- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:9-10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克指出,真正的朋友仅分担美德,而谄媚者则如变色龙一般,通过模倣恶德、缺陷乃至不幸与身体残疾来迎合他人。此外,他揭露了谄媚者的诡计:在美好事物的模倣上始终让对方居于首位,唯独在恶劣行径上自居第一。
ἑτέραν δὲ δεῖ ταῖς ὁμοιώσεσι τοιαύτην παραφυλάττειν διαφοράν; ὁ μὲν ἀληθὴς φίλος οὔτε μιμητής ἐστι πάντων οὔτʼ ἐπαινέτης πρόθυμος, ἀλλὰ τῶν ἀρίστων μόνων· "οὐ γὰρ συνέχθειν ἀλλὰ συμφιλεῖν ἔφυ" κατὰ τὸν Σοφοκλέα, καὶ νὴ Δία συγκατορθοῦν καὶ συμφιλοκαλεῖν, οὐ συναμαρτάνειν οὐδὲ συρρᾳδιουργεῖν, ἂν μή τις οἷον ὀφθαλμίας ἀπορροὴ καὶ ἀνάχρωσις ἄκοντα διʼ ὁμιλίαν καὶ συνήθειαν ἀναπλήσῃ φαυλότητος ἢ πλημμελείας τινός. ὥς που καὶ Πλάτωνος ἀπομιμεῖσθαί φασι τοὺς συνήθεις τὸ ἐπίκυρτον, Ἀριστοτέλους δὲ τὸν τραυλισμόν, Ἀλεξάνδρου δὲ τοῦ βασιλέως τὴν ἔγκλισιν τοῦ τραχήλου καὶ τὴν ἐν τῷ διαλέγεσθαι τραχύτητα τῆς φωνῆς· τὰ γὰρ πολλὰ λανθάνουσιν ἔνιοι καὶ ἀπὸ τῶν ἠθῶν καὶ ἀπὸ τῶν βίων ἀναλαμβάνοντες. ὁ δὲ κόλαξ ἀτεχνῶς τὸ τοῦ χαμαιλέοντος πέπονθεν.1 ἐκεῖνός τε γὰρ ἁπάσῃ χρόᾳ πλὴν τοῦ λευκοῦ συναφομοιοῦται, καὶ ὁ κόλαξ ἐν τοῖς ἀξίοις σπουδῆς ὅμοιον ἑαυτὸν ἐξαδυνατῶν παρέχειν οὐδὲν ἀπολείπει τῶν αἰσχρῶν ἀμίμητον, ἀλλʼ ὥσπερ οἱ φαῦλοι ζωγράφοι τῶν καλῶν ἐφικνεῖσθαι μὴ δυνάμενοι διʼ ἀσθένειαν ἐν ῥυτίσι καὶ φακοῖς καὶ οὐλαῖς τὰς ὁμοιότητας ἀναφέρουσιν, οὕτως ἐκεῖνος ἀκρασίας γίγνεται μιμητής, δεισιδαιμονίας ἀκροχολίας, πικρίας πρὸς οἰκέτας, ἀπιστίας πρὸς οἰκείους καὶ συγγενεῖς. φύσει τε γὰρ ἀφʼ ἑαυτοῦ πρὸς τὰ χείρονα κατάντης ἐστί, καὶ δοκεῖ πορρωτάτω τοῦ ψέγειν τὸ αἰσχρὸν εἶναι μιμούμενος. ὕποπτοι γὰρ οἱ τὰ βελτίω ζηλοῦντες καὶ δοκοῦντες ἄχθεσθαι καὶ δυσκολαίνειν τοῖς ἁμαρτήμασι τῶν φίλων· ὃ δὴ καὶ Διονυσίῳ Δίωνα καὶ Σάμιον Φιλίππῳ καὶ Κλεομένη Πτολεμαίῳ διέβαλε καὶ ἀπώλεσεν. ὁ δὲ βουλόμενος εἶναι καὶ δοκεῖν ὁμοίως ἡδὺς ἅμα καὶ πιστὸς τοῖς χείροσι μᾶλλον ὑποκρίνεται χαίρειν, ὡς ὑπὸ τοῦ σφόδρα φιλεῖν οὐδὲ τὰ φαῦλα δυσχεραίνων, ἀλλὰ συμπαθὴς πᾶσι καὶ συμφυὴς γιγνόμενος. ὅθεν οὐδὲ τῶν ἀβουλήτων καὶ τυχηρῶν ἀμοιρεῖν ἀξιοῦσιν, ἀλλὰ καὶ νοσεῖν ὅμοια προσποιοῦνται, κολακεύοντες τοὺς νοσώδεις, καὶ μήτε βλέπειν ὀξὺ μήτʼ ἀκούειν, ἂν ὑποτύφλοις ἢ ὑποκώφοις συνῶσιν, ὥσπερ οἱ Διονυσίου κόλακες ἀμβλυωποῦντες ἐμπίπτοντες ἀλλήλοις καὶ τὰς παροψίδας ἐν τῷ δειπνεῖν καταβάλλοντες ἔνιοι δὲ καὶ μᾶλλον ἁπτόμενοι τῶν παθῶν ἐνδοτέρω ποιοῦσιν ἑαυτούς, καὶ καταμιγνύουσιν ἄχρι τῶν ἀπορρήτων τὰς ὁμοιοπαθείας. αἰσθόμενοι γὰρ ἢ περὶ γάμον δυστυχοῦντας ἢ πρὸς υἱοὺς ἢ πρὸς οἰκείους ὑπόπτως ἔχοντας αὐτοὶ σφῶν αὐτῶν ἀφειδοῦσι καὶ ἀποδύρονται περὶ τέκνων ἰδίων ἢ γυναικὸς ἢ συγγενῶν ἢ οἰκείων, αἰτίας τινὰς ἀπορρήτους ἐξαγορεύοντες ἡ γὰρ ὁμοιότης συμπαθεστέρους ποιεῖ, καὶ μᾶλλον ὥσπερ ὅμηρα δεδεγμένοι προΐενταί τι τῶν ἀπορρήτων αὐτοῖς, προέμενοι δὲ χρῶνται καὶ δεδίασιν ἐγκαταλιπεῖν τὴν πίστιν. ἐγὼ δʼ οἶδά τινα συνεκβαλόντα γαμετήν, ὡς ὁ φίλος ἀπεπέμψατο τὴν ἑαυτοῦ· κρύφα δὲ φοιτῶν πρὸς αὐτὴν καὶ διαπεμπόμενος ἐφωράθη; συναισθομένης τῆς τοῦ φίλου γυναικός. οὕτως ἄπειρος ἦν κόλακος ὁ νομίζων τὰ ἰαμβεῖα ταυτὶ· τῷ καρκίνῳ μᾶλλον ἢ τῷ κόλακι προσήκειν "γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον" παρασίτου γὰρ ὁ τοιοῦτος εἰκονισμός ἐστι "τῶν περὶ τάγηνον καὶ μετʼ ἄριστον φίλων," ὡς Εὔπολίς φησιν.
在模仿方面,还必须注意如下另一种差异:真正的朋友既不是万物的模仿者,也不是热心的称赞者,而只是最善之事的模仿者与称赞者;正如索福克勒斯所说: “他生来并非为了分担仇恨,而是为了分担爱”,以宙斯的名义起誓,他更是为了共同成就善事、共同追求美德,而不是为了共同犯错或共同为恶——除非由于交往和亲密接触,某种如同眼疾的流散与浸染那样的恶劣与过失违背其意愿地传染给他。正如人们所说,柏拉图的亲近之人模仿其驼背,亚里士多德的亲近之人模仿其口吃,亚历山大国王的亲近之人模仿其颈部的倾斜与交谈时的嗓音粗哑;事实上,有些人是在不知不觉中从他人的品性与生活中承袭了诸多特质。然而,谄媚者的境遇则完全如同变色龙。因为变色龙能够与除白色之外的所有颜色融为一体,而谄媚者在值得认真对待的事务上无力使自己与被奉承者相当,却在可耻之事上毫无遗漏地加以模仿。正如同拙劣的画家由于技艺欠缺而无法企及美,只能在皱纹、雀斑与伤疤中体现相似性,他也同样成了放荡、迷信、易怒、虐待家奴以及猜忌亲友的模仿者。因为他在本性上无须外力便自然倾向于恶劣之事,而且通过模仿,他看似离谴责可耻之举最为遥远。因为那些竞相追求更好品质、并对朋友的过失表现出懊恼和不悦的人往往受到猜忌——这正是狄翁在狄奥尼修斯面前、萨米奥斯在腓力面前、克里昂米尼在托勒密面前遭到谗毁并走向毁灭的原因。相反,那个同样想成为并显得既和悦又忠诚的人,宁愿在恶劣的事上装出更高兴的模样,仿佛出于过度的爱意连对方的瑕疵也不嫌弃,反而在一切事上都与之同情共融。 因此,他们甚至不愿在违背意愿的偶然不幸中置身事外,而是假装患有同样的疾病以奉承多病之人;当与弱视或重听的人相处时,他们便假装看不清或听不清,正如狄奥尼修斯的谄媚者假装视力衰退,在宴饮时互相碰撞并撞翻盘碟。有些人更深入地触及情感,使自己更加深入对方的隐私,并将这种同病相怜混同至不可告人的隐秘之事。因为当他们察觉到对方在婚姻上遭遇不幸,或者对儿子或亲属心存疑虑时,他们便不顾自身体面,为自己的子女、妻子、亲族或家人悲叹,吐露某些隐秘的委屈。因为相似性会令人更具同情心,而且对方就像接纳了人质一般,向他们透露自己的隐秘之事;一旦透露,便不得不与之交结,并害怕背弃信任。我自己就认识一个人,当他的朋友休妻时,他也跟着休了自己的妻子;然而他却被抓到暗中前往前妻处幽会并互通书信,这正是被他朋友的妻子所发觉的。因此,认为以下短长三步格诗句适用于螃蟹而非谄媚者的人,对谄媚者是完全缺乏了解的: “整个身躯皆是肚腹,一只四处张望的眼睛, 一只用牙齿爬行的野兽;”因为这样的刻画乃是对于食客的描摹,正如欧波利斯所言: “那是围着煎锅和在午餐后的朋友。”
οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰς τὸν οἰκεῖον ἀναθώμεθα τοῦ λόγου τόπον· ἐκεῖνο δὲ μὴ παρῶμεν ἐν ταῖς μιμήσεσι τὸ σόφισμα τοῦ κόλακος, ὅτι κἂν τῶν καλῶν τι μιμῆται τοῦ κολακευομένου, διαφυλάττει τὴν ὑπεροχὴν ἐκείνῳ. τοῖς μὲν γὰρ ἀληθῶς φίλοις οὔτε ζῆλος οὐδείς ἐστι πρὸς ἀλλήλους οὔτε φθόνος, ἀλλὰ κἂν ἴσον ἔχωσιν ἐν τῷ κατορθοῦν κἂν ἔλαττον, ἀνεπαχθῶς καὶ μετρίως φέρουσιν. ὁ δὲ κόλαξ ἀεὶ μνημονεύων τοῦ τὰ δεύτερα λέγειν2 ὑφίεται τῇ ὁμοιότητι τῆς ἰσότητος,3 ἡττᾶσθαι πανταχοῦ καὶ ἀπολείπεσθαι πλὴν τῶν φαύλων ὁμολογῶν. ἐν δὲ τοῖς φαύλοις οὐ παρίησι τὸ πρωτεῖον, ἀλλά φησιν, ἂν ἐκεῖνος δύσκολος, αὑτὸν εἶναι μελαγχολικὸν ἂν ἐκεῖνος δεισιδαίμων, αὑτὸν θεοφόρητον· ἐρᾶν ἐκεῖνον, μαίνεσθαι δʼ αὑτόν. ἀκαίρως φησὶν ἐγέλας, ἐγὼ δʼ ἐξέθνῃσκον ὑπὸ τοῦ γέλωτος. ἀλλʼ ἔν γε τοῖς χρηστοῖς τοὐναντίον. αὐτός φησι ταχέως τρέχειν, ἵπτασθαι δʼ ἐκεῖνον· αὐτὸς ἱππεύειν ἐπιεικῶς, ἀλλὰ τί πρὸς τὸν ἱπποκένταυρον τοῦτον; εὐφυής εἰμι ποιητὴς καὶ στίχον οὐ φαυλότατον γράφω, "βροντᾶν δʼ οὐκ ἐμὸν ἀλλὰ Διός." ἅμα γὰρ αὐτοῦ δοκεῖ καὶ τὴν προαίρεσιν ἀποφαίνειν καλὴν μιμούμενος καὶ τὴν δύναμιν ἀνέφικτον ἡττώμενος. ἐν μὲν οὖν ταῖς ἐξομοιώσεσι τοιαῦταί τινὲς εἰσιν αἱ τοῦ κόλακος διαφοραὶ πρὸς τὸν φίλον.
不过,让我们把这些内容留待论述的合适之处再谈。在模仿中,切不可忽略谄媚者的这种诡计:即便他模仿被谄媚者的某种美德,他也必定为对方保留卓越之位。因为真正的朋友之间既无竞争亦无嫉妒,无论在成就善事上是旗鼓相当还是屈居人下,他们都能心平气和、泰然处之。然而谄媚者始终牢记充当配角,在相似之中放弃对等,承认自己除恶德外在一切方面都落败并逊色。但在恶行方面他绝不放弃首位:如果对方脾气乖戾,他便说自己患有抑郁症;如果对方迷信,他便说自己被神灵附体;对方若在恋爱,他便说自己已然发狂。 “你方才笑得真不是时候,”他说,“而我简直要笑死了。” 但在美好的事物上却恰恰相反:他说自己跑得快,而对方是在飞翔;自己骑术尚可,“但比起这位半人马又算得了什么?” “我是一位富有天赋的诗人,所写诗句绝非拙劣, 但打雷不是我的职责,而是宙斯的。” 因为通过模仿,他看似彰显了对方志向的崇高;通过落败,他又看似彰显了对方能力的不可企及。那么,在模仿之中,谄媚者与真正的朋友之间便存在着诸如此类的差异。
- 53dτὸ τοῦ χαμαιλέοντος πέπονθεν
成语表达,由动词 πάσχω 的完成时 πέπονθεν 与习惯性宾格短语 τὸ τοῦ + 属格(……的境况/遭遇)构成,意为“处于与变色龙完全相同的境遇”或“遭遇到与变色龙完全相同的事情”。
- 54cτοῦ τὰ δεύτερα λέγειν
源自戏剧用语(扮演次要演员 deuteragonistes 的角色)的成语。带有冠词的属格不定词 τοῦ ... λέγειν 作为分词 μνημονεύων 的宾语,意为“甘当配角”或“永远居于次席”。
- 54cὑφίεται τῇ ὁμοιότητι τῆς ἰσότητος
中间态动词 ὑφίεμαι 支配属格 τῆς ἰσότητος 作为补足语,意为“放弃平等”或“让出对等地位”。与格 τῇ ὁμοιότητι 则作关系与格或范围与格,表示“在相似性上”或“在模仿的限度内”。
