← 普鲁塔克

如何区分谄媚者与朋友

§11

依快乐的目的区分朋友与谄媚者

作者根据“快乐”所指向的目的区分真正的朋友与谄媚者,指出朋友为了善意与益处而适时运用快乐、诤言和规诫,而谄媚者则单纯以提供快乐和一味迎合为唯一目的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

ἐπεὶ δʼ ὥσπερ εἴρηται καὶ τὸ τῆς ἡδονῆς κοινόν ἐστι (χαίρει γὰρ οὐχ ἧττον τοῖς φίλοις ὁ χρηστὸς ἢ τοῖς κόλαξιν ὁ φαῦλος) φέρε καὶ τοῦτο διορίσωμεν. ἔστι δὲ διορισμὸς ἡ πρὸς τὸ τέλος ἀναφορὰ τῆς ἡδονῆς. σκόπει δʼ οὕτως. ἔνεστι μέν που τῷ μύρῳ τὸ εὐῶδες, ἔνεστι δʼ ἐν ἀντιδότῳ. διαφέρει δʼ ὅτι τοῦτο μὲν πρὸς ἡδονὴν καὶ πρὸς οὐδὲν ἕτερον γέγονεν, ἐκεῖ δὲ τὸ καθαῖρον ἢ τὸ θερμαῖνον ἢ τὸ σαρκοῦν τῆς δυνάμεως ἄλλως εὐῶδές ἐστι. πάλιν οἱ γραφεῖς ἀνθηρὰ χρώματα καὶ βάμματα μιγνύουσιν, ἔστι δὲ καὶ τῶν ἰατρικῶν φαρμάκων ἔνια τὴν ὄψιν ἀνθηρὰ καὶ τὴν χρόαν οὐκ ἀπάνθρωπον ἔχοντα. τί τοίνυν διαφέρει; ἦ δῆλον ὅτι τῷ τέλει τῆς χρείας διακρινοῦμεν. οὐκοῦν ὁμοίως αἱ μὲν τῶν φίλων χάριτες ἐπὶ καλῷ τινι καὶ ὠφελίμῳ τὸ εὐφραῖνον ὥσπερ ἐπανθοῦν ἔχουσιν, ἔστι δʼ ὅτε καὶ παιδιᾷ καὶ τραπέζῃ καὶ οἴνῳ καὶ νὴ Δία γέλωτι καὶ φλυάρῳ πρὸς ἀλλήλους οἷον ἡδύσμασιν ἐχρήσαντο τῶν καλῶν καὶ σπουδαίων. πρὸς ὃ δὴ καὶ λέλεκται τὸ "μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες" καὶ τὸ οὐδέ κεν ἄλλο ἄμμε διέκρινεν φιλέοντέ τε τερπομένω τε τοῦ δὲ κόλακος τοῦτʼ ἔργον ἐστὶ καὶ τέλος, ἀεί τινα παιδιὰν ἢ πρᾶξιν ἢ λόγον ἐφʼ ἡδονῇ καὶ πρὸς ἡδονὴν ὀψοποιεῖν καὶ καρυκεύειν. συνελόντι δʼ εἰπεῖν1 ὁ μὲν ἵνʼ ἡδὺς πάντα δεῖν οἴεται ποιεῖν, ὁ δʼ ἀεὶ ποιῶν ἃ δεῖ πολλάκις μὲν ἡδὺς πολλάκις δʼ ἀηδής ἐστιν, οὐ τοῦτο βουλόμενος, εἰ δὲ βέλτιον εἴη, μηδὲ τοῦτο φεύγων.2 ὥσπερ γὰρ ἰατρός, ἂν συμφέρῃ, κρόκον ἢ νάρδον ἐπέβαλε καὶ νὴ Δία πολλάκις ἔλουσε προσηνῶς καὶ ἔθρεψε φιλανθρώπως, ἔστι δʼ ὅπου ταῦτʼ ἐάσας καστόριον ἐνέσεισεν "ἢ πόλιον βαρύοσμον ὃ δὴ ῥίγιστον ὄδωδεν" ἤ τινα ἐλλέβορον ἐκπιεῖν τρίψας ἠνάγκασεν, οὔτʼ ἐνταῦθα τὸ ἀηδὲς οὔτʼ ἐκεῖ τὸ ἡδὺ ποιούμενος τέλος ἀλλʼ ἐφʼ ἓν διʼ ἀμφοτέρων ἐπὶ τὸ συμφέρον ἄγων τὸν θεραπευόμενον, οὕτως ὁ φίλος ἔστι μὲν ὅτε σὺν ἐπαίνῳ καὶ χάριτι μεγαλύνων καὶ εὐφραίνων ἄγει πρὸς τὸ καλόν, ὥσπερ οὗτος "Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν, βάλλʼ οὕτωʼ" "πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;" ὅπου δʼ αὖ πάλιν ἐπιστροφῆς δεῖται, λόγῳ δήκτῃ καὶ παρρησίᾳ κηδεμονικῇ καθαπτόμενος "ἀφραίνεις, Μενέλαε διοτρεφές, οὐδὲ τί σε χρὴ ταύτης ἀφροσύνης" ἔστι δʼ ὅπου καὶ τὸ ἔργον ἅμα τῷ λόγῳ συνῆψεν, ὡς Μενέδημος Ἀσκληπιάδου τοῦ φίλου τὸν υἱὸν ἄσωτον ὄντα καὶ ἄτακτον ἀποκλείων καὶ μὴ προσαγορεύων ἐσωφρόνισε, καὶ Βάτωνι τὴν σχολὴν ἀπεῖπεν Ἀρκεσίλαος, ὅτε πρὸς Κλεάνθην στίχον ἐποίησεν ἐν κωμῳδίᾳ, πείσαντος δὲ τὸν Κλεάνθην καὶ μεταμελομένου3 διηλλάγη. δεῖ γὰρ ὠφελοῦντα λυπεῖν τὸν φίλον, οὐ δεῖ δὲ λυποῦντα τὴν φιλίαν ἀναιρεῖν, ἀλλʼ ὡς φαρμάκῳ τῷ δάκνοντι χρῆσθαι, σῴζοντι καὶ φυλάττοντι τὸ θεραπευόμενον. ὅθεν ὥσπερ ἁρμονικὸς ὁ φίλος τῇ πρὸς τὸ καλὸν καὶ συμφέρον μεταβολῇ τὰ μὲν ἐνδιδοὺς ἃ δʼ ἐπιτείνων πολλάκις μὲν ἡδὺς ἀεὶ δʼ ὠφέλιμός ἐστι. ὁ δὲ κόλαξ ἀφʼ ἑνὸς διαγράμματος ἀεὶ τὸ ἡδὺ καὶ τὸ πρὸς χάριν εἰωθὼς ὑποκρέκειν οὔτʼ ἔργον οἶδεν ἀντιτεῖνον οὔτε ῥῆμα λυποῦν, ἀλλὰ μόνῳ παρέπεται τῷ βουλομένῳ, συνᾴδων ἀεὶ καὶ συμφθεγγόμενος ὥσπερ οὖν τὸν Ἀγησίλαον ὁ Ξενοφῶν ἡδέως ἐπαινεῖσθαί φησιν ὑπὸ τῶν καὶ ψέγειν ἐθελόντων, οὕτω δεῖ τὸ εὐφραῖνον καὶ χαριζόμενον ἡγεῖσθαι φιλικόν, ἂν καὶ λυπεῖν ποτε δύνηται καὶ ἀντιτείνειν, τὴν δὲ συνεχῆ ταῖς ἡδοναῖς καὶ τὸ πρὸς χάριν ἔχουσαν ἄκρατον ἀεὶ καὶ ἄδηκτον ὁμιλίαν ὑπονοεῖν, καὶ νὴ Δία τὸ τοῦ Λάκωνος ἔχειν πρόχειρον, ὃς ἐπαινουμένου Χαρίλλου τοῦ βασιλέως πῶς οὗτος ἔφη χρηστός, ὃς οὐδὲ τοῖς πονηροῖς πικρός ἐστι;

既然如前所述,快乐的体验亦为两者所共有(因为善人喜悦朋友,绝不下于恶人喜悦谄媚者),那么来吧,让我们对此也加以界定。而这种界定就在于快乐对于目的的关联。请这样来考察:香气固然存在于香膏之中,亦存在于解毒药剂之中。但差异在于,前者是为了快乐且不为别的目的而制成,而在后者中,那香气不过是其具有净化、温补或生肌功效的附带之物。再者,画家调配绚烂的色彩与颜料,而某些医用药物同样具有绚烂的外观和怡人的色泽。那么,其区别何在?显然,我们将依其效用的目的来加以甄别。因此同样地,朋友的恩情乃是在崇高与有益之事上缀以令人愉悦的光彩,并且有时他们也将嬉戏、宴席、醇酒,甚至以宙斯的名义起誓,彼此间的笑谈与闲聊,当作崇高而严肃之事的佐料。关于这一点,确实有诗云: “他们彼此谈论,以此自娱”,以及: “亦无他物能将相爱相悦的我们分离”。 然而谄媚者的职责与终极目的,则是始终为了快乐并迎合快乐去烹调、调味某种嬉戏、行径或言语。简而言之,谄媚者认为自己为了讨人喜欢必须做尽一切,而朋友则始终做应当做的事,他往往是令人愉快的,但也往往令人不快,他并非蓄意要令人不快,但若更为有益,他亦不回避这一点。正如一位医生,在有利时会涂抹番红花或甘松油,以宙斯的名义起誓,还常以温和的方式沐浴、以体贴的方式调养病人,但在另一些场合,他会撇开这些,投入海狸香,“或恶臭难闻、散发极刺鼻气味的波利草”,抑或研碎藜芦强令其饮下,在后者中不以痛苦为目的,在前者中亦不以快乐为目的,而是通过两者将受治者引向唯一的目标,即有利之途;真正的朋友亦是如此,有时伴以赞许与恩遇,在推崇与愉悦中引人向善,正如有人说道: “透克洛斯,亲爱的头颅,忒拉蒙之子,民众的统帅,且这样射击吧”,或者: “我又怎能忘记神圣的奥德修斯呢?” 但在另一些需要纠正的场合,他则以尖锐的言辞和关切的直言加以切中要害的斥责: “蒙宙斯抚育的墨涅拉俄斯,你糊涂了,你绝不该 陷入这般疯狂”;有时他甚至言行并举,正如梅内德莫斯面对朋友阿斯克勒庇阿德斯那放荡不羁的儿子,以将其拒之门外且不予理睬来使其恢复理智;又如阿尔克西拉乌斯在巴同于喜剧中作诗讽刺克勒安忒斯时将其逐出学园,直到巴同说服了克勒安忒斯并悔过自新后才与他和解。因为虽然应当为了有益而使朋友痛苦,但绝不能因施加痛苦而毁灭友谊,相反,应当将那刺痛人之物如药物般使用,以拯救并保全受治疗之人。因此,正如调音师一般,朋友在朝向美好与有益的转变中,有时放松琴弦,有时收紧琴弦,他往往是愉悦的,但始终是有益的。然而谄媚者习惯于依照单一的曲调弹奏那令人快活与奉承的旋律,既不知抗拒的行动,亦不知刺痛的言语,而只追随对方的意愿,始终附和同调。因此,正如色诺芬谈到阿格西劳斯欣然接受那些亦愿批评他的人的赞誉一样,我们也应当在某种使人愉悦和体贴的交往有时亦能施加痛苦与抗争时,才将其视为朋友之举;而对于那种持续依附于享乐、纯粹讨好且毫无刺痛的交往心存戒备,并且以宙斯的名义起誓,随时牢记那位斯巴达人的名言——当查理卢斯国王受到称赞时,他说道: “一个连对恶人都不严厉的人,怎能算得上善良?”

语法注3 条
  1. 55aσυνελόντι δʼ εἰπεῖν

    意为“简而言之”的习语。συνελόντι 是动词 συναιρέω 的不定过去时主动分词阳性单数与格,与不定词 εἰπεῖν 连用,充当关系与格或评判主体与格。

  2. 55aοὐ τοῦτο βουλόμενος, εἰ δὲ βέλτιον εἴη, μηδὲ τοῦτο φεύγων

    承接前文的 πολλάκις δʼ ἀηδής ἐστιν。句中两处 τοῦτο 均指代“令人不快”(ἀηδὲς εἶναι)。这是一个对比结构:朋友并非蓄意想要令人不快(οὐ... βουλόμενος),但如果这样做更好(εἰ δὲ βέλτιον εἴη,祈愿语气条件句),他也绝不回避令人不快(μηδὲ... φεύγων)。

  3. 55cπείσαντος δὲ τὸν Κλεάνθην καὶ μεταμελομένου

    独立属格结构(genitive absolute)。从上下文看,其逻辑主语是紧接上文提到的巴同(Βάτωνι)。主句主语阿尔克西拉乌斯(Ἀρκεσίλαος)在巴同说服了克勒安忒斯并表达悔改之后,才与他达成和解(διηλλάγη)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:11