- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Bernardakis, Gregorius N., editor; Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg077.humanitext-grc2:17-18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宙克西波斯对比了运动后冷水浴的弊端与温水浴的益处,随后转入饮食议题,告诫切莫过度肉食,主张以清淡易消化的食物滋养身体并保持理性的敏锐。
ΖΕΥΞΙΠΠΟΣ. λουτρῷ δὲ χρῆσθαι γυμνασαμένους ψυχρῷ μὲν ἐπιδεικτικὸν καὶ νεανικὸν μᾶλλον ἢ ὑγιεινόν ἐστιν. ἣν γὰρ δοκεῖ ποιεῖν δυσπάθειαν πρὸς τὰ ἔξω καὶ σκληρότητα τοῦ σώματος, αὕτη μεῖζον ἀπεργάζεται1 περὶ τὰ ἐντὸς κακόν, ἐνισταμένη τοῖς πόροις καὶ τὰ ὑγρὰ συνάγουσα καὶ πηγνύουσα τὰς ἀναθυμιάσεις ἀεὶ χαλᾶσθαι καὶ διαφορεῖσθαι βουλομένας. ἔτι δʼ ἀνάγκη τοὺς ψυχρολουτοῦντας εἰς ἐκείνην αὖθις μεταβαίνειν ἣν φεύγομεν ἀκριβῆ καὶ τεταγμένην ἀποτόμως δίαιταν, ἀεὶ προσέχοντας αὑτοῖς μὴ παραβαίνωσι ταύτην, ὡς εὐθὺς ἐξελεγχομένου πικρῶς παντὸς ἁμαρτήματος. ἡ δὲ θερμολουσία δίδωσι πολλὴν συγγνώμην. οὐ γὰρ τοσοῦτον εὐτονίας ὑφαιρεῖ καὶ ῥώμης, ὅσον ὠφελεῖ πρὸς ὑγίειαν, ἐνδόσιμα τῇ πέψει καὶ μαλακὰ παρέχουσα, τοῖς δὲ τὴν πέψιν διαφεύγουσιν, ἄν γε δὴ μὴ παντάπασιν ὠμὰ καὶ μετέωρα μείνῃ, διαχύσεις ἀλύπους παρασκευάζουσα καὶ κόπους ἐκλεαίνουσα λανθάνοντας. οὐ μὴν ἀλλʼ ὅταν ἡ φύσις παρέχῃ μετρίως διακειμένου καὶ ἱκανῶς τοῦ σώματος αἴσθησιν, ἐατέον τὸ βαλανεῖον. ἄλειμμα δὲ τὸ πρὸς πυρὶ βέλτιον, ἂν ἀλέας δέηται τὸ σῶμα, ταμιεύεται γὰρ αὑτῷ τῆς θερμότητος. ὁ δʼ ἥλιος οὔτε μᾶλλον οὔθʼ ἧττον ἀλλʼ ὡς κέκραται πρὸς τὸν ἀέρα κεχρῆσθαι δίδωσι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ γυμνασίων.
宙克西波斯:运动之后使用冷水浴,多显炫耀和年轻气盛,而非合乎健康。因为它看似能产生的对外在刺激的抵抗力与身体的硬度,这却在体内造成更大的祸患:它阻塞毛孔,聚敛体液,凝固那些本欲时刻松弛并发散的气体。此外,进行冷水浴者不得不再次回到我们所规避的那种严苛而绝对刻板的生活制度中去,必须时刻留意自己不可违背此道,仿佛任何微小的过失都会立遭痛苦的显露。相比之下,温水浴则大有回旋余地。温水浴虽损耗些许张力与体力,但带给健康的助益远胜于此:它为消化提供顺应与柔和的条件;对于未能消化的食物,只要并非完全生硬浮滞,便能使其无痛消散,并抚平潜藏的疲劳。然而,当机体自然显示出身体状态适度且充沛之感时,则当避开公共浴室。若身体需要温热,在火旁涂油揉摩则更为优越,因为身体能自主节制热量;而太阳则不允许人或多或少随心取用,只能依照它与空气调和的状态予以承受。关于锻炼,这些便已足够。
ΖΕΥΞΙΠΠΟΣ. ἐπὶ δὲ τροφὴν παραγενομένους, ἂν μὲν ᾖ τι τῶν πρόσθεν ὄφελος λόγων οἷς τὰς ὀρέξεις κηλοῦμεν καὶ καταπραΰνομεν, ἄλλο τι χρὴ παραινεῖν τῶν ἐφεξῆς· ἂν δʼ ὥσπερ ἐκ δεσμῶν λελυμένῃ χαλεπὸν ᾖ χρῆσθαι καὶ φιλονεικεῖν πρὸς γαστέρα ὦτα μὴ ἔχουσαν, ὡς ἔλεγε Κάτων, διαμηχανητέον τῇ ποιότητι τῆς τροφῆς ἐλαφρότερον ποιεῖν τὸ πλῆθος. καὶ τὰ μὲν στερεὰ καὶ πολύτροφα τῶν σιτίων, οἷον τὰ κρεώδη καὶ τυρώδη καὶ σύκων τὰ ξηρὰ καὶ ᾠῶν τὰ ἑφθά, προσφέρεσθαι πεφυλαγμένως ἁπτόμενον ἔργον γὰρ ἀεὶ παραιτεῖσθαι, τοῖς δὲ λεπτοῖς ἐμφύεσθαι καὶ κούφοις, οἷα τὰ πολλὰ τῶν λαχάνων καὶ τὰ πτηνὰ καὶ τῶν ἰχθύων οἱ μὴ πίονες. ἔστι γὰρ τὰ τοιαῦτα προσφερόμενον καὶ χαρίζεσθαι ταῖς ὀρέξεσι καὶ τὸ σῶμα μὴ πιέζειν. μάλιστα δὲ τὰς ἀπὸ κρεῶν φοβητέον ἀπεψίας· καὶ γὰρ εὐθὺς σφόδρα καὶ βαρύνουσι, καὶ λείψανον εἰσαῦθις πονηρὸν ἀπʼ αὐτῶν παραμένει. καὶ κράτιστον μὲν ἐθίσαι τὸ σῶμα μηδεμιᾶς προσδεῖσθαι σαρκοφαγίας· πολλὰ γὰρ οὐ μόνον πρὸς διατροφὴν ἄφθονα ἀλλὰ καὶ πρὸς εὐπάθειαν καὶ ἀπόλαυσιν ἀναδίδωσιν ἡ γῆ, τοῖς μὲν αὐτόθεν ἀπραγμόνως χρῆσθαι παρέχουσα, τὰ δὲ μιγνύμενα παντοδαπῶς καὶ σκευαζόμενα συνηδύνειν.2 ἐπεὶ δὲ τὸ ἔθος τρόπον τινὰ φύσις τοῦ παρὰ φύσιν γέγονεν, οὐ δεῖ χρῆσθαι κρεοφαγίᾳ πρὸς ἀποπλήρωσιν ὀρέξεως, ὥσπερ λύκους ἢ λέοντας, ἀλλʼ οἷον ὑπέρεισμα καὶ διάζωμα τῆς τροφῆς ἐμβαλλομένους ἑτέροις σιτίοις χρῆσθαι3 καὶ ὄψοις, ἃ καὶ τῷ σώματι μᾶλλόν ἐστι κατὰ φύσιν, καὶ τῆς ψυχῆς ἧττον ἀμβλύνει τὸ λογικόν, ὥσπερ ἐκ λιτῆς καὶ ἐλαφρᾶς ὕλης ἀναπτόμενον.
宙克西波斯:至于进食之事,倘若我们此前用以抚慰和平息食欲的言论尚有微效,便应当就随后的事宜提出别样劝诫;但若胃肠如脱缰之锁,难以驾驭,且正如加图所言“胃是没有耳朵的”,难以与其争辩,那就必须巧用心思,以食物的品质使食量变得轻便。对于坚硬且营养过剩的食物,诸如肉类、奶酪、干无花果与水煮蛋等,应当谨慎沾唇而食——因为要总是拒绝它们委实不易;相反,应当依凭于清淡轻盈之物,诸如大多蔬菜、禽类以及非肥腻的鱼类。因为食用此类食物,既能取悦食欲,又不致压迫身体。尤其应当畏惧由肉类引起的消化不良:因其不仅立刻带来沉重的压迫感,随后还会留下恶浊的残余。最上策莫过于使身体习惯于完全不需要食肉;因为大地丰饶地出产许多物品,不仅用于维持生命,亦可带来舒适与享受,其中有的可直接省心取用,有的经由各种调和烹制更添美味。然而,既然习惯在某种程度上已成了反自然之事的“自然(第二本性)”,我们便不可如狼或狮子那样为填饱欲望而食肉,而应仅将其作为食物的底托与衬垫略加摄入,多取用其他食品与菜肴;这不仅对身体而言更合乎自然,而且对灵魂的理性部分的钝化也更少,仿佛理性是由简素轻灵的燃料所点燃的一般。
- 17ἣν γὰρ δοκεῖ ποιεῖν δυσπάθειαν πρὸς τὰ ἔξω καὶ σκληρότητα τοῦ σώματος, αὕτη μεῖζον ἀπεργάζεται
前置预取结构(prolepsis):先行词(δυσπάθειαν... καὶ σκληρότητα)以宾格形式被纳入关系从句内部,主句则由阴性单数指示代词 αὕτη 承接。句意为:“它所看似产生的对外抵御力与坚硬度,此物却在体内造成了更大的祸害”。
- 131eτοῖς μὲν αὐτόθεν ἀπραγμόνως χρῆσθαι παρέχουσα, τὰ δὲ μιγνύμενα παντοδαπῶς καὶ σκευαζόμενα συνηδύνειν
分词 παρέχουσα 所统辖的句子成分发生了格的交替变换(variatio):前半句 τοῖς μὲν 保留了不定式 χρῆσθαι 所支配的与格,而后半句 τὰ δὲ... 则转变为宾格加不定式结构(或作为不定式 συνηδύνειν 的宾语/主语)。两者平行表达大地提供食物的两种方式:一种可直接取用,另一种经调配后增味。
- 132aοἷον ὑπέρεισμα καὶ διάζωμα τῆς τροφῆς ἐμβαλλομένους ἑτέροις σιτίοις χρῆσθαι
宾格分词 ἐμβαλλομένους 是非人称动词 δεῖ(οὐ δεῖ χρῆσθαι)所统领的不定式的逻辑主语(泛指一般人)。分词为中动相,意为“(将肉类)为自己作为食物的基座与隔层插入其中”,作为伴随状语修饰主不定式 χρῆσθαι。
