ τὸν ἄκρατον. ὁ δὲ Μίνως καὶ τὸν αὐλὸν ἀφεῖλε τῆς θυσίας καὶ τὸν στέφανον ὑπὸ λύπης. καίτοι λυπουμένην ψυχὴν ἴσμεν οὔθʼ ὑπὸ στεφάνων οὔθʼ ὑπʼ αὐλῶν παθοῦσαν· σῶμα δʼ οὐδὲν οὕτως ἰσχυρόν ἐστιν, ᾧ τεταραγμένῳ καὶ φλεγμαίνοντι προσπεσὼν οἶνος οὐκ ἠδίκησε.3

宙克西波斯:在流质中,牛奶不当作为饮品使用,而当作为蕴含厚实且高营养功效的食物。对于葡萄酒,则当如欧里庇得斯对阿佛洛狄忒所说的那样诉说: “愿你顾我,然须有节度地 顾我,亦莫将我离弃;” 因为若能把握合乎时宜的调和,而非仅与水调和,酒便是饮品中最有益的,药物中最令人愉悦的,副食中最不令人厌腻的。而水,不仅是与酒掺和之水,即令在饮用调和之酒的间隙单独饮下的水,也能使调和酒更为无害。因此,在日常饮食中应当养成饮用两三杯水的习惯,这既使酒的烈性趋于温和,又使身体习惯于饮水,以便在需要之时不致感到生疏或排斥。因为有些人往往在最需要饮水之时,反而最易趋向于饮酒。确实,在日晒之后,或者受冻之后,在激昂发表演说之后,在高度专注思索之后,总之在劳累与剧烈竞逐之后,他们以为必须饮酒,仿佛机体本性也要求身体得到某种舒适与劳苦后的转换。然而机体本性并不要求舒适——若有人将贪图享乐称为舒适的话——而是要求那种将身体安置于快乐与痛苦之中道的转换。因此,在这些情形下亦须减少食物,而酒或当完全屏绝,或当在间隙充分掺入多量饮水并以其冲淡后方可摄入。因为酒性刚烈锐利,会加剧身体的骚乱,使受损而急需抚慰与柔和的部位更加粗砺并受到激惹,而水最能提供这种抚慰与柔和。事实上,即便不渴,在劳累、紧张与灼热之后另行饮用温水,我们也会在体内感受到松弛与柔和。因为水的湿润温和而不致脉搏暴跳,而酒则具有极大的冲力,其效力对新近的病痛既非友善亦非宽容。此外,如果有人畏惧某些人所言断食会在体内滋生辛辣与苦涩之物,或者如孩童一般,在怀疑将要发热时视不设餐桌为可怕之事,那么饮水便是一个极为合宜的中介。因为我们甚至常常向狄俄尼索斯本人献上无酒之祭,借此良好地习惯于不总是追求纯酒。而米诺斯因悲恸亦从祭祀中免去了长笛与冠冕。然而我们知道,悲伤的灵魂并不会受到冠冕或长笛的伤害;但没有任何肉体是如此强壮,以致在受扰动且发炎之时,遭受酒的侵袭却不受损害的。

语法注3 条
  1. 132bἂν τύχῃ τῆς πρὸς τὸν καιρὸν εὐκρασίας μᾶλλον ἢ τῆς πρὸς τὸ ὕδωρ

    动词 τύχῃ 支配属格宾语 τῆς εὐκρασίας。名词 εὐκρασία 在此处具有双重含义:既指酒与水的“物理调和”,亦指切合机体状态与时机的“适度/良好平衡”。介词短语 πρὸς τὸν καιρόν 与 πρὸς τὸ ὕδωρ 相对照,凸显了切合时机的节制远重于单纯与水调配。

  2. 132eἃς λέγουσιν ἔνιοι τῷ σώματι τὴν ἀσιτίαν δριμύτητας ἐγγεννᾶν καὶ πικρότητας εἴ τις δέδιεν

    此处出现语序倒装(hyperbaton)与前置(prolepsis):关系代词 ἃς 连同其所修饰的名词 δριμύτητας καὶ πικρότητας 被置于条件连词 εἴ 之前。其深层句法结构为:εἴ τις δέδιεν τὰς δριμύτητας καὶ πικρότητας, ἃς λέγουσιν ἔνιοι τὴν ἀσιτίαν τῷ σώματι ἐγγεννᾶν。在关系从句内部,不定式 ἐγγεννᾶν 的逻辑主语为宾格 τὴν ἀσιτίαν,间接宾语为与格 τῷ σώματι。

  3. 132eᾧ τεταραγμένῳ καὶ φλεγμαίνοντι προσπεσὼν οἶνος οὐκ ἠδίκησε

    关系代词 ᾧ 指代先行词 σῶμα,作复合分词 προσπεσών(προσπίπτω 支配与格)的与格宾语。并列分词 τεταραγμένῳ καὶ φλεγμαίνοντι 与 ᾧ 在性、数、格上保持一致,修饰处于紊乱和发炎状态的肉体。主动词 ἠδίκησε 为格言过去时(gnomic aorist),与否定词 οὐκ 连用,表达一条普遍恒常的真理,即酒侵袭处于受扰发炎的身体时,绝无不造成损害之理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg077.humanitext-grc2:19