← 普鲁塔克

健康养生说

§16

适合学者的发声与辩论锻炼

宙克西波斯阐述了发声、朗读与辩论是适合好学者的最佳锻炼方式,论及它们的生理益处、调护方法、在旅途与客栈中坚持锻炼的原则,并以尼格尔的悲剧为例告诫切莫在身体不适时勉强用力发声。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

ΖΕΥΞΙΠΠΟΣ. αὖθις οὖν ἀναλαβόντες ἐξ ἀρχῆς περὶ ἑκάστου, πρῶτον δὲ περὶ γυμνασίων φιλολόγοις ἁρμοζόντων λέγομεν ὅτι ὥσπερ ὁ φήσας μηδὲν γράφειν παραθαλασσίοις περὶ ὀδόντων ἐδίδαξε τὴν χρείαν,1 οὕτω καὶ φιλολόγοις φαίη τις ἂν μὴ γράφειν περὶ γυμνασίων. ἡ γὰρ καθʼ ἡμέραν τοῦ λόγου χρεία διὰ φωνῆς περαινομένη θαυμαστὸν οἷόν ἐστι γυμνάσιον2 οὐ μόνον πρὸς ὑγίειαν ἀλλὰ καὶ πρὸς ἰσχύν, οὐ παλαιστικὴν οὐδὲ σαρκοῦσαν καὶ πυκνοῦσαν τὰ ἐκτὸς ὥσπερ οἰκοδομήματος, ἀλλὰ τοῖς ζωτικωτάτοις μέρεσι ῥώμην ἐνδιάθετον καὶ τόνον ἀληθινὸν ἐμποιοῦσαν. ὅτι μὲν γὰρ ἰσχὺν δίδωσι τὸ πνεῦμα, δηλοῦσιν οἱ ἀλεῖπται, τοὺς ἀθλητὰς κελεύοντες ἀντερείδειν ταῖς τρίψεσι καὶ παρεγκόπτειν τείνοντας ἀεὶ τὰ πλασσόμενα μέρη καὶ ψηλαφώμενα τοῦ σώματος· ἡ δὲ φωνή, τοῦ πνεύματος οὖσα κίνησις, οὐκ ἐπιπολαίως ἀλλʼ ὥσπερ ἐν πηγαῖς περὶ τὰ σπλάγχνα ῥωννυμένη, τὸ θερμὸν αὔξει καὶ λεπτύνει τὸ αἷμα, καὶ πᾶσαν μὲν ἐκκαθαίρει φλέβα, πᾶσαν δʼ ἀρτηρίαν ἀνοίγει, σύστασιν δὲ καὶ πῆξιν ὑγρότητος οὐκ ἐᾷ περιττωματικῆς ὥσπερ ὑποστάθμην ἐγγενέσθαι τοῖς τὴν τροφὴν παραλαμβάνουσι καὶ κατεργαζομένοις ἀγγείοις. διὸ δεῖ μάλιστα ποιεῖν ἑαυτοὺς τούτῳ τῷ γυμνασίῳ συνήθεις καὶ συντρόφους ἐνδελεχῶς λέγοντας, ἂν δʼ ᾖ τις ὑποψία τοῦ σώματος ἐνδεέστερον ἢ κοπωδέστερον ἔχοντος, ἀναγιγνώσκοντας καὶ ἀναφωνοῦντας. ὅπερ γὰρ αἰώρα πρὸς γυμνάσιόν ἐστι, τοῦτο πρὸς διάλεξιν ἀνάγνωσις, ὥσπερ ἐπʼ ὀχήματος ἀλλοτρίου λόγου κινοῦσα μαλακῶς καὶ διαφοροῦσα πράως τὴν φωνήν. ἡ δὲ διάλεξις ἀγῶνα καὶ σφοδρότητα προστίθησιν, ἅμα τῆς ψυχῆς τῷ σώματι συνεπιτιθεμένης. κραυγὰς μέντοι περιπαθεῖς καὶ σπαραγμώδεις εὐλαβητέον· αἱ γὰρ ἀνώμαλοι προβολαὶ καὶ διατάσεις τοῦ πνεύματος ῥήγματα καὶ σπάσματα ποιοῦσιν. ἀναγνόντα δʼ ἢ διαλεχθέντα λιπαρᾷ καὶ ἀλεεινῇ τρίψει χρηστέον πρὸ τοῦ περιπάτου καὶ μαλάξει τῆς σαρκός, ὡς ἀνυστόν ἐστι, τῶν σπλάγχνων ποιούμενον ἁφὴν3 καὶ τὸ πνεῦμα πράως διομαλύνοντα καὶ διαχέοντα μέχρι τῶν ἄκρων. μέτρον δὲ τοῦ πλήθους τῆς τρίψεως ἔστω τὸ προσφιλὲς τῇ αἰσθήσει καὶ ἄλυπον. ὁ γὰρ οὕτω καταστήσας τὴν ἐν βάθει ταραχὴν καὶ διάτασιν τοῦ πνεύματος, ἀλύπῳ τε χρῆται τῷ περιττώματι, κἂν ἀκαιρία τις ἢ χρεία κωλύσῃ τὸν περίπατον, οὐδέν ἐστι πρᾶγμα· τὸ γὰρ οἰκεῖον ἡ φύσις ἀπείληφεν. ὅθεν οὔτε πλοῦν ποιητέον οὔτε καταγωγὴν ἐν πανδοκείῳ σιγῆς πρόφασιν, οὐδʼ ἂν πάντες καταγελῶσιν. ὅπου γὰρ οὐκ αἰσχρὸν τὸ φαγεῖν, οὐδὲ τὸ γυμνάζεσθαι δήπουθεν αἰσχρόν· ἀλλʼ αἴσχιον τὸ δεδοικέναι καὶ δυσωπεῖσθαι ναύτας καὶ ὀρεωκόμους καὶ πανδοκεῖς καταγελῶντας οὐ τοῦ σφαιρίζοντος καὶ σκιαμαχοῦντος ἀλλὰ τοῦ λέγοντος, ἂν ἅμα διδάσκῃ τι καὶ ζητῇ καὶ μανθάνῃ καὶ ἀναμιμνῄσκηται γυμναζόμενος. ὁ μὲν γὰρ Σωκράτης ἔλεγεν ὅτι τῷ κινοῦντι διʼ ὀρχήσεως αὑτὸν ἑπτάκλινος οἶκος ἱκανός ἐστιν ἐγγυμνάζεσθαι, τῷ δὲ διʼ ᾠδῆς λόγου γυμναζομένῳ4 γυμνάσιον ἀποχρῶν καὶ ἑστῶτι καὶ κατακειμένῳ πᾶς τόπος παρέχει. μόνον ἐκεῖνο φυλακτέον, ὅπως μήτε πλησμονὴν μήτε λαγνείαν μήτε κόπον ἑαυτοῖς συνειδότες ἐντεινώμεθα τῇ φωνῇ τραχύτερον , ὃ πάσχουσι πολλοὶ τῶν ῥητόρων καὶ τῶν σοφιστῶν, οἱ μὲν ὑπὸ δόξης καὶ φιλοτιμίας, οἱ δὲ διὰ μισθοὺς ἢ πολιτικὰς ἁμίλλας ἐξαγόμενοι παρὰ τὸ συμφέρον ἀγωνίζεσθαι. Νίγρος δʼ ὁ ἡμέτερος ἐν Γαλατίᾳ σοφιστεύων ἄκανθαν ἐτύγχανεν ἰχθύος καταπεπωκώς. ἑτέρου δʼ ἐπιφανέντος ἔξωθεν σοφιστοῦ καὶ μελετῶντος, ὀρρωδῶν ὑφειμένου δόξαν παρασχεῖν, ἔτι τῆς ἀκάνθης ἐνισχομένης ἐμελέτησε· μεγάλης δὲ φλεγμονῆς καὶ σκληρᾶς γενομένης, τὸν πόνον οὐ φέρων ἀνεδέξατο τομὴν ἔξωθεν βαθεῖαν. ἡ μὲν οὖν ἄκανθα διὰ τοῦ τραύματος ἐξῃρέθη, τὸ δὲ τραῦμα χαλεπὸν γενόμενον καὶ ῥευματικὸν ἀνεῖλεν αὐτόν. ἀλλὰ ταῦτα μὲν ἄν τις ὕστερον εὐκαίρως ὑπομνήσειε.

宙克西波斯:那么,让我们重新从头逐项讨论,首先谈及适合好学者的运动:正如那位说不为海滨居民撰写任何关于牙齿之事的人教导了〔海水的〕用法一样,人们同样也可以说不为好学者撰写有关锻炼之事。因为借助发声而实现的日常话语运用,不仅对健康,而且对力量而言,都是一种惊人的极佳锻炼;这种力量并非摔跤手那种增肉厚表、如构筑房屋外壁一般的粗力,而是将内在的劲力和真正的张力赋予最关乎生命的脏器。气息能带来力量,这一点涂油教练们已经明示,他们要求运动员抵住按摩并屏住〔气息〕,时刻绷紧身体受揉捏推拿的部位;而声音作为气息的运动,其得力之处并非在表皮,而是在脏腑深处的源泉之中,它能增强热量,稀释血液,荡涤所有静脉,通畅所有动脉,绝不容许过剩的体液如沉渣一般凝结聚积于接纳并消化食物的器官之中。因此,人们尤其应当持续言说,使自己习惯并熟悉这种锻炼;而若是觉察到身体有些亏虚或倦怠,则进行朗读与朗诵。因为悬床晃动之于一般身体运动的关系,正如朗读之于辩论发言的关系:它仿佛依附在他人言论的舆车之上,使声音轻柔地活动并平稳地宣泄。至于辩论发言,则由于灵魂与肉体同时奋起进发,增添了交锋与激烈。然而,切当提防情绪激动、声嘶力竭的叫喊;因为气息的不规律冲击与过度紧绷会造成内伤与撕裂。在朗读或辩论之后,散步之前,应当采用油润而温热的按摩揉捏肌肉,尽可能触及脏腑,平缓地理顺气息并将其发散至四肢末梢。按摩的多寡,当以感觉舒适且无痛为度。凡如此平复了气息深处的躁动与紧绷之人,其体内残渣亦不致造成痛苦;即使因时机不巧或急事阻碍了散步,也无甚大碍,因为自然之机体已收复了其本分。因此,出海航行或投宿旅店皆不可作为沉默不言的借口,即便众人嘲笑亦不足惧。因为在进食不以为耻的地方,锻炼自然也绝非可耻之事;相反,畏惧并羞赧于水手、骡夫和店主的嘲笑,才更为可耻——他们嘲笑的不是玩球或空拳搏击者,而是边锻炼边施教、探究、学习和回忆的言说之人。苏格拉底曾说,对于借舞蹈活动身体者而言,一间设七张卧榻的屋子便足以锻炼;而对于借歌咏或言语锻炼者而言,无论站立还是躺卧,任何地方都能提供充裕的运动场。唯独需要防范的一点是,当自知过饱、纵欲或劳累时,切莫过于粗暴地紧绷声带——许多修辞家和智者都深受其害,他们或出于声誉与野心,或受金钱与政治竞争驱使,违背自身益处而奋力争竞。我们的友人尼格尔在加拉太从事智者之业时,偶然咽下一根鱼刺。恰逢另一位外地来的智者出现并作公开演说,尼格尔因唯恐给人留下屈服退让的名声,在鱼刺依然卡在咽喉的情况下登台演说;结果引发了巨大而坚硬的炎症,他因无法忍耐剧痛而接受了自外部施行的深层切开手术。鱼刺虽经由创口取出,但伤口严重恶化溃烂,夺去了他的生命。不过,这些事容待日后适当时机再行提醒。

语法注4 条
  1. 16ὥσπερ ὁ φήσας μηδὲν γράφειν παραθαλασσίοις περὶ ὀδόντων ἐδίδαξε τὴν χρείαν

    τὴν χρείαν 在此意为“用法/功用”(即海滨居民可用海水护齿)。不定式短语 μηδὲν γράφειν 作 ὁ φήσας 的同主语间接引语(按希腊化时期语法用否定词 μηδέν),意为“不为海滨居民撰写任何关于牙齿的内容”。

  2. 16θαυμαστὸν οἷόν ἐστι γυμνάσιον

    短语 θαυμαστὸν οἷον 为固定惯用凝缩结构,起副词作用,意为“令人惊叹地”,在此修饰表语 γυμνάσιον,意为“一种令人惊叹的极佳锻炼”。

  3. 130dτῶν σπλάγχνων ποιούμενον ἁφὴν

    阳性单数宾格分词 ποιούμενον 与动形容词 χρηστέον 的逻辑主语一致。短语 ποιεῖσθαι ἁφήν(施加触碰/接触)带宾格性属格 τῶν σπλάγχνων,指通过由外而内的推拿按摩使刺激触及内脏深处。

  4. 130eτῷ διʼ ᾠδῆς λόγου γυμναζομένῳ

    短语 διʼ ᾠδῆς λόγου 意为“借助歌咏[或]言语”,是两种发声锻炼方式的无连接词并列(部分校订本改作 διʼ ᾠδῆς ἢ λόγου)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg077.humanitext-grc2:16