← 普鲁塔克

如何区分谄媚者与朋友

§7-8

谄媚者的善变迎合与识破之法

作者将真正朋友始终如一的操守与谄媚者如章鱼般的变幻无常进行对比,指出可以通过假装改变自身的志趣来揭露谄媚者盲目顺从与迎合的虚伪面目。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

πῶς οὖν ἐλέγχεται καὶ τίσιν ἁλίσκεται διαφοραῖς, οὐκ ὢν ὅμοιος οὐδὲ γιγνόμενος ἀλλὰ μιμούμενος ὅμοιον; πρῶτον μὲν ὁρᾶν δεῖ τὴν ὁμαλότητα τῆς προαιρέσεως καὶ τὸ ἐνδελεχές, εἰ χαίρει τε τοῖς αὐτοῖς ἀεὶ καὶ ταὐτὰ ἐπαινεῖ καὶ πρὸς ἓν ἀπευθύνει καὶ καθίστησι παράδειγμα τὸν ἑαυτοῦ βίον, ὥσπερ ἐλευθέρῳ φιλίας ὁμοιοτρόπου καὶ συνηθείας ἐραστῇ προσήκει.1 τοιοῦτος γὰρ ὁ φίλος. ὁ δὲ κόλαξ ἅτε δὴ μίαν ἑστίαν ἤθους οὐκ ἔχων μόνιμον οὐδʼ ἑαυτῷ βίον ζῶν αἱρετόν, ἀλλʼ ἑτέρῳ καὶ πρὸς ἕτερον πλάττων καὶ προσαρμόττων ἑαυτόν, οὐχ ἁπλοῦς οὐδʼ εἷς ἀλλὰ παντοδαπός ἐστι καὶ ποικίλος, εἰς ἄλλον ἐξ ἄλλου τόπον ὥσπερ τὸ μετερώμενον ὕδωρ περιρρέων ἀεὶ καὶ συσχηματιζόμενος τοῖς ὑποδεχομένοις. ὁ μὲν γὰρ πίθηκος, ὡς ἔοικε μιμεῖσθαι τὸν ἄνθρωπον ἐπιχειρῶν ἁλίσκεται συγκινούμενος καὶ συνορχούμενος, ὁ δὲ κόλαξ αὐτὸς ἑτέρους ἐπάγεται καὶ παλεύει, μιμούμενος οὐχ ὁμοίως ἅπαντας ἀλλὰ τῷ μὲν συνορχούμενος καὶ συνᾴδων, τῷ δὲ συμπαλαίων καὶ συγκονιόμενος θηρατικοῦ δὲ καὶ κυνηγετικοῦ λαβόμενος μονονοὺ τὰ τῆς Φαίδρας ἀναβοῶν ἕπεται "πρὸς θεῶν ἔραμαι κυσὶ θωΰξαι βαλιαῖς ἐλάφοις ἐγχριπτόμενος," καὶ οὐδὲν αὐτῷ πρᾶγμα πρὸς τὸ θηρίον, ἀλλʼ αὐτὸν ἐκσαγηνεύει καὶ περιβάλλεται τὸν κυνηγόν. ἂν δὲ θηρεύῃ φιλόλογον καὶ φιλομαθῆ νέον, αὖθις ἐν βιβλίοις ἐστὶ καὶ πώγων ποδήρης καθεῖται καὶ τριβωνοφορία τὸ χρῆμα καὶ ἀδιαφορία, καὶ διὰ στόματος οἵ τε ἀριθμοὶ καὶ τὰ ὀρθογώνια τρίγωνα Πλάτωνος. εἴ τε ῥᾴθυμός τις ἐμπέπαικεν αὖθις καὶ φιλοπότης καὶ πλούσιος, "αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς," ἔρριπται μὲν ὁ τρίβων, κατακείρεται δʼ ὁ πώγων ὥσπερ ἄκαρπον θέρος, ψυκτῆρες δὲ καὶ φιάλαι καὶ γέλωτες ἐν περιπάτοις καὶ σκώμματα πρὸς τοὺς φιλοσοφοῦντας, ὥσπερ ἐν Συρακούσαις φασίν, ὁπηνίκα Πλάτων ἀφίκετο, καὶ Διονύσιον ζῆλος ἔσχε περιμανὴς φιλοσοφίας, τὰ βασίλεια κονιορτοῦ γέμειν ὑπὸ πλήθους τῶν γεωμετρούντων·2 ἐπεὶ δὲ προσέκρουσε Πλάτων, καὶ Διονύσιος ἐκπεσὼν φιλοσοφίας πάλιν εἰς πότους καὶ γύναια καὶ τὸ ληρεῖν καὶ ἀκολασταίνειν ἧκε φερόμενος, ἀθρόως ἅπαντας ὥσπερ ἐν Κίρκης μεταμορφωθέντας ἀμουσία καὶ λήθη καὶ εὐήθεια κατέσχε. μαρτυρεῖ δὲ καὶ τὰ τῶν μεγάλων ἔργα κολάκων καὶ τὰ τῶν δημαγωγῶν, ὧν ὁ μέγιστος Ἀλκιβιάδης, Ἀθήνησι μὲν σκώπτων καὶ ἱπποτροφῶν καὶ μετʼ εὐτραπελίας ζῶν καὶ χάριτος, ἐν δὲ Λακεδαίμονι, κειρόμενος ἐν χρῷ καὶ τριβωνοφορῶν καὶ ψυχρολουτῶν, ἐν δὲ Θρᾴκῃ πολεμῶν καὶ πίνων, ἐπεὶ δὲ πρὸς Τισσαφέρνην ἀφίκετο, τρυφῇ καὶ ἁβρότητι καὶ ἀλαζονείᾳ χρώμενος, ἐδημαγώγει καὶ καθωμίλει τῷ συναφομοιοῦν καὶ συνοικειοῦν ἑαυτὸν ἅπασιν. οὐ μὴν τοιοῦτος Ἐπαμεινώνδας οὐδʼ Ἀγησίλαος, ἀλλὰ πλείστοις ὁμιλήσαντες ἀνθρώποις καὶ πόλεσι καὶ βίοις τὸ προσῆκον ἦθος αὑτοῖς πανταχοῦ καὶ στολῇ καὶ διαίτῃ καὶ λόγῳ καὶ βίῳ διεφύλαττον. οὕτω καὶ Πλάτων ἐν Συρακούσαις οἷος ἐν Ἀκαδημείᾳ, καὶ πρὸς Διονύσιον οἷος πρὸς Δίωνα.

那么,既然他既不是相同者,也不曾变成相同者,而仅仅是在模仿相同者,他又如何能被揭露,又会因怎样的差异而被识破呢?首先,应当观察其人生抉择的一贯性与持久性,看他是否始终喜爱相同之物、称赞相同之事,并将自己的人生引向并确立于单一的典范,正如一个热爱基于相似品性的友谊与深交的自由人所应当的那样。因为真正的朋友正是如此。然而,谄媚者由于在品性上没有一个稳固的根基,也不是为自己而过一种自主选择的生活,而是为了他人、迎合他人来塑造和调整自己,因而他绝非单纯,亦非划一,而是千变万化、斑驳杂乱的;他犹如被倾倒的水一般,不断从一处流向另一处,随着接纳他的器皿而改变形状。 因为猴子企图模仿人类,似乎是在与人一同动作、一同起舞时被捕获的;谄媚者自己却能引诱并诱捕他人,他并非以同一种方式模仿所有人,而是与此人同歌共舞,与彼人角力摔跤并沾满尘土;一旦抓住了爱好打猎追逐之人,他便跟随其后,几乎高声呼喊着淮德拉的诗句: “以诸神的名义起誓,我渴望向猎犬呼号, 紧紧逼近斑斓的花鹿!” 其实他对野兽毫不关心,而是将猎人本身网罗在内并予以围困。若他猎取的是一个嗜好学术、勤勉好学的青年,他又立刻埋头于书卷之中,垂下长垂至足的胡须,披上粗陋的哲人斗篷,装出一副淡泊从容的模样,口中时刻不离柏拉图的数字与直角三角形。而一旦某个轻浮放纵、嗜酒如命的富人突然闯入,“于是足智多谋的奥德修斯剥去了破烂的衣衫”,粗布斗篷被弃置一旁,胡须如不结果实的夏麦般被剃除殆尽,散步时摆满了冰镇酒器与酒杯,笑声四溢,嘲讽那些研习哲学之人。正如人们谈及锡拉库萨的情形:当柏拉图抵达、狄奥尼修斯对哲学陷入狂热的痴迷时,据说王宫里因大批演算几何的人群而满地尘土;然而当柏拉图触怒了他,狄奥尼修斯跌出哲学的大门,再次沉溺于狂饮、妇人、胡话与放荡之中时,全体人员犹如在喀耳刻的宫苑中变形一般,无知、遗忘与愚昧顿时笼罩了所有人。伟大谄媚者与蛊惑民众者的行径亦证实了这一点,其中最著名者当属阿尔喀比亚德:在雅典,他以嘲谑度日,蓄养骏马,生活风趣而优雅;在斯巴达,他贴头皮剃发,身着粗衣,沐浴冷水;在色雷斯,他征战畅饮;而当来到梯萨斐尼身边时,他又极尽奢华、娇贵与傲慢,凭借使自己同化并迎合所有人来笼络人心并取悦于众。然而厄帕米农达与阿格西劳斯却绝非如此,他们虽与极多的人、城邦和生活方式打交道,却在任何地方的服饰、生活规程、言论和操行上,始终保持着适合自身的品性。柏拉图在锡拉库萨亦如在学园中一样,对待狄奥尼修斯亦如对待狄翁一样。

§8

τὰς δὲ τοῦ κόλακος ὥσπερ πολύποδος τροπὰς ῥᾷστα φωράσειεν ἄν τις αὐτὸς ἐπὶ πολλὰ δοκῶν τρέπεσθαι,3 καὶ ψέγων μὲν ὃν ἐπῄνει πρότερον βίον, οἷς δʼ ἤχθετο πράγμασιν ἢ διαίταις ἢ λόγοις ὡς ἀρέσκοντας ἐξαίφνης προσιέμενος. ὄψεται γὰρ αὐτὸν οὐδαμοῦ βέβαιον οὐδʼ ἴδιον οὐδʼ οἰκείῳ πάθει φιλοῦντα καὶ μισοῦντα καὶ χαίροντα καὶ λυπούμενον, ἀλλὰ δίκην κατόπτρου παθῶν ὀθνείων καὶ βίων καὶ κινημάτων εἰκόνας ἀναδεχόμενον. τοιοῦτος γὰρ οἷος, εἰ ψέγοις τινὰ τῶν φίλων πρὸς αὐτόν, εἰπεῖν4 βραδέως πεφώρακας τὸν ἄνθρωπον· ἐμοὶ μὲν γὰρ οὐδὲ πρότερον ἤρεσκεν ἂν. δʼ αὖ πάλιν ἐπαινῇς μεταβαλόμενος, νὴ Δία φήσει συνήδεσθαι καὶ χάριν ἔχειν αὐτὸς ὑπὲρ τοῦ ἀνθρώπου καὶ πιστεύειν. ἂν δὲ βίον ἀλλακτέον ἕτερον εἴπῃς, οἷον εἰς ἀπραγμοσύνην καὶ ἡσυχίαν ἐκ πολιτείας μεταβαλόμενος, πάλαι γʼ ἐχρῆν φησὶ θορύβων ἡμᾶς ἀπηλλάχθαι καὶ φθόνων ἂν δὲ πάλιν ὁρμᾶν δοκῇς ἐπὶ τὸ πράττειν καὶ λέγειν, ὑπεφώνησεν ἄξια σαυτοῦ φρονεῖς· ἡ δʼ ἀπραγμοσύνη γλυκὺ μέν, ἀλλʼ ἄδοξον καὶ ταπεινόν εὐθὺς οὖν λέγειν χρὴ πρὸς τὸν τοιοῦτον "ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν" οὐ δέομαι φίλου συμμεθισταμένου καὶ συνεπινεύοντος γὰρ σκιὰ ταῦτα ποιεῖ μᾶλλον, ἀλλὰ συναληθεύοντος καὶ συνεπικρίνοντος. εἷς μὲν οὖν τῶν ἐλέγχων τρόπος τοιοῦτός ἐστιν·

若要极容易地识破谄媚者如同章鱼般的变幻,人们只需假装自己多方转变,谴责自己先前称赞的生活,并突然将原本厌恶的事务、生活方式或言论视作令人愉悦之物而加以接纳。因为人们将会看到他绝无稳固之处,毫无属于自己的本性,亦非出于自身的情感去爱、去恨、去喜、去悲,而是如同镜子一般,仅映照出外来的情欲、生活与举动的影像。他正是这样一种人:倘若你在他面前指责某位友人,他便会说: “你发觉这人未免太迟了;其实我从前就看不惯他。” 而若是你转变态度再次赞扬那人,他指着宙斯起誓说,自己也为那人感到高兴、感激且深信不疑。如果你说必须改换另一种生活方式,比如从城邦政务转向闲适安宁的生活,“早就应该如此了,”他说,“我们本该早早摆脱这些喧嚣与嫉妒。” 但如果你看似又要再次投身于行动与言论,他便附和道: “你的想法正配得上你自己;悠闲虽然甜美,却是默默无闻而卑微的。” 因此,面对这样的人,人们应当立刻对他说: “外乡人啊,如今在我看来,你与方才判若两人。” 我不需要一个与我一同转变、凡事点头称是的友人——因为我的影子在这点上做得更好——而是需要一个共同道出真理、共同作出裁决的友人。那么,揭露他的方法之一便是如此。

语法注4 条
  1. 7ὥσπερ ἐλευθέρῳ φιλίας ὁμοιοτρόπου καὶ συνηθείας ἐραστῇ προσήκει

    与非人称动词 προσήκει 连用的与格结构(ἐλευθέρῳ ... ἐραστῇ)。属格短语 φιλίας ὁμοιοτρόπου καὶ συνηθείας 作 ἐραστῇ 的宾格性属格,意为“热爱基于相投性情的友谊与亲密交往的自由人”。

  2. 52dὥσπερ ἐν Συρακούσαις φασίν, ὁπηνίκα Πλάτων ἀφίκετο, καὶ Διονύσιον ζῆλος ἔσχε περιμανὴς φιλοσοφίας, τὰ βασίλεια κονιορτοῦ γέμειν ὑπὸ πλήθους τῶν γεωμετρούντων

    间接引语动词 φασίν 支配对格加不定式结构(τὰ βασίλεια ... γέμειν),中间插入了由 ὁπηνίκα 引导的时间状语从句。句子的骨干结构为 φασὶ τὰ βασίλεια κονιορτοῦ γέμειν(“人们说王宫挤满了尘土”)。

  3. 52eαὐτὸς ἐπὶ πολλὰ δοκῶν τρέπεσθαι

    主格分词 δοκῶν 与带有潜在希求语气的被修饰主语 τις 一致。自身代词 αὐτός 起强调作用,整体构成表示手段或方式的分词短语:“亲自假装朝向多方转变”。

  4. 53aτοιοῦτος γὰρ οἷος, εἰ ψέγοις τινὰ τῶν φίλων πρὸς αὐτόν, εἰπεῖν

    惯用句型 τοιοῦτος οἷος + 不定式(εἰπεῖν),表示“是这样一种人,以至于会说……”。其间嵌套了一个由希求法构成的条件从句(εἰ ψέγοις...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:7-8