← 普鲁塔克

健康养生说

§13-15

察知患病预兆与戒除过度严苛的养生

宙克西波斯反对过度神经质的严苛养生法,主张如风暴前收帆一般依据身体与精神的细微预兆提前防范,并强调应当以患病友人的病因与自身的放纵为鉴,通过节制饮食与保精来维护健康。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

ΖΕΥΞΙΠΠΟΣ. ἡ μὲν οὖν ἀκριβὴς σφόδρα καὶ διʼ ὄνυχος λεγομένη δίαιτα τό τε σῶμα κομιδῇ ψοφοδεὲς παρέχεται καὶ σφαλερόν, αὐτῆς τε τῆς ψυχῆς τὸ γαῦρον κολούει πάντα πράγματα καὶ πᾶσαν οὐχ ἧττον ἐν ἡδοναῖς ἢ πόνοις διατριβὴν καὶ πρᾶξιν ὑφορωμένης καὶ πρὸς μηδὲν ἰταμῶς καὶ θαρραλέως βαδιζούσης.1 δεῖ δʼ ὥσπερ ἱστίον τὸ σῶμα μήτε συστέλλειν εὐδίας οὔσης καὶ πιέζειν σφόδρα, μήτʼ ἀνειμένως χρῆσθαί τε καὶ καταφρονεῖν ἐν ὑποψίᾳ γενόμενον, ἀλλʼ ἐνδιδόναι καὶ ποιεῖν ἐλαφρὸν ὥσπερ εἴρηται, καὶ μὴ περιμένειν ἀπεψίας καὶ διαρροίας μηδὲ θερμασίας μηδὲ νάρκας, ὑφʼ ὧν ἔνιοι μόλις ὥσπερ ὑπʼ ἀγγέλων ἢ κλητόρων, πυρετοῦ περὶ θύρας ὄντος ἤδη, θορυβούμενοι συστέλλουσιν ἑαυτούς, ἀλλὰ πόρρωθεν ἐξευλαβεῖσθαι "πρὸ χείματος, ὥστʼ ἀνὰ ποντίαν ἄκραν βορέα πνέοντος"

宙克西波斯:诚然,那种极其严密、号称纤悉无遗的养生之道,不仅会使身体变得极易受惊且脆弱不堪,而且会削折灵魂本身的气概,使之对一切事物,对在快乐之中不亚于在劳作之中的一切活动和行为都怀有戒心,无法放胆勇敢地面向任何事物。但对待身体应当如同对待船帆一样,既不可在风平浪静之时便过度紧缩而压得过甚,也不可在产生疑虑之时放任自流、漫不经心;相反,正如前文所述,应当适度放松并使其轻盈,而不应坐等消化不良、下痢、发热或麻木的出现。有些人非要等到这类症状出现时,才如同被信使或传唤官所惊动一样,在热病已然临门之际才勉强收敛自己;实则理当远远地防范于未然,“如在风暴来临前,于海角之旁 当北风呼啸之际”。

§14

ΖΕΥΞΙΠΠΟΣ. ἄτοπον γάρ ἐστι κοράκων μὲν λαρυγγισμοῖς καὶ κλωσμοῖς ἀλεκτορίδων καὶ συσὶν ἐπὶ φορυτῷ μαργαινούσαις, ὡς ἔφη Δημόκριτος, ἐπιμελῶς προσέχειν, σημεῖα ποιουμένους πνευμάτων καὶ ὄμβρων, τὰ δὲ τοῦ σώματος κινήματα καὶ σάλους καὶ προπαθείας μὴ προλαμβάνειν μηδὲ προφυλάττειν, μηδʼ ἔχειν σημεῖα χειμῶνος ἐν ἑαυτῷ γενησομένου καὶ μέλλοντος. ὅθεν οὐ περὶ τροφὴν μόνον οὐδὲ γυμνάσια δεῖ φυλάττειν τὸ σῶμα μὴ παρὰ τὸ εἰωθὸς ἅπτεται τούτων ὀκνηρῶς καὶ ἀπροθύμως ἢ πάλιν διψῶδές ἐστι καὶ πειναλέον ὡς οὐ πέφυκεν,2 ἀλλὰ καὶ τῶν ὕπνων τὸ μὴ συνεχὲς μηδὲ λεῖον ἀλλʼ ἀνωμαλίας ἔχον καὶ διασπασμοὺς εὐλαβεῖσθαι, καὶ τῶν ἐνυπνίων τὴν ἀτοπίαν, ἄνπερ ὦσι μὴ νόμιμοι μηδὲ συνήθεις αἱ φαντασίαι, πλῆθος ἢ πάχος ὑγρῶν ἢ πνεύματος ταραχὴν ἐντὸς κατηγοροῦσαν. ἤδη δὲ καὶ τὰ τῆς ψυχῆς κινήματα τὸ σῶμα μηνύει πρὸς νόσον ἐπισφαλῶς ἔχειν. ἄλογοι γὰρ ἴσχουσιν ἀθυμίαι καὶ φόβοι πολλάκις ἀπʼ οὐδενὸς φανεροῦ, τὰς ἐλπίδας ἄφνω κατασβεννύουσαι· γίγνονται δὲ καὶ ταῖς ὀργαῖς ἐπίχολοι καὶ ὀξεῖς καὶ μικρόλυποι, καὶ δακρυρροοῦσι καὶ ἀδημονοῦσιν ὅταν ἀτμοὶ πονηροὶ καὶ ἀναθυμιάσεις πικραὶ συνιστάμεναι ταῖς τῆς ψυχῆς, ὥς φησιν ὁ Πλάτων, ἀνακραθῶσι περιόδοις. διὸ δεῖ σκοπεῖν οἷς ἂν ταῦτα συμπίπτῃ καὶ μνημονεύειν ὅτι σωματικόν ἐστιν αἴτιον ὑποστολῆς τινος ἢ κατακράσεως δεόμενον.

宙克西波斯:因为,若像德谟克利特所说的那样,对乌鸦的啼鸣、母鸡的咯咯叫以及“在污物上狂奔的猪群”凝神注视,以之为风雨的征兆,却不去预先察知并防范身体自身的躁动、晃动与初期征兆,不在自身内部掌握那场即将来临的风暴的征兆,那才是荒谬可笑的。因此,不仅在饮食与锻炼上必须看守身体,注意其是否反常地迟缓而懒于问津,抑或反常地口渴饥饿,而且还要警惕睡眠的断续与不平稳,即带有紊乱与惊跳的现象;亦当警惕梦境的诡异,如果所见的意象反常且离奇,这便昭示着体内体液的过剩或浓稠,或是气机的搅乱。甚至灵魂的躁动也已然揭示了身体处于易于致病的危险之中。因为毫无缘由的沮丧与恐惧常常在没有明显外因的情况下袭来,猝然扑灭希望;而且人们在发怒时变得容易动气、暴躁、易受微伤,并流泪焦虑,这正是在有害的蒸气与苦涩的浊气聚积并“与灵魂的运行轨道相交织”之时,正如柏拉图所说。 因此,凡遇此类情况之人皆当审视,并牢记这是出于身体的原因,需要予以适度的节减或中和。

§15

ΖΕΥΞΙΠΠΟΣ. χρήσιμον δὲ πάνυ καὶ τὸ τοὺς φίλους ἐπισκεπτόμενον ἀσθενοῦντας ἐκπυνθάνεσθαι τὰς αἰτίας, μὴ σοφιστικῶς μηδὲ περιέργως ἐνστάσεις καὶ παρεμπτώσεις καὶ κοινότητας λαλοῦντα καὶ παρεπιδεικνύμενον ἰατρικῶν ὀνομάτων καὶ γραμμάτων ἐμπειρίαν, ἀλλὰ ταυτὶ τὰ φαῦλα καὶ κοινὰ μὴ παρέργως ἀκούοντα, πλῆθος ἡλίωσιν κόπον ἀγρυπνίαν, μάλιστα δὲ δίαιταν ᾗ χρώμενος ἐπύρεξεν. εἶθʼ ὥσπερ ὁ Πλάτων ἐπὶ τοῖς ἀλλοτρίοις ἁμαρτήμασιν εἰώθει λέγειν ἀπιών μή που ἄρʼ ἐγὼ τοιοῦτος; οὕτω τὰ περὶ αὑτὸν ἐν τοῖς πλησίον εὖ τίθεσθαι,3 καὶ φυλάττεσθαι καὶ μνημονεύειν ὅπως οὐ περιπεσεῖται τοῖς αὐτοῖς οὐδʼ αὐτὸς εἰς τὴν κλίνην καταπεσὼν ὑμνήσει ποθῶν τὴν πολυτίμητον ὑγίειαν, ἀλλʼ ἑτέρου πάσχοντος ἐνσημανεῖται πρὸς ἑαυτὸν ὡς ἄξιον πολλοῦ τὸ ὑγιαίνειν καὶ δεῖ τοῦτο διατηρεῖν αὑτῷ προσέχοντα καὶ φειδόμενον. οὐ χεῖρον δὲ καὶ τὴν ἑαυτῶν παρεπισκοπεῖν δίαιταν· ἂν γὰρ ἐν πόσεσι καὶ προσφοραῖς ἤ τισι πόνοις καὶ ἀταξίαις ἑτέραις τυγχάνωμεν γεγονότες, τὸ δὲ σῶμα μηδεμίαν ὑποψίαν παρέχῃ μηδὲ προαίσθησιν, ὅμως αὑτοὺς δεῖ φυλάττεσθαι καὶ προκαταλαμβάνειν ἐκ μὲν ἀφροδισίων καὶ κόπων ὄντας ἀναπαύσει καὶ ἡσυχίᾳ, μετὰ δʼ οἴνωσιν καὶ συμπεριφορὰν ὑδροποσίᾳ, μάλιστα δὲ τροφαῖς κεχρημένους ἐμβριθέσι καὶ κρεώδεσιν ἢ ποικίλαις ὀλιγοσιτεῖν καὶ μηδὲν ὑπολείπειν περιττώματος πλῆθος ἐν τῷ σώματι. καὶ γὰρ αὐτὰ ταῦτα διʼ αὑτὰ πολλῶν αἴτια νόσων ἐστί, καὶ προστίθησι ταῖς ἄλλαις αἰτίαις ὕλην καὶ δύναμιν. ὅθεν ἄριστα λέλεκται τροφῆς ἀκορίην καὶ πόνων ἀοκνίην καὶ σπέρματος οὐσίης συντήρησιν ὑγιεινότατα εἶναι καὶ γὰρ ἡ περὶ τὰς συνουσίας ἀκρασία τῷ μάλιστα τὴν δύναμιν ἐκλύειν ὑφʼ ἧς ἡ τροφὴ διαπονεῖται,4 πλέον περίττωμα ποιεῖ καὶ πλῆθος.

宙克西波斯:此外,在探访患病的朋友时探明其病因也是极有裨益的,但切莫诡辩而多事地大谈特谈阻塞、溢入与共相,借以炫耀对医术名称与典籍的熟谙,而是应当非漫不经心地倾听这些平常而通俗的事由:过饱、暴晒、疲劳、失眠,尤其是发热前所奉行的养生饮食。随后,正如柏拉图在目睹他人的过失而离去时常说的那样: “难道我竟然也是如此之人吗?” 同样,我们也当以邻人为镜整理自身之事,谨防并牢记切莫陷入同样的困境,亦切莫让自己瘫倒在病榻之上才满怀渴望地歌颂宝贵的健康;而应当在他人受难之时便警示自己,健康乃是极有价值之物,必须通过专注并爱惜自己来保持它。同时,留心审视我们自己的生活规律也绝非坏事;因为即使我们偶然处于饮酒与进食、或某种劳苦及其他无节制之中,而身体尚未显露出任何疑窦或先兆,我们依然应当防范自己并先发制人:若刚经历房事与疲劳,便以休息与静养来调理;若在醉酒与社交应酬之后,便以饮水来调节;尤其是享用了油腻沉重、肉食或繁复的菜肴之后,更当节食,绝不使体内滞留过多的残留物。因为正是这些事物本身构成了诸多疾病的温床,并为其他诱因增添了质料与力量。因此,那句名言说得至为精当: “食不求饱、劳不避苦、节制精气,此三者最合乎健康”;因为在房事上的放纵,正是由于它极大地削弱了消化并运化食物的力量,从而产生了更多的残留物与过剩之质。

语法注4 条
  1. 13αὐτῆς τε τῆς ψυχῆς τὸ γαῦρον κολούει πάντα πράγματα καὶ πᾶσαν οὐχ ἧττον ἐν ἡδοναῖς ἢ πόνοις διατριβὴν καὶ πρᾶξιν ὑφορωμένης καὶ πρὸς μηδὲν ἰταμῶς καὶ θαρραλέως βαδιζούσης

    主动词 κολούει(其主语为 ἡ ἀκριβὴς δίαιτα)的直接宾语是 τὸ γαῦρον,属格 αὐτῆς τῆς ψυχῆς 作定语修饰(“灵魂本身的高傲/气概”)。随后的两个属格分词 ὑφορωμένης 与 βαδιζούσης 在语法上与 τῆς ψυχῆς 保持一致(属于一致分词而非独立属格),说明了过度谨小慎微导致灵魂对一切行径心怀猜忌的伴随状态与原因。

  2. 129aμὴ παρὰ τὸ εἰωθὸς ἅπτεται τούτων ὀκνηρῶς καὶ ἀπροθύμως ἢ πάλιν διψῶδές ἐστι καὶ πειναλέον ὡς οὐ πέφυκεν

    由表示警惕、留心的动词 φυλάττειν 所引导的从句,在连词 μή 之后使用了现在直陈式动词 ἅπτεται 与 ἐστι。这并非表达一般的假定性担忧(通常用虚拟式),而是指对目前客观实际状态的关切与检视(“看身体是否确实正反常地提不起劲或处于饥渴之中”)。

  3. 129dτὰ περὶ αὑτὸν ἐν τοῖς πλησίον εὖ τίθεσθαι

    不定式 τίθεσθαι(以及与之并列的 φυλάττεσθαι 和 μνημονεύειν)的句法地位。它既可视为承前省略的 χρήσιμον(ἐστι)的支配对象,亦可作祈使/劝诫性独立不定式使用,意为“借由邻人(的境遇)妥善安置自身的事务”。

  4. 130aτῷ μάλιστα τὴν δύναμιν ἐκλύειν ὑφʼ ἧς ἡ τροφὴ διαπονεῖται

    带冠词不定式的与格 τῷ ... ἐκλύειν 表示原因或方式(原因/手段与格)。关系从句 ὑφʼ ἧς ἡ τροφὴ διαπονεῖται(“食物借其得以运化/消化”)修饰先行词 τὴν δύναμιν,阐明了纵欲因耗损消化机能而导致体内残留物滋生的生理机制。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg077.humanitext-grc2:13-15